Γιὰ ὅσους ἐλπίζουν ὅτι ὑπάρχει ἐλπίδα συμπόρευσης μὲ τοὺς Γ.Ο.Χ. χωρὶς αὐτοὶ νὰ ἀποκηρύξουν τὸ σχίσμα (καὶ τὶς μετὰ τὸ σχίσμα αἱρετικὲς κακοδοξίες ποὺ υἱοθέτησαν), ἂς διαβάσουν τὰ ἐπιλεγέντα τροπάρια ἀπὸ τὴν Ἀκολουθία τοῦ «ἁγίου» τους, τοῦ πρ. Φλωρίνης Χρυσοστόμου Καβουρίδη τὸν ὁποῖον ὀνομάζουν «νέο Χρυσόστομο»(!!!), παρὰ τὶς ἀνακολουθίες καὶ τὰ ψεύδη του καὶ παρὰ τὸ ὅτι ὁ ἴδιος ἔχει δηλώσει ὅτι «ἔπηξε ἴδιον θυσιαστηρίον», δηλ. ἀποκόπηκε ἀπὸ τὴν Μία Ἐκκλησία καὶ προκάλεσε σχίσμα. (Δεῖτε ἐδῶ κι ἐδῶ).
Θὰ δεῖτε, λοιπόν, στὴν Ἀκολουθία
τοῦ «ἁγίου» τους ὅτι οἱ Γ.Ο.Χ. θεωροῦν ὡς τὴν «Μίαν Ἐκκλησίαν» καὶ συνέχεια τῆς
Ἐκκλησίας τοῦ Χριστοῦ, τὴν ἰδική τους καὶ ἐμᾶς στὰ τροπάρια τῆς Ἀκολουθίας
μᾶς ἀποκαλοῦν «καινοτόμους»,
«πλανεμένους», «αἱρετικούς». Τὸ δὲ ἡμερολόγιο τὸ ἔχουν ἀναγάγει
σὲ δόγμα καὶ ἀπόδειξη Ὀρθοδοξίας. Εἶναι
προφανὲς ὅτι περιμένουν τὴν μετάνοιά μας καὶ τὴν «ἐπιστροφήν» στὴν Γνησίαν
Ἐκκλησίαν τους!
Εἶναι δυνατόν, λοιπόν, νὰ
γίνει μιὰ κάποια συνεννόηση μὲ αὐτούς; Ἢ μήπως εἶναι διατεθειμένοι νὰ ἀλλάξουν τὴν
Ὑμνολογία τους χωρὶς αὐτὸ νὰ ὁδηγήσει στὴν αὐτογελοιοποίησή τους;
Ἐλπίζουμε νὰ μὴν φτάσουμε στὴν ἴδια κατάντια ποὺ προέκυψε ἀπὸ τὴν προσπάθεια τῆς ἕνωσης Ὀρθοδόξων καὶ Ἀντιχαλκηδονίων. Τότε προχωροῦσαν οἱ διαλεγόμενοι νὰ πραγματοποιήσουν ἕνωση, καὶ νὰ κρατήσει ἡ κάθε πλευρὰ τὰ δικά της! Καὶ εὔλογα Ὀρθόδοξοι καθηγητὲς τότε παρατήρησαν: Πῶς εἶναι δυνατὸν νὰ ἑνωθοῦμε καὶ νὰ ἔχει ἡ κάθε πλευρὰ Ἁγίους, ποὺ ἡ ἄλλη πλευρὰ θεωρεῖ αἱρετικούς;
ᾈσματικὴ Ἀκολουθία καὶ Ἱερὰ Παράκλησις τοῦ ἐν Ἁγίοις
Πατρὸς ἡμῶν Ὁμολογητοῦ Ἱεράρχου Χρυσοστόμου τοῦ Νέου τῆς Ἐκκλησίας τῶν Γνησίων Ὀρθοδόξων
Χριστιανῶν ἐν Ἑλλάδι
Ἔκδοσις β΄ Ἱερᾶς Συνόδου τῆς Ἐκκλησίας τῶν Γνησίων Ὀρθοδόξων Χριστιανῶν Ἑλλάδος
Καινοτόμους κατέπληξας,
Ἱεράρχα Χρυσόστομε, καὶ Πιστῶν κατηύφρανας τὴν Ὁμήγυριν, Ὁμολογίας Κηρύγματι,
λαμπροῖς δὲ συγγράμμασιν, Ἐκκλησίαν τοῦ Χριστοῦ, διεφύλαξας Ἄμωμον, καὶ
διέλυσας, τὴν ἀχλὺν διδαγμάτων ἀλλοτρίων, καὶ στεφάνων ἠξιώθης, τῶν
ἀμαράντων Θεόσοφε.
