Οι Ακολουθίες του ΕΣΠΕΡΙΝΟΥ και του ΟΡΘΡΟΥ
Ε Σ Π Ε Ρ Ι Ν Ο Σ
Μετὰ τὸν Προοιμιακὸν Ψαλμόν,
καὶ τὸ πρῶτον Κάθισμα τοῦ Ψαλτηρίου, εἰς τό, Κύριε, ἐκέκραξα, ἱστῶμεν Στίχους ι´, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα
Ϛ´, καὶ τοῦ Τριῳδίου δ´.
Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου.
Ἦχος βαρύς.
Στίχ. α´. Ἐξάγαγε ἐκ
φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Δεῦτε ἀγαλλιασώμεθα
τῷ Κυρίῳ, τῷ συντρίψαντι θανάτου τὸ κράτος, καὶ φωτίσαντι ἀνθρώπων
τὸ γένος, μετὰ τῶν Ἀσωμάτων κραυγάζοντες· Δημιουργὲ καὶ Σωτὴρ ἡμῶν
δόξα σοι.
Στίχ. β´. Ἐμὲ ὑπομενοῦσι
δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.
Σταυρὸν ὑπέμεινας Σωτήρ,
καὶ ταφὴν δι᾿ ἡμᾶς· θανάτῳ δὲ ὡς Θεός, θάνατον ἐνέκρωσας· διὸ προσκυνοῦμεν
τὴν τριήμερόν σου ἀνάστασιν· Κύριε δόξα σοι.
Στίχ. γ´. Ἐκ βαθέων ἐκέκραξά
σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.
Ἀπόστολοι ἰδόντες τὴν
ἔγερσιν τοῦ Δημιουργοῦ, ἐθαύμασαν βοῶντες τὴν αἴνεσιν τὴν ἀγγελικήν·
Αὕτη ἡ δόξα τῆς Ἐκκλησίας, οὗτος ὁ πλοῦτος τῆς Βασιλείας. Ὁ παθὼν δι᾿
ἡμᾶς, Κύριε δόξα σοι.
Ἕτερα Στιχηρά, Ἀνατολικά.
Στίχ. δ´. Γενηθήτω τά
ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Κἂν συνελήφθης Χριστέ,
ὑπὸ ἀνόμων ἀνδρῶν, ἀλλὰ σύ μου εἶ Θεός, καὶ οὐκ αἰσχύνομαι· ἐμαστίχθης
τὸν νῶτον, οὐκ ἀρνοῦμαι· Σταυρῷ προσηλώθης, καὶ οὐ κρύπτω· εἰς τὴν ἔγερσίν
σου καυχῶμαι· ὁ γὰρ θάνατός σου ζωή μου. Παντοδύναμε καὶ Φιλάνθρωπε,
Κύριε δόξα σοι.
Στίχ. ε´. Ἐὰν ἀνομίας
παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός
ἐστιν.
Δαυϊτικὴν προφητείαν
ἐκπληρῶν, Χριστὸς μεγαλειότητα, ἐν Σιὼν τὴν οἰκείαν, Μαθηταῖς ἐξεκάλυψεν·
αἰνετὸν δεικνὺς ἑαυτόν, καὶ δοξαζόμενον ἀεί, σὺν Πατρί τε καὶ Πνεύματι
ἁγίῳ· πρότερον μὲν ἄσαρκον ὡς Λόγον, ὕστερον δὲ δι᾿ ἡμᾶς σεσαρκωμένον,
καὶ νεκρωθέντα ὡς ἄνθρωπον, καὶ ἀναστάντα κατ᾿ ἐξουσίαν ὡς φιλάνθρωπον.
Στίχ. Ϛ´. Ἕνεκεν τοῦ ὀνόματός
σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν
ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Κατῆλθες ἐν τῷ ᾅδῃ Χριστὲ
ὡς ἠβουλήθης, ἐσκύλευσας τὸν θάνατον, ὡς Θεὸς καὶ Δεσπότης· καὶ ἀνέστης
τριήμερος, συναναστήσας τὸν Ἀδάμ, ἐκ τῶν τοῦ ᾅδου δεσμῶν καὶ τῆς φθορᾶς,
κραυγάζοντα καὶ λέγοντα· Δόξα τῇ ἀναστάσει σου, μόνε Φιλάνθρωπε.
Καὶ τοῦ Σταυροῦ ἐκ τοῦ Τριῳδίου δ´.
Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν ἀληθῶς.
Στίχ. ζ´. Ἀπὸ φυλακῆς
πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν
Κύριον.
