«Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη»

 

Εναι γνωστ θέση πο κόμα σ κάποιους κκλησιαστικος κύκλους κηρύττεται τι   Πατρ μιλε ( πεκαλύφθη) στν Π. Διαθήκη, Υἱὸς στν Κ.Δ. κα μετ τν νάληψη το Κυρίου, μφανίζεται στν κκλησία, που κυριαρχε, τ γιο Πνεμα, ποσκελίζον, μάλιστα, κατ κάποιο τρόπο τν Υό, πομονώνοντάς Τον στν ορανό! σοι διακινον τέτοιες θέσεις, δν χουν κατανοήσει τι ενοον τν κακόδοξη θεολογία τν Οκουμενιστν (πως το βετεράνου αρετικο μητρ. Περγάμου κ. ωάννη Ζηζιούλα), κα βέβαια τν καρκινωματώδη –ς πρς τς προϋποθέσεις της– κακοδοξία τν Δυτικν περ το filioque.
Σήμερα, ορτ τς Πεντηκοστς, κούσαμε στ Εαγγέλιο τ φράση «Οπω γρ ν Πνεμα γιον, τι ησος οδπω δοξσθη». ναλύοντας τ φράση ατ γιος ωάννης Χρυσόστομος, βάζει τ πράγματα στ θέση τους. Παρουσιάζουμε μικρ ποσπάσματα π δύο ργα του.
Ἐπεὶ οὖν οὐδέπω ἦν ὁ Χριστὸς σταυρωθείς, οὐδέπω ἦν καταλλαγὴ γενομένη· τῆς δὲ καταλλαγῆς μηδέπω γενομένης, εἰκότως οὐδὲ τὸ Πνεῦμα ἐπέμπετο, ὥστε καταλλαγῆς τεκμήριον τὸ Πνεῦμα ἀποσταλῆναι. Διὰ τοῦτο καὶ ὁ Χριστός φησι· Συμφέρει ὑμῖν, ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ἐκεῖνος οὐ μὴ ἔλθῃ· ἐὰν μὴ ἀπέλθω, καὶ καταλλάξω τὸν Πατέρα, φησίν, οὐ πέμπω ὑμῖν τὸν παράκλητον.
Εἴδετε διὰ πόσων ἀπεδείξαμεν ὑμῖν, ὅτι τῆς ὀργῆς τοῦ Θεοῦ σημεῖόν ἐστι τὸ μὴ εἶναι Πνεῦμα ἅγιον ἐν ἀνθρώποις;
(Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν Πεντηκοστήν, Ὁμιλία α΄).
«Ταῦτα δὲ ἔλεγε περὶ τοῦ Πνεύματος, φησίν, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες. Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον. Πῶς οὖν οἱ προφῆται προεφήτευσαν, καὶ τὰ μυρία εἰργάσαντο θαύματα; Οἱ ἀπόστολοι μὲν γὰρ οὐ Πνεύματι ἐξέβαλον, ἀλλὰ τῇ παρ' αὐτοῦ ἐξουσίᾳ, ὡς αὐτός φησιν. Εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι; Τοῦτο δὲ ἔλεγε, δηλῶν ὅτι οὐ πάντες Πνεύματι ἐξέβαλον πρὸ τοῦ σταυροῦ, ἀλλὰ τῇ παρ' αὐτοῦ ἐξουσίᾳ. Ὅτε γοῦν αὐτοὺς ἔμελλε πέμπειν, τότε ἔλεγε, Λάβετε Πνεῦμα ἅγιον· καὶ πάλιν, Ἦλθεν ἐπ' αὐτοὺς Πνεῦμα ἅγιον, καὶ τότε τὰ σημεῖα ἐποίουν.