Ἐκκλησίαν ὡράϊσας, Ἱεράρχα Χρυσόστομε, τοῖς φαιδροῖς ἀγῶσί Σου, καὶ ἀνέτρεψας, τῶν Καινοτόμων τὸ ὅρμημα, καὶ Ποίμνην ἐφύλαξας, Ὀρθοδόξων ἀβλαβῆ, καὶ τὴν Πίστιν ἀκήρατον· νῦν δὲ ἅπαντας, τοὺς ζηλοῦντας ἐν πόθῳ θεαρέστῳ, καθοδήγει εἰς τὴν τρίβον, Ὁμολογίας θεόφρονος.
Δόξα. Ἦχος δ΄.
Τοῦ Ἱεράρχου.
Τὸν Κήρυκα τῆς Πίστεως, Ἱεράρχην σοφόν τε καὶ κλεινόν,
Ὀρθοδόξων τὰ πλήθη τῶν εὐσεβῶν, συνδραμόντα ἐν πόθῳ χαρμονικῶς ἀνυμνήσωμεν·
Οὗτος γὰρ διέῤῥηξε, τῶν Καινοτόμων τὸ δόγμα δυνάμει Χριστοῦ. Χρυσόστομε
παναοίδιμε, πρόφθασον ταῖς Σαῖς λιταῖς, στηρίζων τὰ τέκνα Σου, ἐν τῇ Πίστει τῶν
Πατέρων καὶ τῶν Ἀποστόλων, καὶ εἰρήνην δωρούμενος πᾶσι τὴν ἄνωθεν
Ἦχος β΄.
Σύμπασα ἡ πληθύς, ἐν χαρμονῇ τιμᾷ τὸν
Ἱεράρχην, ᾄσματα ποικίλα ἐξᾴδουσα, ἀθλοφόρον ὑμνοῦσα· Καινοτόμων ἐπιβουλαὶ
ἐλαύνονται, καὶ ἐν γῇ καὶ οὐρανῷ χαρὰ γίνεται· ἡ Μάδυτος χαίρει
προσφέρουσα, Ποιμενάρχην τὸν θεῖον Χρυσόστομον· Γνησίας δὲ Ἐκκλησίας τὰ τέκνα,
δόξῃ καὶ τιμῇ εὐσεβῶς, ἐν ᾠδαῖς θεοπρεπέσι, τὴν Τριάδα ὑμνοῦσιν.
Δόξα. Ἦχος πλ. δ΄.
Τοῦ Ἱεράρχου.
Εὐφραίνεται ὁ χορός, ὁ τῶν Πατέρων
σήμερον· Φῶς γὰρ τῆς Πίστεως, διὰ Σοῦ αὐγάζει ἅπαντας, πλάνης ὦ Χρυσόστομε
ὀλοθρευτά, στήριγμα δογμάτων τε τῶν Πατρικῶν Μίαν Ἐκκλησίαν, διεκήρυξας Μόνην,
τὴν Ὀρθόδοξον· τῆς Δύσεως αἱρέσεις, ὡς ἐκτὸς Ἀληθείας ἐδογμάτισας, Πίστιν
Ὀρθὴν τοῦ Συμβόλου διακρατήσας.
