Ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως
ὑμῶν· εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα· εἷς Θεὸς Πατὴρ πάντων, ὁ ἐπὶ πάντων,
καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν. Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον
τῆς δωρεᾶς τοῦ Χριστοῦ.
αʹ. Ἀγάπην ζητεῖ παρ' ἡμῶν ὁ Παῦλος οὐ τὴν
τυχοῦσαν, ἀλλὰ τὴν συγκολλῶσαν ἡμᾶς καὶ ἀδιασπάστως ἔχειν πρὸς ἀλλήλους
ποιοῦσαν, καὶ τοσαύτην ἕνωσιν καὶ οὕτως ἀκριβῆ παρεχομένην, ὡσανεὶ μέλη πρὸς
μέλη. Αὕτη γάρ ἐστιν ἡ τὰ μεγάλα ἐργαζομένη καλά. Διὰ τοῦτό φησιν· Ἓν σῶμα, καὶ
τῇ συμπαθείᾳ, καὶ τῷ μὴ βάλλεσθαι τοῖς ἑτέρων ἀγαθοῖς, καὶ τῷ συγχαίρειν. Καὶ
πάντα ὁμοῦ διὰ τούτου δείξας, Καὶ ἓν πνεῦμα, καλῶς εἶπε, δεικνὺς ὅτι ἀπὸ τοῦ
ἑνὸς σώματος ἓν πνεῦμα ἔσται, ἢ ὅτι ἔστι μὲν σῶμα εἶναι ἕν, οὐχ ἓν δὲ πνεῦμα·
ὡς ἂν εἴ τις καὶ αἱρετικῶν φίλος εἴη· ἢ ἀπὸ τούτου πρὸς ὁμόνοιαν δυσωπεῖ,
τοιοῦτό τι λέγων· Οἱ ἓν πνεῦμα λαβόντες, καὶ ἐκ μιᾶς ποτισθέντες πηγῆς, οὐκ
ὀφείλετε διχονοεῖν· ἢ πνεῦμα ἐνταῦθα τὴν προθυμίαν φησίν. Εἶτα ἐπάγων, Καθὼς
ἐκλήθητε, φησὶν, Ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν. Τουτέστιν, Ὁ Θεὸς ὑμᾶς ἐπὶ
τοῖς αὐτοῖς ἐκάλεσεν· οὐδὲν ἑτέρῳ πλέον ἀπένειμε τοῦ ἑτέρου· πᾶσιν ἀθανασίαν,
πᾶσι ζωὴν αἰώνιον, πᾶσι δόξαν ἀθάνατον, πᾶσιν ἀδελφότητα, πᾶσι κληρονομίαν
ἐχαρίσατο. Κοινὴ πάντων ἐγένετο κεφαλή, πάντας συνήγειρε καὶ συνεκάθισεν. Οἱ
τοίνυν ἐν τοῖς πνευματικοῖς τοσαύτην ἔχοντες ἰσοτιμίαν, πόθεν μέγα φρονεῖτε;
ὅτι ὁ δεῖνα πλούσιος, καὶ ὁ δεῖνα ἰσχυρός; καὶ πῶς οὐκ ἂν εἴη τοῦτο γέλως;
Εἰπὲ γάρ μοι, εἰ ὁ βασιλεύς ποτε λαβὼν ὀνόματα δέκα, πάντας ἁλουργίδα ἐνέδυσε,
καὶ ἐπὶ τοῦ θρόνου ἐκάθισε τοῦ βασιλικοῦ, καὶ πᾶσιν ἔδωκε τὴν αὐτὴν τιμὴν, ἆρα
ἂν τούτων ἐτόλμησέ τις ὀνειδίσαι τὸν ἕτερον, ὡς πλουσιώτερος ὢν, ἢ ὡς
λαμπρότερος; Οὐδαμῶς. Καὶ οὔπω τὸ πᾶν εἴρηκα· οὐ γὰρ τοσοῦτον τὸ μέσον. Ἐν οὖν
τοῖς οὐρανοῖς ἴσοι, καὶ κάτω διεστήκαμεν; Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα.
Ἰδοὺ ἡ ἐλπὶς τῆς κλήσεως. Εἷς Θεὸς καὶ Πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ
πάντων, καὶ ἐν πᾶσιν αὐτός. Μὴ γὰρ σοὶ μὲν ὁ μείζων, ἐκείνῳ δὲ ὁ ἐλάττων
ἐπεκλήθη; μὴ γὰρ σὺ μὲν ἀπὸ πίστεως, ἐκεῖνος δὲ ἀπὸ ἔργων ἐσώθη; μὴ γὰρ σοὶ μὲν
ἀφείθη διὰ τοῦ βαπτίσματος, ἐκείνῳ δὲ οὔ; Ἄπαγε· Εἷς Θεὸς καὶ Πατὴρ πάντων, ὁ
ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν ὑμῖν. —Ὁ ἐπὶ πάντων, τουτέστιν, ὁ
ἐπάνω πάντων· Καὶ διὰ πάντων, τουτέστι, προνοῶν, διοικῶν· Καὶ ἐν πᾶσιν ὑμῖν,
τουτέστιν, ὁ ἐν πᾶσιν οἰκῶν. Καίτοι τοῦ Υἱοῦ, τοῦτο εἶναί φησιν· ὥστε εἰ
ἐλαττώσεως ἦν, οὐκ ἂν περὶ τοῦ Πατρὸς ἐῤῥήθη. Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις.
