Αγίου Μαξίμου τοῦ Ομολογητού
Ἕνα θεολογικὸ κείμενο τοῦ ἁγίου Μαξίμου.
1. «Φωνὴ τοῦ Θεοῦ Λόγου βοῶντος... ἐν τῇ ἐρήμῳ φύσει τῶν ἀνθρώπων», λέγει, εἶναι ὁ κάθε Ἅγιος. «Πᾶς ἅγιος διὰ τῆς οἰκείας ἀναστροφῆς, ὡς ἐσχηκὼς βοῶντα τὸν Λόγον τὰ οἰκεῖα τοῖς ἄλλοις ἀνθρώποις θελήματα, φωνὴ τοῦ Λόγου σαφῶς ὑπάρχει, καὶ πρόδρομος κατὰ τὴν ἀναλογίαν τῆς ἐν αὐτῷ δικαιοσύνης καὶ πίστεως».
2. «Πάντων δὲ μάλιστα φωνὴ τοῦ Λόγου καὶ πρόδρομός ἐστιν Ἰωάννης ὁ Μέγας», καὶ «ἔρημός ἐστιν ἡ τῶν ἀνθρώπων φύσις, καὶ ὁ κόσμος οὗτος, καὶ πᾶσα καθέκαστον ψυχή, διὰ τὴν γενομένην ἐκ τῆς ἀρχαίας παραβάσεως τῶν ἀγαθῶν ἀκαρπίαν. Φωνὴ δὲ τοῦ βοῶντός ἐστι Λόγου, ἡ κατὰ συνείδησιν ἐπὶ τοῖς ἑκάστῳ πλημμεληθεῖσι συναίσθησις· οἷον ἡ βοῶσα κατὰ τὸ κρυπτὸν τῆς καρδίας, ἑτοιμάσαι τὴν ὁδὸν Κυρίου... Ὁδὸς δὲ καλή τε καὶ ἐπίδοξος, ὁ κατ’ ἀρετὴν ὑπάρχει βίος».