Στίχ β΄. Οἱ Ἱερεῖς Σου, Κύριε,
ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Ποίοις Σε στολίσωμεν ἄνθεσι; Νικητής,
ἀναδειχθεὶς Καινοτόμων σθεναρός· Συγγραφεύς, κατατροπώσας κραταιῶς
συγκρητιστάς· Πατέρων, τὰ Θεσπίσματα ἐτήρησας· τὸ Νέον, Καλανδάριον ἀνήρεσας·
ζηλῶν ἐζήλωσας δώματα, καὶ ἄνθη τὰ αἰωνίζοντα, Χρυσόστομε, τῶν Γνησίων
ἐγκαλλώπισμα.
Τοῦ Ἱεράρχου.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Γενναίῳ φρονήματι, καὶ θεολόγῳ φωνῇ, κατέβαλες
φρύαγμα τῶν Καινοτόμων Σοφέ, καὶ ἤθλησας ἄριστα· κλέος Ἀρχιερέων, ὦ
Χρυσόστομε ὤφθης, Πίστιν τῶν Ὀρθοδόξων, στερεώσας ἐσχάτως, ἀμέμπτῳ Ὁμολογία,
βίῳ θεόφρονι.
Τοῦ Ἱεράρχου.
Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Τοῦ νέου Χρυσοστόμου χοροὶ τῶν
Ὀρθοδόξων, ἐν χαρμονικαῖς μελωδίαις, τιμήσωμεν τὴν Μνήμην, ἐνθέως σαλπίζοντες
Πιστοί, κυκλοῦντες δὲ τὰ Λείψανα Αὐτοῦ· Καινοτόμους τὸν αἰσχύναντα κραταιῶς,
Θεσπίσμασι τῶν Πατέρων· Μίαν τὴν Ἐκκλησίαν εὐσεβῶς, Μόνην διακηρύξαντα, ῥήσεις
δὲ πεπλανημένας γνησίως ὀλέσαντα.
Τοῦ Ἱεράρχου.
Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Ἱεράρχην τὸν θεῖον ἐγκωμιάσωμεν, Ὁμολογίας τὸν στῦλον καὶ θεολόγον κλεινόν, τὸν ἐν ἤθεσι λαμπροῖς διαβιώσαντα· τῶν Καινοτόμων τὴν ἀχλύν, ὀρθοδόξῳ τῇ φωνῇ, ἐλάσαντα θεοφρόνως· Χρυσόστομον τὸν ἐκ Μαδύτου, Πελαγονίας τὸν Φωστῆρα λαμπρόν.
Ἰδιόμελον. Τοῦ Ἱεράρχου.
Ἦχος πλ. β΄.
Ἱεράρχην γλυκύφθογγον θείοις ὕμνοις,
ἅπαντες τιμῶμεν, Χρυσόστομον λαμπρόν, καὶ χρυσοῤῥόα Ποιμένα, καὶ στῦλον τῆς
Ἀληθοῦς Πίστεως, τὴν πλάνην διαλύσαντα, τῆς Τριάδος Χάριτι.
Τοῦ Ἱεράρχου, οὗ ἡ Ἀκροστιχίς·
«Χρυσοστόμῳ. Πόνος Κυπριανοῦ».
Ἦχος πλ. δ΄. ᾨδὴ α΄. Ὁ Εἱρμός. ᾊσωμεν τῷ
Κυρίῳ·
Χεῖρα μεμολυσμένην, νοῦν τεθολωμένον,
ἁπλανῇ γραφῇ, Σὺ ὦ Τριὰς ὁδήγει, τοῦ ὑμνῆσαι, τὸν νέον Χρυσόστομον. (δὶς)
Ῥήτορα θεοφόρον, πλάνης καθαιρέτην, ἐν χρυσαῖς τομαῖς, καὶ τῇ Θεοῦ δυνάμει,
ἀσιγήτως, τιμῶμεν ἐν ᾄσμασιν.
Τοῦ Ἱεράρχου.
Ἦχος πλ. δ΄. Τὸ προσταχθέν.
Τὰς ζοφερὰς τῶν Δυτικῶν ἐλέγξας πλάνας,
καὶ Καλανδάριον τὸ Νέον ἀπελάσας, ἀνεδείχθης προστάτης τῆς Ὀρθοδοξίας· τὰ Μύρα τῶν Σῶν Λειψάνων τὰ ἱερά, πληροῦσι πάσας καρδίας θείου Φωτός, καὶ
τὸν ζόφον διώκουσι, δογμάτων πλάνης ἐχθροῦ· κραυγάσωμεν οὖν ἅπαντες, χαῖρε
θεῖε Χρυσόστομε.