Τί οὖν, φησὶ, καὶ πόθεν τὰ χαρίσματα διάφορα; Τοῦτο γὰρ ἀεὶ καὶ αὐτοὺς καὶ
Κορινθίους καὶ πολλοὺς ἑτέρους, τοὺς μὲν εἰς ἀπόνοιαν, τοὺς δὲ εἰς ἀθυμίαν καὶ
φθόνον ἀνῆγε. Διὰ τοῦτο πανταχοῦ τὸ τοῦ σώματος ὑπόδειγμα παραλαμβάνει· διὰ τοῦτο καὶ νῦν τοῦτο τέθεικεν, ἐπειδὴ
ἔμελλε διαφόρων χαρισμάτων μνημονεύειν. Ἀκριβέστερον μὲν οὖν αὐτὸ ἐν τῇ πρὸς
Κορινθίους Ἐπιστολῇ ἐπεξέρχεται, ἐπειδὴ καὶ ἐκεῖ μάλιστα τὸ νόσημα τοῦτο
ἐτυράννει· νῦν δὲ ἐνταῦθα μόνον ᾐνίξατο· καὶ ὅρα τί φησιν. Οὐκ εἶπε, Κατὰ τὴν
ἑκάστου πίστιν, ἵνα μὴ εἰς ἀθυμίαν ἐμβάλῃ ἐκείνους, τοὺς μεγάλων μὴ
τετυχηκότας· ἀλλὰ τί; Κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Τὰ πάντων
κεφαλαιωδέστερα, φησί, κοινὰ πάντων ἐστί, τὸ βάπτισμα, τὸ διὰ πίστεως σωθῆναι,
τὸ τὸν Θεὸν ἔχειν Πατέρα, τὸ τοῦ αὐτοῦ Πνεύματος ἅπαντας μετέχειν. Εἰ δέ τι
πλέον ὁ δεῖνα ἔχει ἐν τῷ χαρίσματι, μὴ ἄλγει, ἐπεὶ καὶ ὁ πόνος αὐτῷ πλείων
ἐστί· καὶ ὁ τὰ πέντε τάλαντα λαβών, πέντε ἀπῃτεῖτο· ὁ δὲ τὰ δύο, δύο μόνον
προσήνεγκε, καὶ οὐδὲν ἔλαττον ἔσχεν ἐκείνου. Διὰ τοῦτο καὶ ἐνταῦθα ἀπὸ τῆς
αὐτῆς αἰτίας παραμυθεῖται τὸν ἀκούοντα. Πρὸς καταρτισμὸν τῶν ἁγίων, φησὶν, εἰς
ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ. Διὰ τοῦτο καὶ αὐτὸς
ἔλεγεν· Οὐαί μοι, ἐὰν μὴ εὐαγγελίζωμαι. Οἷον, ἀποστολῆς ἔλαβέ τις χάρισμα. Ἀλλὰ
διὰ τοῦτο αὐτῷ οὐαὶ, ἐπειδὴ ἔλαβε· σὺ δὲ τοῦ κινδύνου ἀπήλλαξαι. Κατὰ τὸ
μέτρον. Τί ἐστι, Κατὰ τὸ μέτρον; Τουτέστιν, οὐ πρὸς τὴν ἡμετέραν ἀξίαν· ἐπεὶ
οὐδ' ἂν ἔλαβεν οὐδεὶς ἃ ἔλαβεν· ἀλλὰ πάντες ἀπὸ τῆς δωρεᾶς ἐλάβομεν.
βʹ. Καὶ διὰ τί ὁ μὲν πλέον, ὁ δὲ ἔλαττον;
Οὐδὲν τοῦτο ποιεῖ, φησὶν, ἀλλ' ἀδιάφορον τὸ πρᾶγμά ἐστιν· ἕκαστος γὰρ πρὸς τὴν
οἰκοδομὴν συντελεῖ. Καὶ διὰ τούτου δείκνυσιν, ὅτι οὐκ ἀπὸ τῆς οἰκείας ἀξίας ὁ
μὲν πλέον, ὁ δὲ ἔλαττον ἔλαβεν, ἀλλὰ δι' ἑτέρους, ὡς αὐτὸς ἐμέτρησεν· ἐπεὶ καὶ
ἀλλαχοῦ λέγει· Τὰ δὲ μέλη ἔθετο ἓν ἕκαστον αὐτῶν, καθὼς αὐτὸς ἠθέλησε. Καὶ οὐ
λέγει τὸν λόγον, ἵνα μὴ καταβάλῃ τὰ φρονήματα τῶν ἀκουόντων. Διὸ λέγει· Ἀναβὰς
εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, καὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις. Ὡσεὶ ἔλεγε·
Τί μέγα φρονεῖς; τοῦ Θεοῦ τὸ πᾶν γέγονεν. Ὁ μὲν Προφήτης φησὶν ἐν τῷ ψαλμῷ·
Ἔλαβες δόματα ἐν ἀνθρώποις· αὐτὸς δέ φησιν· Ἔδωκε δόματα ἐν ἀνθρώποις. Τοῦτο
ταυτόν ἐστιν ἐκείνῳ. Τοιοῦτόν ἐστι καὶ, Τὸ δὲ ἀνέβη τί ἐστιν, εἰ μὴ ὅτι καὶ
κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; Ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς
ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Ταῦτα ἀκούων, μὴ μετάβασιν
νόμιζε. Ὅπερ γὰρ ἐν τῇ πρὸς Φιλιππησίους Ἐπιστολῇ κατασκευάζει, τοῦτο καὶ
ἐνταῦθα. Καθάπερ ἐκεῖ περὶ ταπεινοφροσύνης παραινῶν παράγει τὸν Χριστὸν, οὕτω
δὴ καὶ ἐνταῦθα, λέγων· Εἰς τὰ κατώτερα μέρη κατέβη τῆς γῆς. Εἰ γὰρ μὴ τοῦτο ἦν,
περιττὸς οὗτος ὁ λόγος ὅνπερ λέγει· Ὑπήκοος γενόμενος μέχρι θανάτου. Ἀπὸ δὲ τοῦ
ἀναβῆναι τὴν κατάβασιν αἰνίττεται. Τὰ δὲ κάτω μέρη τῆς γῆς, τὸν θάνατόν φησιν,
ἀπὸ τῆς τῶν ἀνθρώπων ὑπονοίας, καθάπερ καὶ ὁ Ἰακὼβ ἔλεγε· Κατάξετε τὸ γῆράς μου
μετ' ὀδύνης εἰς ᾅδου· καὶ πάλιν ἐν τῷ ψαλμῷ, Ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν
εἰς λάκκον· τουτέστι, τοῖς ἀποθανοῦσι. Διὰ τί τοῦτο τὸ χωρίον ἐπεξεργάζεται
ἐνταῦθα; καὶ ποίαν αἰχμαλωσίαν φησί; Τὴν τοῦ διαβόλου· αἰχμάλωτον γὰρ τὸν
τύραννον ἔλαβε, τὸν διάβολον λέγω, καὶ τὸν θάνατον, καὶ τὴν ἀρὰν καὶ τὴν
ἁμαρτίαν. Ὁρᾷς σκῦλα καὶ λάφυρα; Τὸ δὲ ἀνέβη τί ἐστι, εἰ μὴ ὅτι καὶ κατέβη; Τοῦτο
πρὸς τοὺς Παύλου τοῦ Σαμοσατέως. Ὁ καταβάς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν
οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Εἰς τὰ κατώτερα, φησί, μέρη κατέβη τῆς γῆς, μεθ'
ἃ οὐκ ἔστιν ἕτερα· καὶ ἀνέβη ὑπεράνω πάντων, μεθ' ὃ οὐκ ἔστιν ἕτερόν τι. Τοῦτό
ἐστι τῆς ἐνεργείας αὐτοῦ καὶ τῆς δεσποτείας· καὶ γὰρ καὶ πάλαι πάντα πεπλήρωτο.
Καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστὰς,
τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον
διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ. Ὅπερ λέγει ἀλλαχοῦ, Διὸ καὶ ὁ
Θεὸς αὐτὸν ὑπερύψωσε, τοῦτο καὶ ἐνταῦθα λέγει· Ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ
ἀναβάς. Οὐδὲν αὐτὸν ἔβλαψε τὸ εἰς τὰ κατώτερα μέρη τῆς γῆς κατελθεῖν, οὐδὲ
ἐνεπόδισε πρὸς τὸ ἀνωτέρω γενέσθαι τῶν οὐρανῶν. Ὥστε ὅσῳ ἄν τις ταπεινωθῇ,
τοσούτῳ μᾶλλον ὑψοῦται. Καθάπερ γὰρ ἐπὶ τοῦ ὕδατος ὅσῳ ἄν τις τοῦτο εἰς τὸ κάτω
κατενέγκῃ, τοσούτῳ μᾶλλον αὐτὸ πρὸς ὕψος ἀνάγει, καὶ ὅσῳ ἄν τις ἐκ διαστήματος
ἀκοντίσῃ, τοσούτῳ ἐπιτυγχάνει· οὕτω ἐπὶ τῆς ταπεινοφροσύνης. Ἀλλ' ὅταν περὶ
Θεοῦ λέγωμεν τὰς ἀναβάσεις, ἀνάγκη πρῶτον κατάβασιν
ἐννοεῖν· ὅταν δὲ περὶ ἀνθρώπου, οὐκέτι. Εἶτα καὶ τὴν πρόνοιαν αὐτοῦ δείκνυσι
καὶ τὴν σοφίαν, καί φησιν· Ὁ τοιαῦτα ἐργασάμενος, καὶ τοσαῦτα ἰσχύσας, καὶ μέχρι
τῶν κατωτέρων μερῶν μὴ παραιτησάμενος κατελθεῖν δι' ἡμᾶς, οὐκ ἂν ἁπλῶς τὰς
διανομὰς τῶν χαρισμάτων ἐποίησεν. Ἀλλαχοῦ δέ φησιν ὅτι τὸ Πνεῦμα τοῦτο
εἰργάσατο, οὕτω λέγων· Ἐν ᾧ ἔθετο ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἐπισκόπους ποιμαίνειν
τὴν Ἐκκλησίαν τοῦ Κυρίου. Καὶ ἐνταῦθα μέν φησιν, ὅτι ὁ Υἱὸς, ἀλλαχοῦ δὲ, ὅτι ὁ
Θεός· καὶ πάλιν, Αὐτὸς ἔδωκε τῇ Ἐκκλησίᾳ τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας.
Ἐν δὲ τῇ πρὸς Κορινθίους φησίν· Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν ἀλλ' ὁ Θεὸς
ηὔξανε· καὶ πάλιν, Ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων, ἕν εἰσιν· ἕκαστος δὲ τὸν ἴδιον μισθὸν
λήψεται κατὰ τὸν ἴδιον κόπον. Οὕτω καὶ ἐνταῦθα. Τί γὰρ, εἰ ἔλαττον εἰσφέρεις;
τοσοῦτον ἔλαβες. Πρῶτον ἀποστόλους· πάντα γὰρ εἶχον οὗτοι. Δεύτερον προφήτας·
ἦσαν γάρ τινες, οἳ ἀπόστολοι μὲν οὐκ ἦσαν, προφῆται δὲ, ὥσπερ
Ἄγαβος. Τρίτον εὐαγγελιστάς· οἱ μὴ περιιόντες πανταχοῦ, ἀλλ' εὐαγγελιζόμενοι
μόνον, ὡς Πρίσκιλλα καὶ Ἀκύλας. Ποιμένας καὶ διδασκάλους, τοὺς ὁλόκληρον
ἐμπεπιστευμένους ἔθνος. Τί οὖν; οἱ ποιμένες καὶ οἱ διδάσκαλοι ἐλάττους; Καὶ
πάνυ, τῶν περιιόντων καὶ εὐαγγελιζομένων οἱ καθήμενοι καὶ περὶ ἕνα τόπον
ἠσχολημένοι, οἷον Τιμόθεος, Τίτος. Ἄλλως δέ, οὐ δυνατὸν ἐντεῦθεν ποιήσασθαι τὴν
ὑποταγὴν καὶ τὴν προτίμησιν, ἀλλ' ἀπὸ ἑτέρας Ἐπιστολῆς. Αὐτὸς ἔδωκε, φησί·
μηδὲν ἀντείπῃς. Ἢ εὐαγγελιστάς φησι, τοὺς τὸ Εὐαγγέλιον γράψαντας. Πρὸς καταρτισμὸν
τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ.
γʹ. Ὁρᾷς τὸ ἀξίωμα; Ἕκαστος οἰκοδομεῖ,
ἕκαστος καταρτίζει, ἕκαστος διακονεῖ. Μέχρις οὗ καταντήσομεν, φησὶν, οἱ πάντες
εἰς τὴν ἑνότητα τῆς πίστεως, καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα
τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Ἡλικίαν ἐνταῦθά φησι
τὴν τελείαν ἐπίγνωσιν. Καθάπερ γὰρ ὁ ἀνὴρ ἕστηκε βεβαίως, οἱ δὲ παῖδες τὰς
φρένας περιφέρονται, οὕτω καὶ ἐπὶ τῶν πιστῶν. Εἰς τὴν ἑνότητα, φησί, τῆς
πίστεως. Τουτέστιν, ἕως ἂν δειχθῶμεν πάντες μίαν πίστιν ἔχοντες. Τοῦτο γάρ
ἐστιν ἑνότης πίστεως, ὅταν πάντες ἓν ὦμεν, ὅταν πάντες ὁμοίως τὸν σύνδεσμον ἐπιγινώσκωμεν.
Μέχρι τότε ἐργάζεσθαι χρὴ, εἰ διὰ τοῦτο χάρισμα ἔλαβες, ἵνα ἄλλους οἰκοδομῇς.
Βλέπε μὴ σαυτὸν καταστρέψῃς, ἑτέρῳ φθονῶν. Ἐτίμησέ σε ὁ Θεὸς, καὶ ἔταξεν,
ὥστε καταρτίζειν ἕτερον. Καὶ γὰρ καὶ ὁ ἀπόστολος πρὸς τούτῳ ἦν, καὶ ὁ προφήτης
πρὸς τούτῳ ἦν προφητεύων καὶ πείθων, καὶ ὁ εὐαγγελιστὴς εὐαγγελιζόμενος, καὶ ὁ
ποιμὴν καὶ ὁ διδάσκαλος· πάντες ἓν ἔργον ἦσαν ἀναδεδεγμένοι. Μὴ γάρ μοι τὴν
διαφορὰν τῶν χαρισμάτων εἴπῃς· πάντες ἓν ἔργον εἶχον. Ὅταν δὲ πάντες ὁμοίως
πιστεύωμεν, τότε ἑνότης ἐστίν. Ὅτι γὰρ τοῦτο λέγει ἄνδρα τέλειον, δῆλον. Καὶ
μὴν ἀλλαχοῦ νηπίους ἡμᾶς φησι, καὶ, ὅταν τέλειοι ὦμεν, ἀλλὰ πρὸς ἕτερον ὁρῶν.