βʹ. Ὅτε δὲ ἔπεμπεν αὐτούς, οὐκ εἶπεν, Ἔδωκεν αὐτοῖς Πνεῦμα ἅγιον· ἀλλ' Ἔδωκεν αὐτοῖς ἐξουσίαν, λέγων· Λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε, νεκροὺς ἐγείρετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Ἐπὶ δὲ τῶν προφητῶν παρὰ πάντων ὡμολόγηται, ὅτι Πνεύματος ἁγίου δόσις ἦν, ἀλλ' ἦν αὕτη ἡ χάρις συσταλεῖσα καὶ ἀποστᾶσα, καὶ ἀπὸ τῆς γῆς ἀπολιποῦσα ἀπὸ τῆς ἡμέρας ἐκείνης, ἀφ' ἧς ἐῤῥήθη, Ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Καὶ πρὸ ἐκείνης δὲ ἀρχὴν ἐλάμβανεν αὕτη ἡ σπάνις. Οὐκ ἔτι γὰρ προφήτης παρ' αὐτοῖς ἦν, οὐδὲ ἐπώπτευεν αὐτῶν τὰ ἅγια ἡ χάρις. Ἐπεὶ οὖν ἀνέσταλτο μὲν τὸ Πνεῦμα τὸ ἅγιον, ἔμελλε δὲ λοιπὸν ἐκχεῖσθαι δαψιλῶς· ταύτης δὲ τῆς διανομῆς ἀρχὴ μετὰ τὸν σταυρὸν ἐγίνετο, οὐ μόνον δαψιλείας, ἀλλὰ καὶ μειζόνων χαρισμάτων (καὶ γὰρ θαυμαστοτέρα ἦν ἡ δωρεά, ὡς ὅταν λέγῃ·
Οὐκ οἴδατε ποίου πνεύματός ἐστε· καὶ πάλιν, Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας, ἀλλ' ἐλάβετε πνεῦμα υἱοθεσίας. Καὶ γὰρ οἱ παλαιοὶ καὶ αὐτοὶ μὲν πνεῦμα εἶχον, ἄλλοις δὲ οὐ παρεῖχον· οἱ δὲ ἀπόστολοι μυριάδας ἐνέπλησαν· ἐπειδὴ οὖν ταύτην ἔμελλον λαμβάνειν τὴν χάριν, οὔπω δὲ ἦν δοθεῖσα, διὰ τοῦτό φησιν· Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον. Ἐπεὶ οὖν περὶ ταύτης λέγων τῆς χάριτος ὁ εὐαγγελιστὴς ἔλεγεν· Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον, τουτέστι, δοθέν, ἐπεὶ Ἰησοῦς οὐδέπω ἐδοξάσθη, δόξαν καλῶν τὸν σταυρόν. Ἐπειδὴ γὰρ ἐχθροὶ ἦμεν καὶ ἡμαρτηκότες καὶ ὑστερούμενοι τῆς δωρεᾶς τοῦ Θεοῦ, καὶ θεοστυγεῖς· ἡ δὲ χάρις καταλλαγῆς ἦν ἀπόδειξις· δῶρον δὲ οὐ τοῖς ἐχθροῖς, οὐδὲ τοῖς μισουμένοις, ἀλλὰ τοῖς φίλοις δίδοται, καὶ τοῖς εὐηρεστηκόσιν· ἔδει πρότερον προσενεχθῆναι τὴν ὑπὲρ ἡμῶν θυσίαν, καὶ τὴν ἔχθραν ἐν τῇ σαρκὶ καταλυθῆναι, καὶ γενέσθαι τοῦ Θεοῦ φίλους, καὶ τότε λαβεῖν τὴν δωρεάν. Εἰ γὰρ ἐπὶ τῆς ἐπαγγελίας τοῦτο γέγονε τῆς πρὸς Ἀβραάμ, πολλῷ μᾶλλον ἐπὶ τῆς χάριτος. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν· Εἰ γὰρ ἐκ νόμου κληρονόμοι, κεκένωται ἡ πίστις· ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐπηγγείλατο ὁ Θεὸς τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ δώσειν τὴν γῆν· ἀλλ' ἀνάξιοι ἦσαν τῆς ἐπαγγελίας οἱ ἔκγονοι, καὶ ἐξ οἰκείων οὐκ ἠδύναντο εὐαρεστῆσαι πόνων. Διὰ τοῦτο εἰσῆλθεν ἡ πίστις, πρᾶγμα εὔκολον, ἵνα τὴν χάριν ἐπισπάσηται, καὶ μὴ διαπέσωσιν αἱ ἐπαγγελίαι. Καὶ λέγει· Διὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν. Διὰ τοῦτο Κατὰ χάριν, ἐπειδὴ ἐξ ἱδρώτων οὐκ ἴσχυσαν.
(Ἰωάννου Χρυσοστόμου, Ὑπόμνημα Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Ἀπόστολον καὶ Εὐαγγελιστήν, Ὁμιλία ΝΑʹ).