Περί προσκυνήσεως Θεοῦ


                                                    

                                               ἁγ.  Ἰωάννου τοῦ Δαμασκηνοῦ

«Περὶ προσκυνήσεως, τί ἐστι προσκύνησις;

Προσκύνησις τοίνυν ἐστὶ σημεῖον ὑποπτώσεως, τουτέστιν ὑποβάσεως καὶ ταπεινώσεως. Τρόποι δὲ προσκυνήσεώς εἰσι πλεῖστοι.
Πόσοι τρόποι προσκυνήσεως;
Πρῶτος τρόπος προσκυνήσεως ὁ κατὰ λατρείαν, ἣν προσάγομεν μόνῳ τῷ φύσει προσκυνητῷ θεῷ, καὶ οὗτος κατὰ διαφόρους τρόπους. Πρῶτον μὲν κατὰ τὸν τῆς δουλείας· προσκυνοῦσι γὰρ αὐτῷ πάντα τὰ κτίσματα ὡς δοῦλοι δεσπότῃ, «ὅτι τὰ σύμπαντα» γάρ, φησί, «δοῦλα σά», καὶ οἱ μὲν ἑκουσίως, οἱ δὲ ἀκουσίως. Οἱ μὲν γνώσει ἑκουσίως προσκυνοῦσιν ὡς οἱ εὐσεβεῖς, οἱ δὲ ἐπιγινώσκοντες καὶ μὴ θέλοντες ἀκουσίως προσκυνοῦσιν ὡς οἱ δαίμονες· ἄλλοι μὴ εἰδότες τὸν φύσει θεὸν προσκυνοῦσιν ἀκουσίως, ὃν ἀγνοοῦσιν.
Δεύτερος τρόπος ὁ κατὰ θαῦμα καὶ πόθον, καθ' ὃν προσκυνοῦμεν τῷ θεῷ διὰ τὴν φυσικὴν δόξαν αὐτοῦ· μόνος γάρ ἐστι δεδοξασμένος οὐκ ἔκ τινος ἔχων τὴν δόξαν, ἀλλ' αὐτὸς ὢν πάσης δόξης αἴτιος καὶ παντὸς ἀγαθοῦ φῶς ἀκατάληπτον, γλυκασμὸς ἀνείκαστος, κάλλος ἀμήχανον, ἀγαθότητος ἄβυσσος, σοφία ἀνεξιχνίαστος, ἀπειροδύναμος δύναμις, μόνος ἄξιος δι' ἑαυτὸν θαυμάζεσθαι προσκυνεῖσθαί τε καὶ δοξάζεσθαι καὶ ποθεῖσθαι.
Τρίτος τρόπος ὁ τῆς εὐχαριστίας ὑπὲρ τῶν γεγονότων εἰς ἡμᾶς ἀγαθῶν· πάντα γὰρ τὰ ὄντα χρεωστεῖ εὐχαριστεῖν τῷ θεῷ καὶ προσφέρειν ἀένναον προσκύνησιν, ὅτι τε ἐξ αὐτοῦ ἔχει τὸ εἶναι τὰ πάντα καὶ ἐν αὐτῷ συνίσταται καὶ πᾶσι μεταδίδωσιν ἀφθόνως τῶν ἑαυτοῦ δωρεῶν καὶ δίχα αἰτήσεως καὶ θέλει πάντας σωθῆναι καὶ μετέχειν τῆς ἑαυτοῦ ἀγαθότητος καὶ μακροθυμεῖ ἐφ' ἡμῖν ἁμαρτάνουσι καὶ ἀνατέλλει τὸν ἥλιον ἐπὶ δικαίους καὶ ἀδίκους καὶ βρέχει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ ὅτι ὁ υἱὸς τοῦ θεοῦ δι' ἡμᾶς καθ' ἡμᾶς γέγονε καὶ θείας κοινωνοὺς φύσεως ἐποίησεν ἡμᾶς, ὅτι «ὅμοιοι αὐτῷ ἐσόμεθα», ὥς φησιν Ἰωάννης ὁ θεολόγος ἐν τῇ καθολικῇ ἐπιστολῇ.
Τέταρτος τρόπος ὁ κατ' ἔνδειαν καὶ ἐλπίδα εὐεργεσιῶν, καθ' ἃς ἐπιγινώσκοντες, ὡς οὐ δυνάμεθα ἐκτὸς αὐτοῦ ποιεῖν οὐδὲν ἢ ἔχειν ἀγαθόν, προσκυνοῦμεν αἰτοῦντες παρ' αὐτοῦ ἕκαστος, οὗ αἰσθάνεται ἐνδεῶς ἔχειν καὶ ὃ ποθεῖ, ῥυσθῆναί τε κακῶν καὶ τυχεῖν ἀγαθῶν.
Πέμπτος τρόπος ὁ τῆς μετανοίας καὶ τῆς ἐξομολογήσεως· ἁμαρτάνοντες γὰρ προσκυνοῦμεν καὶ προσπίπτομεν τῷ θεῷ δεόμενοι συγχωρηθῆναι τὰ πταίσματα ὡς δοῦλοι εὐγνώμονες. Καὶ οὗτος ὁ τρόπος τρισσός ἐστιν· ἢ γὰρ κατ' ἀγάπην λυπεῖταί τις ἢ ὡς μὴ ἀποτύχῃ τῶν τοῦ θεοῦ εὐεργεσιῶν ἢ δεδιὼς τὰς κολάσεις. Καὶ ἔστιν ὁ μὲν πρῶτος ἐξ εὐγνωμοσύνης καὶ πόθου αὐτοῦ τοῦ θεοῦ καὶ υἱϊκῆς διαθέσεως, ὁ δεύτερος μισθωτικῆς, ὁ δὲ τρίτος δουλικῆς».

(Δαμασκηνοῦ Ἰωάννου, Λόγοι ἀπολογητικοι πρὸς τοὺς διαβάλλοντας τὰς ἁγίας εἰκόνας, TLG, Section 3,24, line 1).