Ἐκεῖ μὲν γὰρ πρὸς τὴν μέλλουσαν γνῶσιν νηπίους ἐκάλεσεν· εἰπὼν γάρ, Ἐκ μέρους
γινώσκομεν, ἐπήγαγε καὶ τὸ, Δι' αἰνιγμάτων, καὶ ὅσα τοιαῦτα· ἐνταῦθα δὲ πρὸς
ἕτερον εἶπε, πρὸς τὸ εὐμετάπτωτον· ὥσπερ καὶ ἀλλαχοῦ φησι· Τελείων δὲ ἡ στερεὰ
τροφή. Ὁρᾷς κἀκεῖ τελείους πῶς φησιν; Ὅρα καὶ πῶς ἐκάλεσε τελείους ἐνταῦθα διὰ
τῶν ἐπαγομένων, εἰπών· Ἵνα μηκέτι ὦμεν νήπιοι. Αὐτό φησι τὸ μέτρον τὸ ὀλίγον
ὅπερ ἐλάβομεν, ἵνα κατέχωμεν μετὰ πάσης σπουδῆς, μετὰ στεῤῥότητος καὶ
βεβαιώσεως. Ἵνα μηκέτι. Τό, Μηκέτι, δείκνυσι πάλαι τοῦτο παθόντας, καὶ τίθησι
καὶ ἑαυτὸν ἐν τάξει διορθώσεως, καὶ διορθοῦται. Διὰ τοῦτό φησι· Τέκτονες
τοσοῦτοι γεγόνασιν, ἵνα ἡ οἰκοδομὴ μὴ σαλεύηται, ἵνα μὴ περιφέρηται, ἵνα
πεπηγότες ὦσιν οἱ λίθοι. Ἐκείνων γὰρ τοῦτό ἐστι τὸ κλυδωνίζεσθαι, τὸ
περιφέρεσθαι καὶ σαλεύεσθαι. Ἵνα μηκέτι ὦμεν, φησὶ, νήπιοι, κλυδωνιζόμενοι, καὶ
περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν
πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης. —Καὶ περιφερόμενοι, φησὶ, παντὶ ἀνέμῳ.
Ἐπεξῆλθε τῇ τροπῇ, δεικνὺς τὰς δισταζούσας ψυχὰς ἐν οἵῳ κινδύνῳ εἰσί. Παντὶ
ἀνέμῳ, φησὶν, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς
πλάνης. Κυβευταὶ λέγονται οἱ τοῖς πεττοῖς κεχρημένοι. Τοιοῦτοί εἰσιν οἱ
πανοῦργοι, ἐπειδὰν ἀφελεστέρους τινὰς λάβωσι· καὶ γὰρ ἐκεῖνοι μετατιθέασι καὶ
μεταφέρουσιν ἅπαντα. Ἐνταῦθα καὶ βίου ἥψατο. Ἀληθεύοντες δὲ, φησὶν, ἐν ἀγάπῃ,
αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλὴ ὁ Χριστός, ἐξ οὗ πᾶν τὸ σῶμα,
ἀπὸ τοῦ Χριστοῦ, φησὶ, συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς
ἐπιχορηγίας, κατ' ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέλους, τὴν αὔξησιν τοῦ
σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ. Σφόδρα ἀσαφῶς ἡρμήνευσε, τῷ
πάντα ὁμοῦ θελῆσαι εἰπεῖν. Ὃ δέ φησι, τοῦτό ἐστι· Καθάπερ τὸ πνεῦμα τὸ ἀπὸ τοῦ
ἐγκεφάλου καταβαῖνον, τὸ διὰ τῶν νεύρων [τὸ] αἰσθητικὸν οὐχ ἁπλῶς δίδωσι πᾶσιν,
ἀλλὰ κατὰ ἀναλογίαν ἑκάστου μέλους, τῷ μὲν δυναμένῳ πλέον δέξασθαι, πλέον, τῷ
δὲ ἐλάττω, ἔλαττον (τοῦτο γάρ ἐστιν ἡ ῥίζα, τὸ πνεῦμα)· οὕτω καὶ ὁ Χριστός·
καθάπερ γὰρ μελῶν τῶν ψυχῶν εἰς αὐτὸν ἀνηρτημένων, ἡ πρόνοια αὐτοῦ καὶ ἡ
χορηγία τῶν χαρισμάτων κατὰ ἀναλογίαν ἐν μέτρῳ τὴν ἑνὸς ἑκάστου μέλους αὔξησιν
ποιεῖται. Τί δέ ἐστι, Διὰ τῆς ἁφῆς τῆς ἐπιχορηγίας; Τουτέστι, διὰ τῆς αἰσθήσεως.
Τὸ γὰρ πνεῦμα ἐκεῖνο τὸ ἐπιχορηγούμενον τοῖς μέλεσιν ἀπὸ τῆς κεφαλῆς, ἑκάστου
μέλους ἁπτόμενον οὕτως ἐνεργεῖ. Ὡς ἄν τις εἴποι· Τὸ σῶμα ἀντιλαμβανόμενον τῆς
ἐπιχορηγίας, κατὰ ἀναλογίαν τῶν ἐν αὐτῷ μελῶν, οὕτω ποιεῖται τὴν αὔξησιν· ἢ
ἑτέρως· Τὰ μέλη κατὰ τὴν ἀναλογίαν τοῦ οἰκείου μέτρου δεχόμενα τὴν ἐπιχορηγίαν,
οὕτως αὔξεται ἢ καὶ ἑτέρως· Τὸ πνεῦμα ἄνωθεν ἐπιῤῥεόμενον ἀφθόνως, καὶ πάντων
ἁπτόμενον τῶν μελῶν, καὶ χορηγούμενον, ὡς ἕκαστον δύναται δέξασθαι, οὕτως
αὔξεται. Τίνος δὲ ἕνεκεν προσέθηκεν, Ἐν ἀγάπῃ; Οὐ γὰρ ἄλλως ἔνι κατελθεῖν
ἐκεῖνο τὸ πνεῦμα. Καθάπερ γὰρ, εἰ τύχοι χεὶρ ἀποσπασθεῖσα τοῦ σώματος, τὸ
πνεῦμα τὸ ἀπὸ τοῦ ἐγκεφάλου τὴν συνέχειαν ζητοῦν, καὶ μὴ εὑρὸν, οὐκ ἐξάλλεται
τοῦ σώματος, καὶ διατρῆσαν πρὸς τὴν χεῖρα ἐξέρχεται, ἀλλ' ἂν μὴ εὕρῃ κείμενον,
οὐχ ἅπτεται· οὕτω καὶ ἐνταῦθα, ἐὰν μὴ ὦμεν τῇ ἀγάπῃ συνδεδεμένοι.