Λάμψον ὁ τοῦ Κυρίου
Σταυρός, τὰς φεγγοβόλους ἀστραπάς σου τῆς χάριτος, καρδίας τῶν σὲ τιμώντων,
καὶ θεολήπτῳ στοργῇ, περιπτυσσομένων, κοσμοπόθητε· δι᾿ οὗ τῶν δακρύων,
ἐξηφανίσθη κατήφεια, καὶ τοῦ θανάτου, τῶν παγίδων ἐῤῥύσθημεν, καὶ
πρὸς ἄληκτον, εὐφροσύνην μετήλθομεν· δεῖξον τῆς ὡραιότητος, τῆς
σῆς τὴν εὐπρέπειαν, τὰς ἀντιδόσεις παρέχων, τῆς ἐγκρατείας τοῖς δούλοις
σου, πιστῶς αἰτουμένοις, σὴν πλουσίαν προστασίαν, καὶ μέγα ἔλεος.
Στίχ. η´. Ὅτι παρὰ τῷ
Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται
τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Χαίροις ὁ ζωηφόρος
Σταυρός, τῆς Ἐκκλησίας ὁ ὡραῖος παράδεισος, τὸ ξύλον τῆς ἀφθαρσίας,
τὸ ἐξανθῆσαν ἡμῖν, αἰωνίου δόξης τὴν ἀπόλαυσιν· δι᾿ οὗ τῶν δαιμόνων,
ἀποδιώκονται φάλαγγες, καὶ τῶν Ἀγγέλων, συνευφραίνονται τάγματα,
καὶ συστήματα, τῶν πιστῶν ἑορτάζουσιν· ὅπλον ἀκαταγώνιστον, κραταίωμα
ἄῤῥηκτον, τῶν Βασιλέων τὸ νῖκος, τῶν Ἱερέων τὸ καύχημα· Χριστοῦ νῦν
τὰ πάθη, καὶ ἡμῖν δίδου προφθάσαι, καὶ τὴν Ἀνάστασιν.
Στίχ. θ´. Αἰνεῖτε τὸν
Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Χαίροις ὁ ζωηφόρος
Σταυρός, τῆς εὐσεβείας τὸ ἀήττητον τρόπαιον, ἡ θύρα τοῦ Παραδείσου,
ὁ τῶν πιστῶν στηριγμός, τὸ τῆς Ἐκκλησίας περιτείχισμα· δι᾿ οὗ ἐξηφάνισται,
ἡ ἀρὰ καὶ κατήργηται, καὶ κατεπόθη, τοῦ θανάτου ἡ δύναμις, καὶ ὑψώθημεν,
ἀπὸ γῆς πρὸς οὐράνια· ὅπλον ἀκαταμάχητον, δαιμόνων ἀντίπαλε, δόξα
Μαρτύρων, Ὁσίων, ὡς ἀληθῶς ἐγκαλλώπισμα, λιμὴν σωτηρίας, ὁ δωρούμενος
τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Στίχ. ι´. Ὅτι ἐκραταιώθη
τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Δεῦρο τῶν Πρωτοπλάστων
δυάς, ἡ τῆς χορείας ἐκπεσοῦσα τῆς ἄνωθεν, τῷ φθόνῳ τοῦ βροτοκτόνου,
διὰ πικρᾶς ἡδονῆς, τῆς τοῦ ξύλου πάλαι ἀπογεύσεως· ἰδοὺ τὸ πανσέβαστον,
ὄντως Ξύλον προσέρχεται, ᾧ προσδραμόντες, ἐν χαρᾷ περιπτύξασθε,
καὶ βοήσατε, πρὸς αὐτὸ μετὰ πίστεως· Σὺ ἡμῶν ἡ ἀντίληψις, Σταυρὲ
πανσεβάσμιε, οὗ τοῦ καρποῦ μετασχόντες, τῆς ἀφθαρσίας ἐτύχομεν, Ἐδὲμ
τὴν προτέραν, κομισάμενοι βεβαίαν, καὶ μέγα ἔλεος.
Δόξα. Τοῦ Σταυροῦ. Ἦχος γ´.
Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ
τὴν ἑκούσιον σταύρωσιν, εἰς κοινὴν ἐξανάστασιν, τοῦ γένους τῶν ἀνθρώπων
καταδεξάμενος, καὶ τῷ καλάμῳ τοῦ Σταυροῦ, βαφαῖς ἐρυθραῖς, τοὺς σαυτοῦ
δακτύλους αἱματώσας, ταῖς ἀφεσίμοις ἡμῖν, βασιλικῶς ὑπογράψαι φιλανθρωπευσάμενος,
μὴ παρίδῃς ἡμᾶς κινδυνεύοντας, καὶ πάλιν τὴν ἀπὸ σοῦ διάστασιν·
ἀλλ᾿ οἰκτείρησον μόνε μακρόθυμε, τὸν ἐν περιστάσει λαόν σου, καὶ ἀνάστηθι,
πολέμησον τοὺς πολεμοῦντας ἡμᾶς, ὡς παντοδύναμος.
