Εμφάνιση αναρτήσεων με ετικέτα αρχιεπ. αστραχάν Νικηφόρος Θεοτόκης. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα αρχιεπ. αστραχάν Νικηφόρος Θεοτόκης. Εμφάνιση όλων των αναρτήσεων

Κυριακή Ασώτου: Ομιλία περί του κανόνος της μετανοίας και εξομολογήσεως (Αρχιεπίσκοπος Αστραχάν και Σταυρουπόλεως Νικηφόρος Θεοτόκης)

(Λουκ. ιε’ 11-32)

– Ποιος είναι ο τύπος της αληθινής μετάνοιας και εξομολογήσεως;

– Ποια είναι η αρχή της μετάνοιας;

– Πριν την εξομολόγηση θα πρέπει κανείς να εξετάζει με πολλή σκέψη την συνείδησή του.

– Πότε μετανοεί κανείς πραγματικά;

– Η ευσπλαγχνία του Θεού είναι άπειρη. Ποιους όμως ευσπλαγχνίζεται;

 

***

 

Ἀρχιεπισκόπου Ἀστραχᾶν καὶ Σταυρουπόλεως Νικηφόρου Θεοτόκη

Ὁμιλία μετὰ τὸ κατὰ Λουκᾶν Εὐαγγέλιον τῆς Κυριακῆς τοῦ Ἀσώτου

 

Διὰ τῆς μετανοίας καὶ ἐπιστροφῆς τοῦ ἀσώτου παρέδωκεν ὁ Θεάνθρωπος τὸν τύπον καὶ κανόνα τῆς ἀληθινῆς μετανοίας καὶ ἐξομολογήσεως. Ἐὰν περιερευνήσωμεν τοῦτον τὸν κανόνα, καὶ στοχασθῶμεν τίνι τρόπῳ ἡμεῖς τὴν σήμερον μετανοοῦμεν καὶ ἐξομολογούμεθα, εὑρίσκομεν τόσην διαφορὰν μεταξὺ αὐτῶν, ὅσην ἔχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς. Ἀρχὴ τῆς μετανοίας τοῦ ἀσώτου ἐστὶ τὸ «Εἰς ἑαυτὸν δὲ ἐλθών»· ἀληθῶς δὲ τοῦτό ἐστιν ἡ πρώτη ἀρχὴ τῆς ἀληθινῆς μετανοίας, χωρὶς δὲ τούτου οὐδεὶς ἔρχεται εἰς μετάνοιαν· διότι, ἐὰν μὴ γνωρίσῃς  τὰς ἁμαρτίας σου, πῶς δύνασαι νὰ μετανοήσῃς; ἐὰν δὲ μὴ συλλογισθῇς ὅσα ἔπραξας, πῶς δύνασαι νὰ γνωρίσῃς τὰς ἁμαρτίας σου; ἐὰν δὲ μὴ συνάξῃς τὸν νοῦν σου, καὶ ἀφιερώσῃς αὐτὸν εἰς τὴν ἔρευναν τοῦ ἑαυτοῦ σου, πῶς δύνασαι νὰ ἀναλογισθῇς τὰς πράξεις σου; Ὁ ἄσωτος ἀποχωρήσας τὸν νοῦν αὐτοῦ ἀπὸ τῶν λογισμῶν τῆς ἀσωτείας, περιέκλεισεν αὐτὸν εἰς τὴν θεωρίαν καὶ ἔρευναν τῆς ἰδίας καταστάσεως· ἐξερευνῶν δὲ τὴν ἰδίαν κατάστασιν, τοὺς λογισμοὺς δηλαδή, τὰ λόγια καὶ τὰς πράξεις αὐτοῦ, εἶδεν εὐθὺς πάσας τὰς ἀνομίας αὐτοῦ· ὅθεν ἐγνώρισε τίνα παρώργισεν, ὑπὸ τίνος ἐχωρίσθη, πόθεν ἐξέπεσε καὶ ποῦ κατεποντίσθη· εἶδε τὸν βόρβορον τῶν ἀνομιῶν αὐτοῦ, τὴν στέρησιν τῆς θείας χάριτος καὶ τὴν ἀπώλειαν τῆς ψυχῆς αὐτοῦ· «Εἰς ἑαυτὸν δὲ ἐλθών·» ἐσυλλογίσθη τῆς πρώτης καταστάσεως αὐτοῦ τὴν ἀθωότητα καὶ τὴν ἀρετήν, καὶ ἀνεμνήσθη τῆς δόξης καὶ τιμῆς καὶ τῶν θείων ἀγαθῶν, ὧν ἀπολαμβάνουσιν ἐκ περισσοῦ πάντες οἱ τῷ Θεῷ δουλεύοντες καὶ μετ’ αὐτοῦ διαμένοντες. Αὐτὴ δὲ ἡ παράθεσις τῆς πρώτης καταστάσεως τῆς ἁγίας καὶ τῆς δευτέρας τῆς ἁμαρτωλοῦ ἔπληξε καιρίως τὴν κεκαρωμένην αὐτοῦ καρδίαν, καὶ ἔφερεν εἰς τὸ στόμα αὐτοῦ ταῦτα τὰ κατανυκτικὰ λόγια· «Πόσοι μισθίοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων, ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι»1! Ταῦτα δὲ σύμφωνά εἰσι τοῖς λόγοις, οὕς ἐλάλησεν ὁ Θεὸς διὰ τοῦ προφήτου Ἠσαΐου· «Τάδε λέγει Κύριος, ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε· ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε· ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ, ὑμεῖς δὲ κεκράξεσθε διὰ τὸν πόνον τῆς καρδίας ὑμῶν, καὶ ἀπὸ συντριβῆς πνεύματος ὑμῶν ὀλολύξετε»2.