δʹ. Ταῦτα δὴ πάντα πρὸς ταπεινοφροσύνην
αὐτῷ εἴρηται. Τί γὰρ, φησὶν, εἰ πλέον λαμβάνει ὁ δεῖνα; τὸ αὐτὸ πνεῦμα ἔλαβεν,
ἀπὸ τῆς αὐτῆς κεφαλῆς ἐκπεμπόμενον, ὁμοίως ἐνεργοῦν, ὁμοίως ἁπτόμενον, Συναρμολογούμενον
καὶ συμβιβαζόμενον, τουτέστι, πολλῆς ἀπολαῦον τῆς ἐπιμελείας. Οὐ γὰρ ἁπλῶς,
ἀλλὰ σφόδρα τεχνικῶς δεῖ κεῖσθαι τὸ σῶμα· ὡς, ἐὰν τὸν τόπον ἐκβῇ, οὐκέτι
κεῖται. Ὥστε οὐχ ἡνῶσθαι τῷ σώματι δεῖ μόνον, ἀλλὰ καὶ τὸν οἰκεῖον τόπον
ἐπέχειν, ὡς ἐὰν ὑπερβῇς, οὐχ ἥνωσαι, οὐδὲ δέχῃ τὸ πνεῦμα. Ἢ οὐχ ὁρᾷς ἐν ταῖς
τῶν ὀστῶν μεταθέσεσι ταῖς κατά τινα περίστασιν συμβαινούσαις, ὅταν τὸν οἰκεῖον
τόπον ὑπερβὰν, τὸν ἑτέρου κατέχῃ, πῶς τῷ παντὶ σώματι λυμαίνεται, καὶ θάνατον
πολλάκις εἰργάσατο, ἔστι δὲ ὅπου καὶ ἀνάξιον εὑρέθη λοιπὸν τοῦ κατέχεσθαι;
πολλοὶ γὰρ πολλάκις αὐτὸ ἐκκόψαντες, διάκενον τὸν τόπον ἐποίησαν. Πανταχοῦ γὰρ
ἡ πλεονεξία κακόν. Καὶ ἐπὶ τῶν στοιχείων δὲ, ὅταν τὴν οἰκείαν ἀφέντα συμμετρίαν
πλεονάσῃ, τὸ πᾶν λυμαίνεται. Τοῦτό ἐστι τὸ Συναρμολογούμενον, καὶ συμβιβαζόμενον.
Ὥστε ἕκαστον ἐπὶ τῆς οἰκείας μένειν χώρας, καὶ μὴ τῆς ἑτέρας καὶ μηδὲν αὐτῷ
προσηκούσης ἐπιβαίνειν, ἐννόησον ὅσον ἐστί. Σὺ τὰ μέλη συντιθεῖς, ἐκεῖνος
ἄνωθεν ἐπιχορηγεῖ. Καθάπερ γὰρ ἐπὶ τοῦ σώματός ἐστιν ὄργανα τοιαῦτα δεκτικὰ,
οὕτως ἐστὶ καὶ ἐπὶ τοῦ πνεύματος, τῆς ῥίζης ἄνωθεν οὔσης πάσης· οἷον ἡ καρδία,
τοῦ πνεύματος· τὸ ἧπαρ, τοῦ αἵματος· ὁ σπλὴν, τῆς χολῆς καὶ ἄλλα ἄλλου· πάντα
δὲ ταῦτα ἀπὸ τοῦ ἐγκεφάλου τὴν αἰτίαν ἔχει· οὕτω καὶ ὁ Θεὸς ἐποίησε, τὸν
ἄνθρωπον σφόδρα τιμῶν, καὶ οὐ βουλόμενος αὐτοῦ ἀπέχειν, τὴν μὲν αἰτίαν αὐτὸς
ἀναρτησάμενος, συνεργοὺς δὲ ἑαυτῷ καταστήσας· καὶ τὸν μὲν ἔθηκεν εἰς τοῦτο, τὸν
δὲ εἰς ἐκεῖνο. Οἷον ἀπόστολος ἀγγεῖον τοῦ σώματός ἐστι τὸ καιριώτερον, δεχόμενος
παρ' αὐτοῦ τὰ πάντα. Ὥστε ὥσπερ διὰ φλεβῶν καὶ ἀρτηριῶν, τοῦ λόγου λέγω, εἰς
πάντας διατρέχειν ποιεῖ τὴν ζωὴν τὴν αἰώνιον. Ὁ προφήτης προλέγει τὰ μέλλοντα,
καὶ αὐτὸς τὰ αὐτὰ κατασκευάζει· καὶ ἐκεῖνος μὲν συντίθησι τὰ ὀστᾶ· αὐτὸς δὲ αὐτοῖς
ζωὴν χορηγεῖ, Πρὸς καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας. Ἡ ἀγάπη
ἀνοικοδομεῖ, καὶ τὸ συγκολλᾶσθαι ἀλλήλοις καὶ συμπήγνυσθαι καὶ ἁρμόζεσθαι,
τοῦτο ποιεῖ. Εἰ τοίνυν βουλόμεθα τοῦ πνεύματος ἀπολαύειν τοῦ ἀπὸ τῆς κεφαλῆς,
ἀλλήλων ἐχώμεθα. Δύο γάρ εἰσι διαιρέσεις ἀπὸ τοῦ σώματος τοῦ ἐκκλησιαστικοῦ·
μία μὲν, ὅταν ψύξωμεν τὴν ἀγάπην, δευτέρα δὲ, ὅταν ἀνάξια τοῦ τελεῖν εἰς ἐκεῖνο
τὸ σῶμα τολμήσωμεν· ἑκατέρως γὰρ χωρίζομεν ἑαυτοὺς τοῦ πληρώματος. Εἰ δὲ καὶ
ἄλλους εἰς τὸ οἰκοδομεῖν τετάγμεθα, οἱ μὴ οἰκοδομοῦντες, ἀλλὰ καὶ πρότερον
σχίζοντες, τί οὐκ ἂν πάθοιεν; Οὐδὲν οὕτως Ἐκκλησίαν δυνήσεται διαιρεῖν, ὡς
φιλαρχία· οὐδὲν οὕτω παροξύνει τὸν Θεὸν, ὡς τὸ Ἐκκλησίαν διαιρεθῆναι. Κἂν μυρία
ὦμεν ἐργασάμενοι καλὰ, τῶν τὸ σῶμα αὐτοῦ διατεμόντων οὐκ ἐλάττονα δώσομεν
δίκην, οἱ τὸ πλήρωμα κατατέμνοντες τὸ ἐκκλησιαστικόν. Ἐκεῖνο μὲν γὰρ ἐπὶ κέρδει
