Ο ι. Χρυσόστομος για τη στάση μας απέναντι στους αιρετικούς


Στήν ἑρμηνεία τοῦ ρητοῦ «πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καί ὑπείκετε...» (Ἑβρ. 13,17), ποὺ οἱ Οἰκουμενιστὲς καὶ οἱ ἀρνούμενοι νὰ ἐφαρμόσουν τὴν διδασκαλία τῶν Ἁγίων σὲ καιροὺς αἱρέσεως ἔχουν κυριολεκτικὰ κατακρεουργήσει, ἀλλὰ καὶ στὰ θέματα κοινωνίας καὶ  μοιχεπιβασίας ὁ ἅγιος ἀναφέρει:

«Κακόν μέν ἡ ἀναρχία πανταχοῦκαὶ πολλῶν ὑπόθεσις συμφορῶν, καὶ ἀρχὴ ἀταξίας καὶ συγχύσεως· μάλιστα δὲ ἐν Ἐκκλησίᾳ τοσοῦτον ἐπισφαλεστέρα ἐστίν, ὅσον καὶ τὸ τῆς ἀρχῆς μεῖζον καὶ ὑψηλότερον... κρεῖττον γὰρ ὑπὸ μηδενὸς ἄγεσθαι ἢ ὑπὸ κακοῦ ἄγεσθαι.  Ὁ μὲν γὰρ πολλάκις μὲν ἐσώθη, πολλάκις δὲ ἐκινδύνευσεν· οὗτος δὲ πάντως κινδυνεύσει, εἰς βάραθρα ἀγόμενος. Πῶς οὖν ὁ Παῦλός φησι· Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε; Ἀνωτέρω εἰπών, Ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν, τότε εἶπε, Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε. Τί οὖν, φησίν, ὅταν πονηρὸς ᾖ, καὶ μὴ πειθώμεθα; Πονηρός, πῶς λέγεις; εἰ μὲν πίστεως ἕνεκεν, φεῦγε αὐτὸν καὶ παραίτησαι, μὴ μόνον ἂν ἄνθρωπος ᾖ, ἀλλὰ κἂν ἄγγελος ἐξ οὐρανοῦ κατιών· εἰ δὲ βίου ἕνεκεν, μὴ περιεργάζου. Καὶ τοῦτο οὐκ οἴκοθεν λέγω τὸ ὑπόδειγμα, ἀλλ' ἀπὸ τῆς θείας Γραφῆς...» (ΕΠΕ 25,370 –P.G. 63,231).

«Ἤκουσα γὰρ κἀγὼ περὶ τοῦ λήρου ἐκείνου τοῦ Ἀρσακίου, ὃν ἐκάθισεν ἡ βασίλισσα ἐν τῷ θρόνῳ, ὅτι ἔθλιψε τοὺς ἀδελφοὺς καὶ τὰς παρθένους μὴ θέλοντας αὐτῷ κοινωνῆσαι. Πολλοὶ δὲ αὐτῶν δι' ἐμὲ καὶ ἐν φυλακῇ ἀπέθανον. Ὁ γὰρ προβατόσχημος ἐκεῖνος λύκος, ὁ σχῆμα μὲν ἔχων ἐπισκόπουμοιχὸς δὲ ὑπάρχων –ὡς γὰρ ἡ γυνὴ μοιχαλὶς χρηματίζει ἡ ζῶντος τοῦ ἀνδρὸς ἑτέρῳ συναφθεῖσα οὕτω καὶ οὗτος μοιχός ἐστιν– οὐ σαρκός, ἀλλὰ πνεύματος· ζῶντος γὰρ ἐμοῦ ἥρπασέ μου τὸν θρόνον τῆς ἐκκλησίας» (ΕΠΕ 38, 240).

«Ἐδήλωσε γάρ μοι ὁ κύριός μου Παιάνιος ὅτι οἱ πρεσβύτεροι αὐτοῦ τοῦ Φαρετρίου πάρεισιν αὐτόθι οἳ ἔφησαν ἡμῖν κοινωνεῖν καὶ μηδὲν κοινὸν ἔχειν πρὸς τοὺς ἐναντίους, μηδὲ συγγίνεσθαι αὐτοῖς, μηδὲ κοινωνῆσαι» (ΕΠΕ, 37,430).