Ἅγιος Ἀθανάσιος ὁ Μέγας

Ἐπιλεγμένα κείμενα Ἁγίου Ἀθανασίου
ΑΠΑΞ εἰς αἰσθητὰ πεσούσης τῆς διανοίας τῶν ἀνθρώπων͵ ὑπέβαλεν ἑαυτὸν διὰ σώματος φανῆναι ὁ Λόγος͵ ἵνα μετενέγκῃ εἰς ἑαυτὸν ὡς ἄνθρωπον τοὺς ἀνθρώπους καὶ τὰς αἰσθήσεις αὐτῶν εἰς ἑαυτὸν ἀποκλίνῃ καὶ λοιπὸν ἐκείνους ὡς ἄνθρωπον αὐτὸν ὁρῶντας͵ δι΄ ὧν ἐργάζεται ἔργων πείσῃ μὴ εἶναι ἑαυτὸν ἄνθρωπον μόνον͵ ἀλλὰ καὶ Θεὸν καὶ Θεοῦ ἀληθινοῦ Λόγον καὶ Σοφίαν. Τοῦτο δὲ καὶ ὁ Παῦλος βουλόμενος σημᾶναί φησιν· Ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι͵ ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ ὕψος καὶ βάθος͵ γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ. Πανταχοῦ γὰρ τοῦ Λόγου ἑαυτὸν ἁπλώσαντος͵ καὶ ἄνω καὶ κάτω καὶ εἰς τὸ βάθος καὶ εἰς τὸ πλάτος – ἄνω μὲν εἰς τὴν κτίσιν͵ κάτω δὲ εἰς τὴν ἐνανθρώπησιν͵ εἰς βάθος δὲ εἰς τὸν ᾅδην͵ εἰς πλάτος δὲ εἰς τὸν κόσμον – τὰ πάντα τῆς περὶ Θεοῦ γνώσεως πεπλήρωται. …