τῆς οἰκουμένης ἐγένετο, εἰ καὶ μὴ ἀπὸ διανοίας τοιαύτης· τοῦτο δὲ οὐδὲν οὐδαμοῦ
τὸ χρήσιμον ἔχει, ἀλλὰ πολλὴ ἡ βλάβη. Ταῦτά
μοι οὐχὶ πρὸς τοὺς ἄρχοντας εἴρηται μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἀρχομένους. Ἀνὴρ
δέ τις ἅγιος εἶπέ τι δοκοῦν εἶναι τολμηρὸν, πλὴν ἀλλ' ὅμως ἐφθέγξατο. Τί δὴ
τοῦτό ἐστιν; Οὐδὲ μαρτυρίου αἷμα ταύτην δύνασθαι ἐξαλείφειν τὴν ἁμαρτίαν
ἔφησεν. Εἰπὲ γάρ μοι, τίνος ἕνεκεν μαρτυρεῖς; οὐ διὰ τὴν δόξαν τοῦ Χριστοῦ; Ὁ
τοίνυν τὴν ψυχὴν προέμενος ὑπὲρ τοῦ Χριστοῦ, πῶς τὴν Ἐκκλησίαν πορθεῖς, ὑπὲρ ἧς
τὴν ψυχὴν προήκατο ὁ Χριστός; Ἄκουε τοῦ Παύλου λέγοντος, ὅτι Οὐκ εἰμὶ ἄξιος
καλεῖσθαι ἀπόστολος, ὅτι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αὐτήν. Οὐκ
ἔστιν αὕτη ἐλάττων ἡ βλάβη τῆς παρὰ ἐχθρῶν, ἀλλὰ πολὺ μείζων. Ἐκείνη μὲν γὰρ
καὶ λαμπροτέραν αὐτὴν ἐργάζεται, αὕτη δὲ αὐτὴν καὶ παρὰ τοῖς ἐχθροῖς
καταισχύνει, ὅταν ὑπὸ τῶν ἰδίων τέκνων πολεμῆται. Μέγα γὰρ δεῖγμα ἀπάτης εἶναι
δοκεῖ παρ' αὐτοῖς τὸ τοὺς γεννηθέντας ἐν αὐτῇ καὶ τραφέντας, καὶ τὰ ἀπόῤῥητα
αὐτῆς μεμαθηκότας ἀκριβῶς, τούτους μεταβαλλομένους ἐξαίφνης τὰ τῶν ἐχθρῶν αὐτὴν
διατίθεσθαι.
εʹ. Ταῦτά μοι εἰρήσθω πρὸς τοὺς ἀδιαφόρως
διδόντας ἑαυτοὺς τοῖς σχίζουσι τὴν Ἐκκλησίαν. Εἰ μὲν γὰρ καὶ δόγματα ἔχουσιν
ἐναντία, καὶ διὰ τοῦτο οὐ προσῆκεν ἐκείνοις ἀναμίγνυσθαι· εἰ δὲ τὰ αὐτὰ
φρονοῦσι, πολλῷ μᾶλλον. Τί δήποτε; Ὅτι φιλαρχίας ἐστὶν ἡ νόσος. Οὐκ ἴστε τί
πεπόνθασιν οἱ περὶ Κορὲ καὶ Δαθὰν καὶ Ἀβειρών; ἆρα αὐτοὶ μόνοι, οὐχὶ δὲ καὶ οἱ
μετ' αὐτῶν; Τί λέγεις; ἡ αὐτὴ πίστις ἐστὶν, ὀρθόδοξοί εἰσι κἀκεῖνοι. Τίνος οὖν
ἕνεκεν οὐκ εἰσὶ μεθ' ἡμῶν· Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα. Εἰ τὰ ἐκείνων
καλῶς γίνεται, τὰ ἡμέτερα κακῶς· εἰ δὲ τὰ ἡμέτερα καλῶς, τὰ ἐκείνων κακῶς.
Νήπιοι, φησὶ, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ. Ἀρκεῖν τοῦτο
ἡγεῖσθε, εἰπέ μοι, τὸ λέγειν, ὅτι ὀρθόδοξοί εἰσι, τὰ τῆς χειροτονίας δὲ οἴχεται
καὶ ἀπόλωλε; Καὶ τί τὸ ὄφελος τῶν ἄλλων, ταύτης οὐκ ἠκριβωμένης; Ὥσπερ γὰρ ὑπὲρ
τῆς πίστεως, οὕτω καὶ ὑπὲρ ταύτης μάχεσθαι χρή. Ἐπεὶ, εἰ παντὶ ἔξεστι πληροῦν
τὰς χεῖρας αὐτοῦ, κατὰ τοὺς παλαιοὺς, καὶ ἱερεῖς γίνεσθαι, παρίτωσαν πάντες,
εἰκῆ τὸ θυσιαστήριον ᾠκοδόμηται τοῦτο, εἰκῆ τὸ πλήρωμα τῆς Ἐκκλησίας, εἰκῆ τῶν
ἱερέων ὁ ἀριθμός· ἀνέλωμεν αὐτὰ καὶ διαφθείρωμεν. Μὴ γένοιτο, φησίν. Ὑμεῖς αὐτὰ
ποιεῖτε, καί φατε, Μὴ γένοιτο; πῶς λέγεις, Μὴ γένοιτο, γενομένων αὐτῶν; Ἐγὼ λέγω
καὶ μαρτύρομαι, οὐ τὸ ἐμαυτοῦ σκοπῶν, ἀλλὰ τὴν ὑμετέραν σωτηρίαν· εἰ δέ τις
ἀδιαφοροίη, αὐτὸς ἂν εἰδείη· εἰ δέ τινι τούτων οὐ μέλει, ἀλλ' ἡμῖν μέλει· Ἐγὼ
ἐφύτευσα, φησίν, Ἀπολλὼς ἐπότισεν, ἀλλ' ὁ Θεὸς ηὔξανε. Πῶς οἴσομεν τὸν παρὰ τῶν
Ἑλλήνων γέλωτα; Εἰ γὰρ ὑπὲρ τῶν αἱρέσεων ἐγκαλοῦσιν ἡμῖν, ὑπὲρ τούτων τί οὐκ
ἐροῦσιν; Εἰ τὰ αὐτὰ δόγματα, εἰ τὰ αὐτὰ μυστήρια, τίνος ἕνεκεν ἕτερος ἄρχων
