βʹ. Τοῖς αὐτῶν διαδόχοις παραδεδωκότες τὰς σαγήνας καὶ τὰ θήρατρα, τὴν δὲ ἐξουσίαν, ἣν εἰλήφασι παρὰ τοῦ πᾶσαν ἐξουσίαν ἔχοντος ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Ἰδοὺ
γάρ, φησί, δίδωμι ὑμῖν τὴν
ἐξουσίαν τοῦ πατεῖν
ἐπάνω ὄφεων καὶ
σκορπίων, καὶ ἐπὶ
πᾶσαν τὴν δύναμιν τοῦ
ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ.
Τούτων τοίνυν ὡς προείρηται τὴν ἐξουσίαν καὶ τὴν ἀρχοντίαν καὶ τὸν ζῆλον διαδέχονται οἱ τίμιοι διδάσκαλοι, οἱ ἱεράρχαι, καὶ ποιμένες τῆς τοῦ Χριστοῦ ποίμνης, κατ' ἴχνος τῶν
ἀποστόλων βαδίζοντες,
οἱ γενναῖοι τῆς Τριάδος ὑπέρμαχοι,
οἱ τὸ χρῆμα τοῦ νόμου παραδραμόντες, καὶ τὸ ζωοποιὸν Πνεῦμα
παραλαβόντες,
οἱ δίκην ἀρότρου ἀνορύττοντες, καὶ βαθύνοντες, καὶ ἐρευνῶντες, καὶ τὸν
νοῦν ἐν ταῖς θείαις Γραφαῖς πᾶσι τηλαυγῶς φανερώσαντες,
οἱ τὴν πίστιν τρανώσαντες καὶ
τὴν κακοπιστίαν ἀπελάσαντες,