Ὁμιλία περί τοῦ ψευδεπιπλάστου νεοφανοῦς συστήματος τῆς μεταξύ τῶν ἀνθρώπων ἰσότητος

Ἐὰν πάντες οἱ ἄνθρωποι ἦσαν κατὰ πάντα ἴσοι, οὐδεὶς χρείαν εἶχε τῆς τῶν ἄλλων βοηθείας· ὅθεν ἐλύετο τῆς ἑνώσεως ὁ δεσμὸς 


Εἶναι ὅλοι οἱ ἄνθρωποι μεταξύ τους ἴσοι;
Ἔχουν ὅλοι οἱ ἄνθρωποι ἴσες δυνατότητες;
Εἶναι καλό σὲ μία κοινωνία νὰ ὑπάρχει ἀνισότητα;
Τὶ θὰ συμβεῖ ὅταν ὅλοι οἱ ἄνθρωποι γίνουν ἴσοι;
Μπορεῖ ἡ ἰσότητα νὰ ὁδηγήσει στὴν ἀναρχία;
Ἄν ἐπιτευχθεῖ ἡ ἰσότητα μετὰ ἀκολουθεί ἡ δημιουργία, ἐξ ἀνάγκης, τῆς ἀνισότητας!
Παρατηρεῖται ἰσότητα στὴν φύση;
Ἡ ἀνισότητα συνδέει.
Μπορεῖ κάποιος πιστὸς καὶ εὐσεβὴς νὰ πιστεύει στὴν ἰσότητα;

(Αρχιεπίσκοπος Αστραχάν και Σταυρουπόλεως Νικηφόρος Θεοτόκης)
(Εφεσ. δ’, 7-13)

  Ὑπόθεσιν προβάλλει ἡ σήμερον ἀναγνωσθεῖσα ἐπιστολὴ τοῦ θαῤῥήμονος Παύλου, ἐναντιουμένην εἰς τὸ ψευδίπλαστον νεοφανὲς σύστημα τῆς μεταξὺ τῶν ἀνθρώπων ἰσότητος· αὐτὸς κηρύττει φανερά, ὅτι ὁ Θεὸς κατέστησεν ἄλλους μὲν ἀποστόλους, ἄλλους δὲ προφήτας, ἄλλους δὲ εὐαγγελιστάς, ἄλλους δὲ ποιμένας, ἄλλους δὲ διδασκάλους· τὰ αὐτὰ δὲ ἔγραψε πλατύτερον ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ αὐτοῦ, λέγων· 
«Καὶ οὕς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν» (Ἐφεσ. δ΄, 11)· ταῦτα δὲ εἰπών, ἐξελέγχει εὐθὺς τὴν ἰσότητα, λέγων· μήπως νομίζητε, ὅτι πάντες εἰσὶν ἴσοι; «μὴ πάντες, ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσι; μὴ πάντες διερμηνεύουσιν» (α΄ Κορ. ιβ΄, 28); 
 Οὐχί, λέγει· οὐχ οὕτως ἔχουσι τὰ πράγματα· ὅθεν ἔχετε ζῆλον καὶ προθυμίαν, ἵνα ἀπολαύσητε τὰ ἀνώτερα χαρίσματα. Ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα. Ταῦτα πάντα, ὡς ἀκούετε, τὴν μεταξὺ τῶν ἀνθρώπων ἀνισότητα ἐκπεφασμένως διδάσκουσι. Ποία οὖν ἐστιν ἡ βάσις τῆς εἰς τοὺς παρόντας καιροὺς κωδωνιζομένης ἰσότητος; ποῦ θεμελιοῦται αὐτή; Ποῦ στηρίζεται; Οὐδαμοῦ. Αὐτὴ ἐστὶν ἐναντία τῶν νόμων τοῦ Θεοῦ, ἐναντία τῶν πολιτικῶν διατάξεων, ἐναντία πάντων τῶν ὁρωμένων κτισμάτων, ἐναντία τέλος πάντων καὶ αὐτῶν τῶν τῆς ἀνθρωπίνης φύσεως ἰδιωμάτων. Ἐὰν μετὰ προσοχῆς ἀκούσητε τὰ ἐξῆς, ἴσως λάβετε περὶ τούτου τελείαν τὴν πληροφορίαν.