Καὶ νῦν. Θεοτοκίον. Ἦχος βαρύς.
Μήτηρ μὲν ἐγνώσθης, ὑπὲρ
φύσιν Θεοτόκε, ἔμεινας δὲ παρθένος, ὑπὲρ λόγον καὶ ἔννοιαν· καὶ τὸ θαῦμα
τοῦ τόκου σου, ἑρμηνεῦσαι γλῶσσα οὐ δύναται· παραδόξου γὰρ οὔσης τῆς
συλλήψεως Ἁγνή, ἀκατάληπτός ἐστιν ὁ τρόπος τῆς κυήσεως· ὅπου γὰρ βούλεται
Θεός, νικᾶται φύσεως τάξις. Διό σε πάντες Μητέρα τοῦ Θεοῦ γινώσκοντες,
δεόμεθά σου ἐκτενῶς· πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
* * *
Εἴσοδος καὶ ὁ προεστὼς ἢ ὁ ἀναγνώστης
τὴν ἐπιλύχνιον εὐχαριστίαν χῦμα·
Φῶς ἱλαρὸν ἁγίας δόξης, * ἀθανάτου Πατρός, * οὐρανίου, ἁγίου, μάκαρος, * Ἰησοῦ Χριστέ, * ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, * ἰδόντες φῶς ἑσπερινόν, * ὑμνοῦμεν Πατέρα, Υἱόν, * καὶ ἅγιον Πνεῦμα, Θεόν. * Ἄξιόν σε ἐν πᾶσι καιροῖς * ὑμνεῖσθαι φωναῖς αἰσίαις, * Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· * διὸ ὁ κόσμος σὲ δοξάζει.
Καὶ ψάλλεται τὸ προκείμενον
τῆς ἡμέρας.
Τῷ Σαββάτῳ ἑσπέρας.
Ἦχος πλ. β´. Ψαλμὸς Ϟβ´ (92).
Ὁ Κύριος ἐβασίλευσεν,
εὐπρέπειαν ἐνεδύσατο. (Ϟβ´ 1)
Στίχ. α´. Ἐνεδύσατο Κύριος
δύναμιν καὶ περιεζώσατο. (Ϟβ´ 1)
Στίχ. β´. Καὶ γὰρ ἐστερέωσε
τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (Ϟβ´ 1)
* * *
Εἶτα ἡ συνήθης Ἐκτενής, τό·
Καταξίωσον, Κύριε,
ἐν τῇ ἑσπέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε,
ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου
εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, καθάπερ
ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά
σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς
εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς
τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει
ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Τὰ Πληρωτικά, ἡ κεφαλοκλισία
κ.λπ.
* * *
Εἰς τὸν Στίχον. Ἀπόστιχα Στιχηρά.
Τὸ Ἀναστάσιμον. Ἦχος βαρύς.
Ἀνέστης ἐκ τοῦ τάφου, Σωτὴρ
τοῦ κόσμου, καὶ συνήγειρας τοὺς ἀνθρώπους, σὺν τῇ σαρκί σου· Κύριε δόξα
σοι.
Τὰ κατ᾿ Ἀλφάβητον.
Ἰωάννου τοῦ Δαμασκηνοῦ.
Στίχ. Ὁ Κύριος ἐβασίλευσεν,
εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.
(Ψαλμ.
Ϟβ´ 1)
Τὸν ἀναστάντα ἐκ νεκρῶν,
καὶ φωτίσαντα πάντα, δεῦτε προσκυνήσωμεν· ἐκ τῆς τοῦ ᾅδου γὰρ τυραννίδος,
ἡμᾶς ἠλευθέρωσε, διὰ τῆς αὑτοῦ τριημέρου ἐγέρσεως, ζωὴν ἡμῖν δωρησάμενος,
καὶ τὸ μέγα ἔλεος.
Στίχ. Καὶ γὰρ ἐστερέωσε
τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (Ψαλμ. Ϟβ´ 1)
Ὑπὸ τὸν ᾅδην κατελθὼν
Χριστέ, θάνατον ἐσκύλευσας, καὶ τριήμερος ἀναστάς, ἡμᾶς συνανέστησας,
δοξάζοντας τὴν σήν, παντοδύναμον ἔγερσιν, Κύριε φιλάνθρωπε.
