(Λουκ. ιε’ 11-32)
– Ποιος είναι ο τύπος της αληθινής μετάνοιας και εξομολογήσεως;
– Ποια είναι η αρχή της μετάνοιας;
– Πριν την εξομολόγηση θα πρέπει κανείς να εξετάζει με πολλή σκέψη την συνείδησή του.
– Πότε μετανοεί κανείς πραγματικά;
– Η ευσπλαγχνία του Θεού είναι άπειρη. Ποιους όμως ευσπλαγχνίζεται;
***
Ἀρχιεπισκόπου Ἀστραχᾶν καὶ Σταυρουπόλεως Νικηφόρου Θεοτόκη
Ὁμιλία μετὰ τὸ κατὰ Λουκᾶν Εὐαγγέλιον τῆς Κυριακῆς τοῦ Ἀσώτου
Διὰ τῆς μετανοίας καὶ ἐπιστροφῆς τοῦ ἀσώτου παρέδωκεν ὁ Θεάνθρωπος τὸν τύπον καὶ κανόνα τῆς ἀληθινῆς μετανοίας καὶ ἐξομολογήσεως. Ἐὰν περιερευνήσωμεν τοῦτον τὸν κανόνα, καὶ στοχασθῶμεν τίνι τρόπῳ ἡμεῖς τὴν σήμερον μετανοοῦμεν καὶ ἐξομολογούμεθα, εὑρίσκομεν τόσην διαφορὰν μεταξὺ αὐτῶν, ὅσην ἔχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς. Ἀρχὴ τῆς μετανοίας τοῦ ἀσώτου ἐστὶ τὸ «Εἰς ἑαυτὸν δὲ ἐλθών»· ἀληθῶς δὲ τοῦτό ἐστιν ἡ πρώτη ἀρχὴ τῆς ἀληθινῆς μετανοίας, χωρὶς δὲ τούτου οὐδεὶς ἔρχεται εἰς μετάνοιαν· διότι, ἐὰν μὴ γνωρίσῃς τὰς ἁμαρτίας σου, πῶς δύνασαι νὰ μετανοήσῃς; ἐὰν δὲ μὴ συλλογισθῇς ὅσα ἔπραξας, πῶς δύνασαι νὰ γνωρίσῃς τὰς ἁμαρτίας σου; ἐὰν δὲ μὴ συνάξῃς τὸν νοῦν σου, καὶ ἀφιερώσῃς αὐτὸν εἰς τὴν ἔρευναν τοῦ ἑαυτοῦ σου, πῶς δύνασαι νὰ ἀναλογισθῇς τὰς πράξεις σου; Ὁ ἄσωτος ἀποχωρήσας τὸν νοῦν αὐτοῦ ἀπὸ τῶν λογισμῶν τῆς ἀσωτείας, περιέκλεισεν αὐτὸν εἰς τὴν θεωρίαν καὶ ἔρευναν τῆς ἰδίας καταστάσεως· ἐξερευνῶν δὲ τὴν ἰδίαν κατάστασιν, τοὺς λογισμοὺς δηλαδή, τὰ λόγια καὶ τὰς πράξεις αὐτοῦ, εἶδεν εὐθὺς πάσας τὰς ἀνομίας αὐτοῦ· ὅθεν ἐγνώρισε τίνα παρώργισεν, ὑπὸ τίνος ἐχωρίσθη, πόθεν ἐξέπεσε καὶ ποῦ κατεποντίσθη· εἶδε τὸν βόρβορον τῶν ἀνομιῶν αὐτοῦ, τὴν στέρησιν τῆς θείας χάριτος καὶ τὴν ἀπώλειαν τῆς ψυχῆς αὐτοῦ· «Εἰς ἑαυτὸν δὲ ἐλθών·» ἐσυλλογίσθη τῆς πρώτης καταστάσεως αὐτοῦ τὴν ἀθωότητα καὶ τὴν ἀρετήν, καὶ ἀνεμνήσθη τῆς δόξης καὶ τιμῆς καὶ τῶν θείων ἀγαθῶν, ὧν ἀπολαμβάνουσιν ἐκ περισσοῦ πάντες οἱ τῷ Θεῷ δουλεύοντες καὶ μετ’ αὐτοῦ διαμένοντες. Αὐτὴ δὲ ἡ παράθεσις τῆς πρώτης καταστάσεως τῆς ἁγίας καὶ τῆς δευτέρας τῆς ἁμαρτωλοῦ ἔπληξε καιρίως τὴν κεκαρωμένην αὐτοῦ καρδίαν, καὶ ἔφερεν εἰς τὸ στόμα αὐτοῦ ταῦτα τὰ κατανυκτικὰ λόγια· «Πόσοι μισθίοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων, ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι»1! Ταῦτα δὲ σύμφωνά εἰσι τοῖς λόγοις, οὕς ἐλάλησεν ὁ Θεὸς διὰ τοῦ προφήτου Ἠσαΐου· «Τάδε λέγει Κύριος, ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε· ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε· ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ, ὑμεῖς δὲ κεκράξεσθε διὰ τὸν πόνον τῆς καρδίας ὑμῶν, καὶ ἀπὸ συντριβῆς πνεύματος ὑμῶν ὀλολύξετε»2.




