«Καί ἐξ ὑμῶν αὐτῶν οἱ λαλοῦντες διεστραμμένα»!


Στὸ ἀποστολικὸ Ἀνάγνωσμα τῆς Κυριακῆς τῶν Πατέρων τῆς Α΄ Οἰκουμενικῆς Συνόδου, ὁ ἀπόστολος Παῦλος μᾶς ἐνημερώνει γιὰ τὴν πραγματικότητα τῆς ὑπάρξεως ἀναμεσά μας, ἐκείνων τῶν διεστραμμένων ἱερωμένων, ποὺ ἀντιστέκονται συνειδητὰ καὶ διαστρέφουν τὸν Εὐαγγελικὸ λόγο.

Αὐτοί, ἀντὶ νὰ βαδίσουν δρόμο τῆς ἀληθείας, ἀντὶ νὰ συντελέσουν στὴν ἑνότητα τῆς Πίστεως, διαλύουν τὴν ἑνότητα. Προλέγει λοιπόν ὁ ἀπόστολος ὅτι αὐτοὶ οἱ διασπαστὲς θὰ εἶναι κάποιοι δικοί μας ἱερωμένοι, Πατριάρχες, Μητροπολίτες, ἱερεῖς, ποὺ μὲ τὶς ψευδο-διδασκαλίες τους (καὶ ἐνῶ ὁ πολὺς λαὸς τοὺς θεωρεῖ ἀκόμα δικούς του) αὐτοὶ εἶναι ψευδεπίσκοποι:

«Καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω αὐτῶν».

Αὐτὸ τὸ δρᾶμα ζεῖ ἡ Ἐκκλησία μας σήμερα, στοὺς ἔσχατους καιρούς. Καὶ ἀνεχόμαστε αὐτοὺς τοὺς ψευδεπισκόπους καὶ ψευδοδιδασκάλους, οἱ ὁποῖοι συνοδικὰ ἀποφαίνονται, διδάσκουν, ἐφαρμόζουν ἢ ἀνέχονται σὲ πλεῖστα σωτηριολογικὰ θέματα τὴν διαστροφὴ τοῦ Εὐαγγελικοῦ λόγου.

Ἀκολουθοῦν μερικὰ κείμενα γιὰ τὸ πῶς ἡ ὀρθόδοξη Παράδοση ἐξηγεῖ τὸ ἀποστολικὸ αὐτὸ χωρίο:

Ἐφραὶμ τοῦ Σύρου: «Μετὰ τὴν ἄφιξίν μου, ἐλεύσονται εἰς ὑμᾶς λύκοι βαρεῖς, μὴ φειδόμενοι τοῦ ποιμνίου, λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω αὐτῶν... Οἵτινες εἰσελεύσονται ἐν ἐνδύμασι προβάτων, ὑπάρχοντες αὐτοὶ λύκοι ἅρπαγες. Τὰ μὲν ρήματα γλυκέα ἔχοντες, τὴν δὲ καρδίαν μεστὴν χολῆς καὶ πικρίας. Καὶ ἐσθῆτα μὲν κατηφῆ περικείμενοι, μαθηταὶ δὲ ὑπάρχοντες τοῦ ἀπ' ἀρχῆς βασκαίνοντος ἡμᾶς Διαβόλου· διὸ δὴ καὶ τῶν ἐκείνου τυγχάνουσι ζιζανίων σπορά...

Μὴ οὖν καθεσθῆτε μετὰ συνεδρίου ματαιότητος αὐτῶν, καὶ μὴ ἰχνηλατήσητε τρίβον διανοίας αὐτῶν. Οὐ διαφέρει γὰρ δαίμονι συνοικῆσαι, ἢ μετὰ ἀποστάτου ἀνδρὸς παρανόμου· ἐφορκιζόμενος γὰρ ὁ δαίμων, ὑποσταλεὶς φεύξεται, μὴ ἰσχύων μεῖναι ἔνθα Χριστὸς κατ' αὐτοῦ ὀνομάζεται» (Ἐφραὶμ τοῦ Σύρου, Τοῦ ὁσίου Ἐφραῒμ διαθήκη).

