Καταθέτουμε κάποιες σύντομες, ἀποσπασματικὲς ρήσεις τῶν Ἁγίων Πατέρων, ποὺ ἀντικρούουν τὴν αἱρετικὴ «θεολογία» τοῦ κεκοιμημένου πιὰ Μητροπολίτη Περγάμου Ἰωάννη Ζηζιούλα καὶ τῶν οἰκουμενιστῶν συνεχιστῶν του περὶ «Πρώτου» εἰς τὴν Ἁγίαν Τριάδαν.
«Ἐπὶ τῆς ἁγίας Τριάδος οὐδεὶς πρῶτος, καὶ οὐδεὶς ὕστερος, ἀλλ' ἅμα Πατήρ, ἅμα Υἱός, ἅμα Πνεῦμα ἅγιον· καὶ διὰ τοῦτο καὶ συνάναρχοι λέγονται, καὶ ἄναρχοι. Καὶ οὐχ ὁ μὲν πρῶτος, ὁ δ' ὕστερος, ἀλλ' ἅμα οἱ τρεῖς, Πατήρ, Υἱὸς καὶ Πνεῦμα ἅγιον» (Μ. Ἀθανασίου).
«Καὶ ἐν ταύτῃ τῇ Τριάδι οὐδεὶς πρῶτος ἢ ἔσχατος, οὐδεὶς μέγας ἢ μικρός· ἀλλὰ αἱ τρεῖς ὑποστάσεις αἰώνιοί τέ εἰσι καὶ ἴσαι εἰς πάντα, ὡς προείρηται. Μονάδα γοῦν ἐν Τριάδι, καὶ Τριάδα ἐν μονάδι πᾶς Χριστιανὸς εὐσεβείσθω· καὶ οὕτω περὶ τῆς ἁγίας καὶ ζωοποιοῦ καὶ ὁμοουσίου Τριάδος δοξαζέτω» (Μ. Ἀθανασίου).
«Ἐγώ εἰμι πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα καὶ ἔμπροσθεν ἐμοῦ θεὸς οὐ γέγονε καὶ μετ' ἐμὲ οὐκ ἔσται. (...) διὰ τούτου μανθάνομεν ὅτι μία τίς ἐστιν ἡ θεία φύσις συνεχὴς πρὸς ἑαυτὴν καὶ ἀδιάσπαστος, τὸ πρότερον καὶ ὕστερον ἐφ' ἑαυτῆς οὐ προσιεμένη...» (Γρηγορίου Νύσσης).
«Καὶ ζητείτω λοιπὸν ὁ αἱρετικὸς, τίς ὁ μείζων αὐτοῦ· ἐμοὶ γὰρ οὐ θέμις εἰπεῖν ἢ νοεῖν. οὐ γὰρ ἀνὰ μέρος μὲν εἰκὼν ἔσται τοῦ Πατρὸς ὁ Υἱός, ἀνὰ μέρος δὲ οὐκέτι» (Κυρίλλου Ἀλεξανδρείας).
«Καὶ γνώσεσθε ὅτι Κύριος παντοκράτωρ ἀπέσταλκέ με”. Τοιγαροῦν καὶ ὁ ἀποστείλας Κύριος παντοκράτωρ, καὶ ὁ ἀποσταλεὶς Κύριος Παντοκράτωρ, καὶ οὐδεμία ἀξιωμάτων διαφορά» (Θεοδωρήτου Κύρου).
«Καὶ ἐν μὲν τῇ προτέρᾳ Ἐπιστολῇ πρῶτον ἔταξε τὸ Πνεῦμα, ἐνταῦθα δὲ τελευταῖον, διδάσκων ὡς οὐ ποιεῖ τῶν ὀνομάτων ἡ τάξις ἀξιωμάτων διαφοράν» (Θεοδωρήτου Κύρου).