ἑτέρᾳ Ἐκκλησίᾳ ἐπιπηδᾷ; Ὁρᾶτε, φησὶν, ὅτι πάντα κενοδοξίας πεπλήρωται τὰ
Χριστιανῶν, καὶ φιλαρχία παρ' αὐτοῖς καὶ ἀπάτη, γύμνωσον αὐτοὺς τοῦ πλήθους,
φησὶ, τὴν νόσον ἔκκοψον, τοῦ ὄχλου τὴν διαφθορὰν, καὶ οὐδέν εἰσι. Βούλεσθε εἴπω
ἃ περὶ τῆς πόλεως λέγουσι τῆς ἡμετέρας; πῶς ἡμᾶς εἰς εὐκολίαν διαβάλλουσιν;
Ἔξεστι, φησὶ, παντὶ τῷ βουλομένῳ εὑρεῖν τοὺς πειθομένους, καὶ οὐκ ἄν ποτε
ἀπορήσειε τούτων. Ὢ τοῦ γέλωτος! ταῦτα πόσης αἰσχύνης; Ἀλλὰ καὶ ἕτερος γέλως,
ἑτέρα αἰσχύνη· Ἄν τινες ἁλόντες παρ' ἡμῖν ἐπὶ τοῖς αἰσχίστοις, μέλλωσιν
ἐπιτιμίου τυγχάνειν τινός, πολὺς ὁ τρόμος, πολὺς ὁ φόβος πάντοθεν· Μὴ ἀποπηδήσῃ,
φησὶ, μὴ μετ' ἐκείνων στῇ. Ἀποπηδήσῃ μὲν γὰρ μυριάκις ὁ τοιοῦτος, καὶ ἔστω μετ'
ἐκείνων, οὐχὶ τῶν ἡμαρτηκότων λέγω· ἀλλ' εἴ τις ἀναμάρτητος ὢν τυγχάνοι, καὶ
βούλεται μεταθέσθαι, μεταθέσθω. Ἀλγῶ μὲν γὰρ καὶ κόπτομαι καὶ ὀδύρομαι καὶ
διαπρίομαι τὰ σπλάγχνα, ὡς οἰκείου μέλους ἀποστερούμενος· πλὴν ἀλλ' οὐχ οὕτως
ἀλγῶ ὡς ἀναγκάζεσθαί τι, διὰ τὸν φόβον τοῦτον, τῶν μὴ προσηκόντων ποιεῖν. Οὐ
κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀγαπητοί, οὐδὲ δεσποτικῶς ταῦτα ἐπιτάττομεν· εἰς
διδασκαλίαν λόγου προεχειρίσθημεν, οὐκ εἰς ἀρχὴν οὐδὲ εἰς αὐθεντίαν· συμβούλων
τάξιν ἐπέχομεν παραινούντων. Ὁ συμβουλεύων λέγει τὰ παρ' ἑαυτοῦ, οὐκ ἀναγκάζων
τὸν ἀκροατὴν, ἀλλ' αὐτὸν ἀφίησι τῆς τῶν λεγομένων αἱρέσεως κύριον· ἐν τούτοις
ἐστὶν ὑπεύθυνος μόνον, ἂν τὰ παραστάντα μὴ εἴποι. Διὰ τοῦτο καὶ ἡμεῖς ταῦτά
φαμεν, ταῦτα λέγομεν, ἵνα ὑμῖν μὴ ἐξῇ κατ' ἐκείνην τὴν ἡμέραν λέγειν Οὐδεὶς
ἡμῖν εἶπεν, οὐδεὶς διεστείλατο, ἠγνοήσαμεν, οὐδὲν ἡγούμεθα τὸ ἁμάρτημα εἶναι.
Διὰ τοῦτο λέγω καὶ διαμαρτύρομαι, ὅτι τοῦ εἰς αἵρεσιν ἐμπεσεῖν τὸ τὴν Ἐκκλησίαν
σχίσαι οὐκ ἔλαττόν ἐστι κακόν. Εἰπέ μοι, εἴ τις ὑπὸ βασιλεῖ τινι τυγχάνων,
ἑτέρῳ μὲν βασιλεῖ μὴ πρόσθοιτο, μηδὲ δῷ ἑαυτὸν ἄλλῳ, αὐτοῦ δὲ ἐκείνου τὴν
ἁλουργίδα λαβὼν καὶ κατασχὼν, ἀπὸ τῆς περόνης κατήνεγκεν ἅπασαν, καὶ διέῤῥηξεν
εἰς πολλὰ ῥήγματα, ἆρα ἧττον ἂν τῶν ἑτέρῳ προσθεμένων ἐκολάσθη; Τί δέ, εἰ μετὰ
τούτου αὐτὸν τὸν βασιλέα ἀπὸ τοῦ λαιμοῦ κατασχὼν ἔσφαττε, κατὰ μέλος διαξαίνων
αὐτοῦ τὸ σῶμα, ποίαν ἂν δίκην δοὺς, τὴν ἀξίαν ἔδωκεν; Εἰ δὲ εἰς βασιλέα τὸν
ὁμόδουλον τοῦτο ἐργασάμενος, πάσης ἂν μείζονα δίκης εἰργάσατο·
ὁ τὸν Χριστὸν σφάττων καὶ διαξαίνων κατὰ μέλος, ποίας γεέννης οὐκ ἔσται ἄξιος;
ἆρα ταύτης [τῆς] ἀπειλουμένης; Οὐκ ἔγωγε οἶμαι, ἀλλ' ἑτέρας πολλῷ χαλεπωτέρας.
Εἴπατε, ὅσαι πάρεστε (ὡς γὰρ ἐπὶ τὸ πολὺ γυναικῶν τοῦτο τὸ ἐλάττωμα), ταῖς
ἀπούσαις διηγήσασθε τοῦτο τὸ ὑπόδειγμα, φοβήσατε. Εἴ τινες ἡμᾶς λυπεῖν καὶ
ἀμύνασθαι τούτῳ νομίζουσιν, εὖ εἰδέτωσαν, ὅτι ταῦτα μάτην ποιοῦσιν. Εἰ γὰρ ἡμᾶς
ἀμύνασθαι βούλει, ἐγώ σοι δίδωμι τρόπον, καθ' ὃν χωρὶς τῆς σῆς βλάβης ἀμύνασθαι
δυνήσῃ· μᾶλλον δὲ οὐκ ἔστι χωρὶς βλάβης ἀμύνασθαι, πλὴν ἀλλὰ μετὰ ἐλάττονος βλάβης·
ῥάπισον, ἔμπτυσον ἐντυχοῦσα δημοσίᾳ, καὶ πληγὰς ἔντεινον.
Ϛʹ.