Ἱ. Χρυσοστόμου: «η΄. Καὶ μὴ θαυμάσῃς, ἐὰν οἱ ποιμένες λύκοι γίνωνται. Πρὸς γὰρ ἐπισκόπους καὶ πρεσβυτέρους διαλεγόμενος Παῦλος ὁ ἀπόστολος ἔλεγεν, ὅτι Ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα. Ὥστε μηδεὶς πλανάτω ὑμᾶς, ἔχων ἔξωθεν σχῆμα ἀγγελικόν, καὶ ἔσωθεν διαβολικόν. Διὰ τοῦτο ὁ Ἰησοῦς ἔλεγεν· Βλέπετε, μή τις ὑμᾶς πλανήσῃ. Κἀγὼ δὲ πάλιν τὰ ὅμοια ἐρῶ· βλέπετε μή τις ὑμᾶς πλανήσῃ, μήτε ἀπὸ τῶν ἔσωθεν, μήτε ἀπὸ τῶν ἔξωθεν, μὴ ἐπίσκοπος, μὴ πρεσβύτερος, μὴ διάκονος, μὴ ἀναγνώστης, ἤ τις ἐὰν ᾖ λαλῶν διεστραμμένα· Οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες· οἵτινες ἔχουσιν μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι» (Χρυσοστόμου Ἰω., Λόγος περὶ ψευδοπροφητῶν, καὶ ψευδοδιδασκάλων, καὶ ἀθέων αἱρετικῶν...).

«Οἶδα ὅτι μετὰ τὴν ἄφιξίν μου εἰσελεύσονται πρὸς ὑμᾶς λύκοι βαρεῖς, καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα. Τριπλοῦς ὁ πόλεμος, ἡ φύσις τῶν θηρίων, ἡ χαλεπότης τοῦ πολέμου, τὸ μὴ ἀλλοτρίους, ἀλλὰ καὶ οἰκείους εἶναι τοὺς πολεμοῦντας· διὰ τοῦτο χαλεπώτερος· εἰκότως. Ἂν μὲν γὰρ ἔξωθέν μέ τις βάλλῃ καὶ πολεμῇ, ῥᾳδίως αὐτοῦ περιγενέσθαι δυνήσομαι· ἂν δὲ ἔνδοθεν ἀπὸ τοῦ σώματος φύῃ τὸ ἕλκος, δυσίατον γίνεται τὸ κακόν· ὃ δὴ καὶ τότε ἐγένετο» (Χρυσοστόμου Ἰω., Εἰς τὸν ἐν ἁγίοις πατέρα ἡμῶν Εὐστάθιον ἀρχιεπίσκοπον Ἀντιοχείας τῆς μεγάλης).

«γʹ. Καὶ ὅρα· οὐχ ἁπλῶς εἶπε, Λύκοι, ἀλλὰ προσέθηκε, Βαρεῖς, τὸ σφοδρὸν αὐτῶν καὶ ἰταμὸν αἰνιττόμενος· καὶ τὸ χαλεπώτερον, ὅτι αὐτοὺς τούτους ἐξ αὐτῶν ἀναστήσεσθαι λέγει· ὃ καὶ σφόδρα ἐστὶ βαρύ, ὅταν καὶ ἐμφύλιος ὁ πόλεμος ᾖ. Καὶ καλῶς εἶπε, Προσέχετε, δεικνὺς περισπούδαστον σφόδρα τὸ πρᾶγμα (Ἐκκλησία γάρ ἐστι), καὶ ὅτι μέγας ὁ κίνδυνος (αἵματι γὰρ αὐτὴν ἐλυτρώσατο), καὶ ὅτι πολὺς ὁ πόλεμος καὶ διπλοῦς. Ταῦτα τοίνυν ἐδήλωσεν, εἰπών· Καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα, τοῦ ἀποσπᾷν τοὺς μαθητὰς ὀπίσω αὐτῶν (Χρυσοστόμου Ἰω., Ὑπόμνημα εἰς τὰς Πράξεις...).