«Ἀλλὰ μὴν εἴ γε καὶ ὁ θρόνος ὁ τοῦ Θεοῦ, ὥσπερ οὖν ἡμεῖς πεπιστεύκαμεν, ἀξιώματός ἐστιν ὄνομα, ἡ ἐκ δεξιῶν τοῦ Πατρὸς ἀφωρισμένη τῷ Υἱῷ καθέδρα τί ποτε ἕτερον, καὶ οὐχὶ τὸ ὁμότιμον τῆς ἀξίας ἀποσημαίνει;» (Μ. Βασιλείου).
«Οὐ γὰρ εἶπεν ὅτι εἰς πρῶτον καὶ δεύτερον καὶ τρίτον· οὐδὲ εἰς ἓν καὶ δύο καὶ τρία· ἀλλὰ δι' ὀνομάτων ἁγίων τὴν γνῶσιν τῆς πρὸς σωτηρίαν ἀγούσης πίστεως ἐχαρίσατο. Ὥστε τὸ μὲν σῷζον ἡμᾶς ἡ πίστις ἐστίν..., σιωπῇ τιμάσθω τὰ ἄρρητα... Οὐ γὰρ κατὰ σύνθεσιν ἀριθμοῦμεν, ἀφ' ἑνὸς εἰς πλῆθος ποιούμενοι τὴν παραύξησιν, ἓν καὶ δύο καὶ τρία λέγοντες, οὐδὲ πρῶτον καὶ δεύτερον καὶ τρίτον. «Ἐγὼ γὰρ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα» (Μ. Βασιλείου).
«Ἕνα γὰρ θεὸν γινώσκομεν, ἐν μόναις δὲ ταῖς ἰδιότησι τῆς τε πατρότητος καὶ τῆς υἱότητος καὶ τῆς ἐκπορεύσεως κατά τε τὸ αἴτιον καὶ αἰτιατὸν ...τὴν διαφορὰν ἐννοοῦμεν... ἐν ἀλλήλαις γὰρ αἱ ὑποστάσεις εἰσίν, ...οὔτε θελήματος διαφορὰν ἢ γνώμης ἢ ἐνεργείας ἢ δυνάμεως ἤ τινος ἑτέρου, ἅτινα τὴν πραγματικὴν καὶ δι' ὅλου ἐν ἡμῖν γεννῶσι διαίρεσιν» (Δαμασκηνοῦ Ἰωάννου).
«Ὢ τῆς ὑπερβαλούσης τῶν αἱρετικῶν ἀβελτηρίας! Μείζων, φησίν, ὁ δοξάζων τοῦ δοξαζομένου· καὶ δοξάζει μὲν ὁ Πατὴρ, δοξάζεται δὲ ὁ Υἱός· μείζων οὖν ἄρα τοῦ Υἱοῦ ὁ Πατήρ. Εἰ τοίνυν ὁ Υἱὸς οὐκ ἐδοξάσθη μόνον, ἀλλὰ καὶ τὸν δοξάσαντα ἐδόξασεν, ποίαν χώραν σχοίη τὸ μεῖζον καὶ τὸ ἔλαττον;» (Θεοδωρήτου Κύρου).
«Καὶ εἰ ἀδελφός ἐστι (σ.σ. τὸ Ἅγιον Πνεῦμα), πῶς μονογενὴς ὁ Λόγος, ἢ πῶς οὐκ ἴσοι, ἀλλ' ὁ μὲν μετὰ τὸν Πατέρα, τὸ δὲ μετὰ τὸν Υἱὸν ὀνομάζεται; Πῶς δὲ, εἰ ἐκ τοῦ Πατρός ἐστιν, οὐ λέγεται καὶαὐτὸ γεγεννῆσθαι...; Τοιαῦτα παίζουσιν οἱ ἄτιμοι, περιεργαζόμενοι καὶ θέλοντες ἐρευνᾷν τὰ βάθη τοῦ Θεοῦ, ἃ μηδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ δυσφημούμενον ὑπ' αὐτῶν» (Μ. Ἀθανασίου).