Φρίττεις ταῦτα ἀκούουσα; Ἂν εἴπω, Ἐμὲ ῥάπισον, φρίττεις· καὶ τὸν
Δεσπότην σου σπαράττεις, καὶ οὐ φρίττεις; τὰ μέλη τὰ Δεσποτικὰ διαξαίνεις, καὶ
οὐ τρέμεις; Οἶκός ἐστιν ἡ Ἐκκλησία πατρικός· Ἓν σῶμα, καὶ ἓν πνεῦμα. Ἀλλὰ
βούλει με ἀμύνασθαι; Μέχρις ἐμοῦ στῆθι. Τί ἀντ' ἐμοῦ τὸν Χριστὸν ἀμύνῃ; μᾶλλον
δὲ τί κατὰ τῶν ἥλων λακτίζεις; Οὐδαμοῦ μὲν οὖν τὸ ἀμύνασθαι καλόν· τὸ δὲ ἑτέρου
ἀδικοῦντος ἕτερον ὑβρίζειν, πολλῷ χαλεπώτερον. Παρ' ἡμῶν ἠδίκησαι; τί τὸν οὐκ
ἠδικηκότα λυπεῖς; τοῦτο μανίας ἐσχάτης. Οὐκ εἰρωνευόμενος, ὃ μέλλω λέγειν,
φημὶ, οὐδὲ ἁπλῶς, ἀλλ' ὡς ἔχω καὶ ὡς διάκειμαι· ἕκαστον τῶν σὺν ὑμῖν λυπουμένων
πρὸς ἡμᾶς, καὶ διὰ ταύτην τὴν λύπην βλαπτόντων ἑαυτοὺς, καὶ ἀλλαχοῦ
πορευομένων, ἐβουλόμην πληγὰς ἐντείνειν ἡμῖν εἰς τὴν ὄψιν αὐτὴν, καὶ γυμνοὺς
ἀποδύσαντα αἰκίζεσθαι μάστιξιν, εἴτε δικαίως εἴτε ἀδίκως ἐγκαλοίη, καὶ μᾶλλον
εἰς ἡμᾶς ἀφιέναι τὴν ὀργὴν, ἢ ταῦτα τολμᾷν, ἃ νῦν τολμῶσιν. Εἰ τοῦτο γέγονεν,
οὐδὲν ἂν ἦν, οὐδαμινὸν ἄνθρωπον καὶ οὐδενὸς ἄξιον λόγου τοιαῦτα πάσχειν. Ἄλλως
δὲ ἂν καὶ παρεκάλεσα ὁ ἠδικημένος καὶ ὑβρισμένος ἐγὼ τὸν Θεὸν, καὶ ἀφῆκεν ὑμῖν
τὰ ἁμαρτήματα· οὐκ ἐπειδὴ παῤῥησίαν ἔχω τοσαύτην, ἀλλ' ἐπειδὴ ὁ ἠδικημένος,
ὅταν ὑπὲρ τοῦ ἠδικηκότος παρακαλῇ, πολλὴν κέκτηται τὴν παῤῥησίαν. Ἂν εἰς
ἄνθρωπόν τις ἁμάρτῃ, φησὶ, προσεύξονται περὶ αὐτοῦ. Εἰ δὲ μὴ ἠδυνάμην ἐγὼ,
ἑτέρους ἂν ἁγίους ἐζήτησα καὶ παρεκάλεσα, καὶ τοῦτο ἂν εἰργάσαντο. Νῦν δὲ τίνα
καὶ παρακαλέσομεν, τοῦ Θεοῦ παρ' ἡμῶν ὑβριζομένου; Ὅρα ἀνωμαλίαν. Τῶν γὰρ εἰς
τὴν Ἐκκλησίαν ταύτην τελούντων οἱ μὲν οὐδέποτε προσίασιν, ἢ τοῦ ἐνιαυτοῦ ἅπαξ,
καὶ τότε εἰκῆ καὶ ὡς ἔτυχεν· οἱ δὲ συνεχέστερον μὲν, καὶ αὐτοὶ δὲ εἰκῆ καὶ
ἁπλῶς, διαλεγόμενοι καὶ ἐρεσχελοῦντες ὑπὲρ τοῦ μηδενός· οἱ δὲ δῆθεν σπουδάζειν
δοκοῦντες, οὗτοί εἰσιν οἱ τὴν συμφορὰν ταύτην ἐργαζόμενοι. Εἰ γοῦν τούτων
ἕνεκεν σπουδάζετε, βέλτιον καὶ ὑμᾶς μετὰ τῶν ἀμελούντων τετάχθαι· μᾶλλον δὲ τὸ
βέλτιον ἦν, μήτε ἐκείνους εἶναι ἀμελεῖς, μήτε τοιούτους ὑμᾶς· οὐχ ὑμᾶς λέγω
τοὺς παρόντας, ἀλλ' ἐκείνους τοὺς ἀποπηδῶντας. Μοιχεία τὸ πρᾶγμά ἐστιν. Εἰ δὲ
οὐ δέχῃ περὶ ἐκείνων ταῦτα ἀκούειν, οὐκοῦν οὐδὲ περὶ ἡμῶν· τῶν γὰρ δύο τὸ
ἕτερον παρανόμως γεγενῆσθαι δεῖ. Εἰ μὲν οὖν περὶ ἡμῶν ταῦτα ὑποπτεύετε, ἕτοιμοι
παραχωρῆσαι τῆς ἀρχῆς ὅτῳπερ ἂν βούλησθε· μόνον Ἐκκλησία ἔστω μία· εἰ δὲ ἡμεῖς
ἐννόμως γεγενήμεθα, πείσατε καταθέσθαι τοὺς παρανόμους ἐπὶ τὸν θρόνον
ἀναβεβηκότας. Ταῦτα εἶπον, οὐχ ὡς ἐπιτάττων, ἀλλ' ὑμᾶς ἀσφαλιζόμενος καὶ
φρουρῶν. Ἐπειδὴ ἕκαστος ἡλικίαν ἔχει, καὶ τῶν αὐτῷ πεπραγμένων δώσει τὰς δίκας,
παρακαλῶ μὴ τὸ πᾶν ἐφ' ἡμᾶς ῥίψαντας, νομίζειν ἀνευθύνους εἶναι ὑμᾶς αὐτοὺς,
ἵνα μὴ μάτην ἀπατῶντες ἑαυτοὺς κόπτητε. Λόγον μὲν γὰρ δώσομεν ὑπὲρ τῶν ψυχῶν
ὑμῶν, ἀλλ' ὅταν τὰ παρ' ἡμῶν ἐλλείπῃ, ὅταν μὴ παρακαλέσωμεν, ὅταν μὴ
νουθετήσωμεν, ὅταν μὴ διαμαρτυρώμεθα. Μετὰ δὲ ταῦτα, δότε καὶ ἐμοὶ εἰπεῖν·
Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων, καὶ, ὅτι Τὴν ψυχήν μου ῥύσεται ὁ Θεός.
Εἴπατε ὃ βούλεσθε, καὶ αἰτίαν δικαίαν δι' ἣν ἄπιτε, καὶ ἀπολογήσομαι. Ἀλλ' οὐκ
ἐρεῖτε. Διὸ, παρακαλῶ, σπουδάσατε καὶ ὑμᾶς αὐτοὺς ἐντεῦθεν ἤδη στῆσαι βεβαίως, καὶ
τοὺς μετατεθέντας ἐπαναγαγεῖν, ἵνα ὁμοθυμαδὸν ἀναπέμψωμεν εὐχαριστίαν τῷ Θεῷ,
ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
(Χρυσοστόμου Ἰω., Ὑπόμνημα εἰς τὴν πρὸς
Ἐφεσίους, Λόγος ΙΑ΄, TLG, Vol 62, pg 79, ln 29 – pg 88, ln 52).