Ὁ ἔχων ὀφθαλμοὺς τοῦ βλέπειν βλεπέτω

 Ἀπὸ τὸν πρῶτον Κανόνα τῆς Ζ΄ Οἰκουμενικῆς Συνόδου:

Καὶ ὁ Παῦλός φησιν· Κἂν ἡμεῖς, ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν, παρ’ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. Τούτων οὖν οὕτως ὄντων, καὶ διαμαρτυρουμένων ἡμῖν, ἀγαλλιώμενοι ἐπ’ αὐτοῖς, ὡς εἴ τις εὕροι σκῦλα πολλά, ἀσπασίως τοὺς θείους κανόνας ἐνστερνιζόμεθα, καὶ ὁλόκληρον τὴν αὐτῶν διαταγὴν καὶ ἀσάλευτον κρατύνομεν, τῶν ἐκτεθέντων ὑπὸ τῶν ἁγίων σαλπίγγων τοῦ Πνεύματος, τῶν πανευφήμων Ἀποστόλων, τῶν τε ἕξ ἁγίων οἰκουμενικῶν συνόδων, καὶ τῶν τοπικῶς συναθροισθεισῶν ἐπὶ ἐκδόσει τοιούτων διαταγμάτων, καὶ τῶν ἁγίων Πατέρων ἡμῶν· Ἐξ ἐνὸς γὰρ ἅπαντες καὶ τοῦ αὐτοῦ Πνεύματος αὐγασθέντες, ὥρισαν τὰ συμφέροντα. Καὶ οὕς μὲν τῷ ἀναθέματι παραπέμπουσι, καὶ ἡμεῖς ἀναθεματίζομεν· οὕς δέ τῇ καθαιρέσει, καὶ ἡμεῖς καθαιροῦμεν· οὓς δὲ τῷ ἀφορισμῷ, καὶ ἡμεῖς ἀφορίζομεν· οὓς δὲ ἐπιτιμίῳ παραδιδόασι, καὶ ἡμεῖς ὠσαύτως ὑποβάλλομεν. Ἀφιλάργυρος γὰρ ὁ τρόπος, ἀρκούμενοι τοῖς παροῦσιν· ὁ ἀναβεβηκὼς εἰς τρίτον οὐρανόν, καὶ ἀκούσας ἄρρρητα ῥήματα, Παῦλος ὁ θεῖος Ἀπόστολος διαρρήδην βοᾷ.