Διά νηστείας σβέσωμεν πεπυρωμένα βέλη Βελίαρ



ΤΕΤΑΡΤΗ ΤΗΣ ΤΥΡΙΝΗΣ

ΑΠΟ ΤΟΝ ΟΡΘΡΟΝ

Τὸν Βασιλέα Χριστόν, ὡμολόγησαν οἱ αἰχμάλωτοι Παῖδες, ἐν τῇ καμίνῳ, λέγοντες μεγάλῃ τῇ φωνῇ· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Νηστεύσας πρὶν Ἰωσήφ, μίξιν ἔφυγε παρανόμου γυναίου, καὶ βασιλείας ἔτυχε· διὸ καὶ ἡμεῖς σβέσωμεν, διὰ νηστείας τὰ πεπυρωμένα βέλη, τοῦ ἐχθροῦ Βελίαρ.

Διὰ νηστείας Δαυΐδ, νίκην ἐστήσατο κατὰ τοῦ ἀλλοφύλου, καὶ βασιλείαν εὕρατο· διὸ καὶ ἡμεῖς λάβωμεν, δι' ἐγκρατείας νίκην κατ' ἐχθρῶν καὶ ἐν Κυρίῳ στεφανωθῶμεν.

Φυλάξωμεν καὶ ἡμεῖς, τὰς ἀρετὰς αὐτῶν, τοῦ Ἰὼβ τὴν ἀνδρείαν, τοῦ Ἰακὼβ τὸ ἄπλαστον, τὴν πίστιν Ἀβραάμ, τὴν σωφροσύνην τὴν τοῦ Ἰωσήφ, καὶ τοῦ Δαυῒδ τὰς ἀριστείας.

Βρωμάτων νηστεύουσα ψυχή μου, καὶ παθῶν μὴ καθαρεύουσα, μάτην ἐπαγάλλῃ τῇ ἀτροφίᾳ· εἰ μὴ γὰρ ἀφορμή σοι γένηται πρὸς διόρθωσιν, ὡς ψευδὴς μισεῖσαι παρὰ Θεοῦ, καὶ τοῖς κακίστοις δαίμοσιν ὁμοιοῦσαι, τοῖς μηδέποτε σιτουμένοις· μὴ οὖν ἁμαρτάνουσα, τὴν νηστείαν ἀχρειώσῃς, ἀλλ' ἀκίνητος, πρὸς ὁρμὰς ἀτόπους μένε, δοκοῦσα παρεστάναι ἐσταυρωμένῳ τῷ Σωτῆρι, μᾶλλον δὲ συσταυροῦσθαι, τῷ διὰ σὲ σταυρωθέντι, ἐκβοῶσα πρὸς αὐτόν· Μνήσθητί μου Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.