Ἀγαπητέ, Χριστιανὸς εἶ διὰ τῆς χάριτος τοῦ Θεοῦ; Τήρησον τὰς ἐντολὰς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ σωθήσῃ· γέγραπται γάρ· ὅτι ἐπ' ἀληθείας καταλαμβάνομαι, ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεός, ἀλλ' ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστιν.
Εἰ δὲ βούλει καὶ ἐπὶ τὸν ἀκριβῆ βίον τῶν μοναχῶν ἐλθεῖν, ὅπως καὶ τῶν κρειττόνων ἐπιτύχῃς, ἐὰν μὴ θῇς ἐν τῷ λογισμῷ σου, ὅτι ἤδη μετέστης τοῦ βίου τούτου, καὶ ἡγήσῃ τὸν κόσμον τοῦτον καὶ τὴν δόξαν αὐτοῦ, ὥσπερ σκηνὴν καταλελυμένην, οὐ δύνασαι νικῆσαι τὰ πάθη τὰ γήϊνα καὶ τὰς κοσμικὰς ἐπιθυμίας, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον τῆς σαρκὸς καὶ ἀπώλειαν· ἀψευδὴς γὰρ ὁ εἰπών·
εἴ τις θέλει ὀπίσω μου
ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ καὶ ἀκολουθείτω μοι. Ὁ
γὰρ θέλων τὴν ψυχὴν αὑτοῦ εὑρεῖν, ἀπολέσει αὐτήν· ὁ δὲ
ἀπολέσας αὐτὴν ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν. Τί γὰρ ὠφεληθήσεται ἄνθρωπος, ἐὰν
ὅλον τὸν κόσμον κερδήσῃ, τὴν δὲ ψυχὴν αὑτοῦ ζημιωθῇ; Ἢ τί δώσει ἄνθρωπος
ἀντάλλαγμα τῆς ψυχῆς αὑτοῦ;
Οὐ γάρ ἐστι κόπος βαλεῖν θεμέλιον, ἀλλὰ τὸ ἐκτελέσαι τὴν οἰκοδομήν. Ὅσῳ γὰρ ὑψοῦται ἡ οἰκοδομή, τοσούτῳ πλείω κόπον παρέχει τῷ οἰκοδομοῦντι, ἄχρι τῆς τελειώσεως τοῦ ἔργου. Ἀκούσωμεν τῆς σωτηριώδους φωνῆς τῆς λεγούσης·
