Εμφάνιση αναρτήσεων με ετικέτα Παραινέσεις. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Παραινέσεις. Εμφάνιση όλων των αναρτήσεων

Αλφαβητάριον παραινέσεων - Αγίου Γρηγορίου του Θεολόγου

                             


Ἀρχὴν νόμιζε τῶν ὅλων εἶναι Θεόν.
Βέβαιον οὐδὲν ἐν βίῳ δόκει πέλειν.
Γονεῖς τιμῶν μάλιστα Θεὸν φοβοῦ.
Δίδασκε σαυτὸν μὴ λαλεῖν ἃ μὴ θέμις.
Ἔργοις δ' ἀρέσκειν σπεῦδε καὶ λόγοις Θεῷ.
Ζωὴν πόθησον τὴν ἔχουσαν μὴ τέλος.
Ἡττῶν σε αυτὸν τοῖς φίλοις νικῶν ἔσῃ.
Θνητὸς δ' ὑπάρχων μηδόλως μέγα φρόνει.
Ἰχνηλάτει μὲν τῶν σοφῶν ἀεὶ θύρας.
​Κ​αὶ νοῦν δὲ καλλώπιζε τῆς μορφῆς πλέον.
Λόγῳ Θεοῦ ἄνοιγε σόν, τέκνον, στόμα.
Μνήμης δὲ αὐτοῦ μηδαμῶς λάθῃ ποτέ.