Τοῦ Ἱεράρχου.
ᾨδὴ Ϛ΄. Χιτῶνά μοι παράσχου.
Νεκρώσας Καινοτόμων τὰς ὁρμάς, φωτὶ τῷ τῆς Χάριτος, θεῖε Χρυσόστομε, εὐχαρίστως ὁ Λαός, νῦν γεραίρει Σε.
(δὶς)
Οἶκος.
Ἄγγελος καὶ Προστάτης, Ὀρθοδόξων ἐφάνης,
ἐσχάτως θεοδώρητος Πάτερ, καὶ τῆς Θεολογίας αὐγαῖς, Καινοτόμων λήρους τοὺς δεινοὺς ἤλασας, καὶ ἅπαντας διήγειρας, τοῦ
βοᾶν Σοι εὐφροσύνως ταῦτα·
Χαῖρε Ὀρθοδόξων ἁπάντων παράκλησις, Χαῖρε
Καινοτόμων ἡ τελεία ἀναίρεσις·
Χαῖρε τεῖχος ἀῤῥαγέστατον Ἐκκλησίας τοῦ
Χριστοῦ,
Χαῖρε φάρος τηλαυγέστατος Ἀληθείας τοῦ
Θεοῦ· Χαῖρε ὅτι διώκεις τὰς αἱρέσεις ἁπάσας,
Ὁ ἀκλινὴς οὗτος πρόμαχος τῆς Γνησίας
Ὀρθοδοξίας, ἀναδειχθεὶς εἰς φαεινοτάτην ἐκκλησιαστικὴν καὶ ἐθνικὴν Μορφήν,
ῥήτορα γλαφυρώτατον καὶ συγγραφέα πολυγραφώτατον, ἐλεγκτὴν τῶν ἀθέσμως
καινοτομησάντων καὶ καθαιρέτην τῶν τῆς Δύσεως αἱρέσεων καὶ πλανῶν, ἐν οἷς καὶ
τὸ Νέον Καλανδάριον…
Τοῦ Ἱεράρχου.
ᾨδὴ η΄. Οἱ θεοῤῥήμονες Παῖδες
Ἱλαστηρίους ἐνέγκας τῷ Παρακλήτῳ, καὶ
προσελκύσας τὴν Χάριν, Ὀρθοδοξίας Χρυσόστομε, Ἐκκλησίαν ὡς Μίαν, καὶ Μόνην ἐδίδαξας.
Τοῦ Ἱεράρχου.
Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τὸν Ἱεράρχην ἅπαντες, Χρυσόστομον
τιμῶμεν, Στήλην καὶ Στῦλον ἄσειστον, ὄντα Ὀρθοδοξίας· λαβὼν γὰρ θείαν Σοφίαν,
ῥήματα Καινοτόμων, καθεῖλε καὶ
ἀπήλασεν, ἐξ Αὐλῆς τῆς Ἁγίας· καὶ εἰς ἡμᾶς, τὴν λαμπρὰν παρέδωκε Παραθήκην,
Πατέρων τὰ Θεσπίσματα, πάντα διαφυλάττειν.
Εἰς τοὺς Αἴνους.
Μίαν Ἐκκλησίαν τοῦ Χριστοῦ, ἐν Ὁμολογίᾳ
κηρύττει, τῶν εὐσεβῶν ὁ χορός, στέργων δὲ τὸ Σύμβολον, Πατέρων ἄτρωτον, νῦν
τιμᾷ τὸν Χρυσόστομον, φωστῆρα τὸν θεῖον, στήσαντα τὸ τρόπαιον, κατὰ αἱρέσεως,
πάντας προτρεπόμενον θείως, φεύγειν Καινοτόμων
τὸ σκότος, Μίαν δὲ κηρύττειν τὴν Ἀλήθειαν.
Πηγή ἐδῶ.