Δέσποινα, ὑπεραγία Θεοτόκε
![chamomile2[1]](https://blogger.googleusercontent.com/img/proxy/AVvXsEhn8et6BqOWnprgODHrFOP9EMp8Cx2QrrXcjJgTzS9xJjATk9LpX64Z1siYIe2WNb69IXq5yDPj7WACjUCpahtwHOZqGrxUwoPfYhT1bcb1ZzXCEDMlv8si0WWuSLM-FgbPVWrVFW0hFSMYP5MpWD2r3KoKYnpCkS4llf1DC-M=s0-d)
Δέσποινα,
ὑπεραγία
μου Θεοτόκε, κεχαριτωμένη Θεογεννήτρια, ὑπερευλογημένη θεοχαρίτωτε Θεομῆτορ, δοχεῖον τῆς ἀστέκτου Θεότητος τοῦ μονογενοῦς Υἱοῦ τοῦ ἀθανάτου καὶ ἀοράτου Πατρός, θρόνε
πυρίμορφε, τῶν
τετραμόρφων ὑπερενδοξοτέρα,
πάναγνε, πανάχραντε, πανάσπιλε, παναμόλυντε, παναμώμητε, πανύμνητε, πανάφθορε,
παμμακάριστε, πανακήρατε, πάνσεπτε, πάντιμε, παντευλόγητε, παντομνημόνευτε,
παμπόθητε, παρθένε τῇ ψυχῇ καὶ τῷ σώματι καὶ τῷ νοΐ, καθέδρα Βασιλέως τοῦ ἐπὶ τῶν Χερουβείμ, κλίμαξ ἐπουράνιε, δι’ ἧς οἱ ἐπὶ γῆς εἰς οὐρανοὺς ἀνατρέχομεν, νύμφη Θεοῦ, δι’ ἧς αὐτῷ κατηλλάγημεν·
Ἀκατανόητον θαῦμα, ἀνερμήνευτον ἄκουσμα, μυστηρίου θείου ἀποκεκρυμμένου φανέρωσις, ἀκαταμάχητος προστασία, ἀντίληψις κραταιά, ζωοδόχε πηγή, πέλαγος ἀνεξάντλητον τῶν θείων καὶ ἀπορρήτων χαρισμάτων καὶ δωρεῶν, ὕψος τῶν ἐπουρανίων καὶ ἀσωμάτων Δυνάμεων καὶ τῶν Σεραφεὶμ ὑψηλοτέρα, βάθος τῶν ἀποκρύφων νοημάτων τὸ ἀνεξερεύνητον, ἡ κοινὴ φιλοτιμία τῆς φύσεως, ἁπάντων τῶν καλῶν χορηγία, ἡ μετὰ τὴν Τριάδα πάντων τῶν ποιημάτων Δέσποινα, ἡ μετὰ τὸν Παράκλητον ἄλλος Παράκλητος, καὶ μετὰ τὸν μεσίτην Χριστὸν μεσίτρια τοῦ κόσμου παντός, τὸ ὄχημα ἡλίου τοῦ νοητοῦ, τὸ δοχεῖον τοῦ φωτὸς τοῦ ἀληθινοῦ τοῦ φωτίζοντος πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, ἡ φέρουσα ἐν ἀγκάλαις τὸν τῷ ῥήματι τὰ πάντα φέροντα·
Τὸ ἄσπιλον ἔνδυμα τοῦ ἀναβαλλομένου φῶς ὡς ἱμάτιον, ἡ γέφυρα κόσμου παντὸς πρὸς τὸν ὑπερκόσμιον οὐρανὸν ἡμᾶς ἀνάγουσα, ὑπερτέρα τῶν Χερουβείμ, ἀσυγκρίτως ὑπερενδοξοτέρα τῶν Σεραφείμ, καὶ τιμιωτέρα πάσης τῆς κτίσεως· Ἀγγέλων ἀγλάϊσμα, ἀνθρώπων διάσωσμα, κλεὶς εἰς τὸν οὐρανὸν ἡμᾶς ἡ εἰσάγουσα, μήτηρ καὶ δούλη τοῦ ἀδύτου ἡλίου, αὐγὴ τῆς ἀληθινῆς καὶ μυστικῆς ἡμέρας, τῆς ἀνεξιχνιάστου τοῦ Θεοῦ φιλανθρωπίας ἡ ἄβυσσος, ἡ τιμιωτέρα τῆς Ἐδέμ, ἡ τῆς ἐπαγγελίας γῆ ἁγία, τῆς χάριτος ἅρμα τὸ θεῖον καὶ πολυώνυμον, τῆς ἀληθινῆς πίστεως στερρότατον ἔρεισμα, χωρίον τοῦ ἀχωρήτου τὸ εὐρυχωρότατον, ἄμπελος ἡ ἀληθινὴ τὸν καρπὸν τῆς ζωῆς ἡ βλαστήσασα, ἐλαία κατάκαρπος τὰς ψυχὰς τῶν πιστῶν ἱλαρύνουσα, σκέπη τοῦ κόσμου παγκόσμιος, θύρα τοῦ ὑπὲρ νοῦν σεπτοῦ μυστηρίου, ἀκτὶς τοῦ νοητοῦ ἡλίου Χριστοῦ, τριαδικῶν χαρίτων πλήρωμα, ὡς τὰ δευτερεῖα τῆς Θεότητος φέρουσα, ἀστραπὴ τὰς ψυχὰς τῶν πιστῶν καταλάμπουσα, τῶν ἁμαρτωλῶν ἡ καταλλαγή, τῶν ἑστώτων ἡ ἀσφάλεια, τῶν πιπτόντων ἡ ἀνάκλησις, τῶν ῥᾳθυμούντων ἡ διέγερσις, τῶν εὐεκτούντων ἡ ἰσχύς, τῶν Ἐκκλησιῶν ἡ ὁμόνοια, τῶν στρατοπέδων ἡ εὐτυχία, τῶν καλῶν ἁπάντων ἡ χορηγία, ἡ εὐνομία τῶν πόλεων, ἡ τῆς οἰκουμένης εἰρήνη, ἡ καρτερία τῶν ἀσκητῶν, ἡ ἀνδρεία τῶν ἀθλητῶν·