Στίχ. Τῷ οἴκῳ σου πρέπει
ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. (Ψαλμ. Ϟβ´ 5)
Φοβερὸς ὤφθης Κύριε,
ἐν τάφῳ κείμενος ὡς ὁ ὑπνῶν· ἀναστὰς δὲ τριήμερος ὡς δυνατός, τὸν Ἀδὰμ
συνανέστησας κραυγάζοντα· Δόξα τῇ ἀναστάσει σου, μόνε Φιλάνθρωπε.
Δόξα. Καὶ νῦν. Τοῦ Τριῳδίου. Ἦχος δ´.
Ὁ συμμαχήσας Κύριε, τῷ
πραοτάτῳ Δαυΐδ, ὑποτάξαι τὸν ἀλλόφυλον, τῷ πιστῷ ἡμῶν Βασιλεῖ συμπολέμησον,
καὶ τῷ ὅπλῳ τοῦ Σταυροῦ, κατάβαλε τοὺς ἐχθροὺς ἡμῶν· δεῖξον Εὔσπλαγχνε
εἰς ἡμᾶς τὰ ἀρχαῖα ἐλέη σου, καὶ γνώτωσαν ἀληθῶς, ὅτι σὺ εἶ Θεός,
καὶ ἐν σοὶ πεποιθότες νικῶμεν, πρεσβευούσης συνήθως τῆς ἀχράντου
σου Μητρός, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
* * *
Νῦν ἀπολύεις, Τρισάγιον καὶ τὰ Ἀπολυτίκια.
Ἀπολυτίκιον Ἀναστάσιμον. Ἧχος βαρύς.
Κατέλυσας τῷ Σταυρῷ σου
τὸν θάνατον· ἠνέῳξας τῷ λῃστῇ τὸν Παράδεισον· τῶν Μυροφόρων τὸν θρῆνον
μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης
Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα. Τοῦ Σταυροῦ. Ἦχος α´.
Σῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν
σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων,
διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν
σοὶ τῇ ἁγίᾳ κιβωτῷ,
ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης
Πλατυτέρα τῶν οὐρανῶν,
βαστάσασα τὸν Κτίστην σου.
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Ἀπόλυσις· Ὁ ἀναστὰς
ἐκ νεκρῶν...
Δι᾿ εὐχῶν... Ἀμήν.
* * * * *
Ο Ρ Θ Ρ Ο Σ
Μετὰ τὸν Ἑξάψαλμον,
Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι πρέπει σοι πᾶσα δόξα...
Ἦχος βαρύς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν
ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε
τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν
ἡμῖν...
Στίχ. β´. Πάντα τὰ ἔθνη
ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν
ἡμῖν...
Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο
αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν
ἡμῖν...
ΑΠΟΛΥΤΙΚΙΑ
Ἀπολυτίκιον Ἀναστάσιμον. Ἧχος βαρύς.
Κατέλυσας τῷ Σταυρῷ σου
τὸν θάνατον· ἠνέῳξας τῷ λῃστῇ τὸν Παράδεισον· τῶν Μυροφόρων τὸν θρῆνον
μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης
Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα. Τοῦ Σταυροῦ. Ἦχος α´.
Σῶσον Κύριε τὸν λαόν σου
καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων
δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν
σοὶ τῇ ἁγίᾳ κιβωτῷ,
ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης
Πλατυτέρα τῶν οὐρανῶν,
βαστάσασα τὸν Κτίστην σου.
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι σὸν τὸ κράτος...
* * *
ΚΑΘΙΣΜΑΤΑ
[Τὸ Ψαλτήριον καὶ ὁ πολυέλεος]
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα.
Ἀναστάσιμον. Ἦχος βαρύς.
Ἡ ζωὴ ἐν τῷ τάφῳ ἀνέκειτο,
καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο· ὡς βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον
Χριστόν, καὶ Ἄγγελοι ἐδόξαζον, ὡς Θεὸν ἀθάνατον· γυναῖκες δὲ ἐκραύγαζον·
Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα.
Τῇ τριημέρῳ ταφῇ σου σκυλεύσας
τὸν θάνατον, καὶ φθαρέντα τὸν ἄνθρωπον, τῇ ζωηφόρῳ ἐγέρσει σου, ἀναστήσας
Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος· δόξα σοι.
Καὶ νῦν. Θεοτοκίον.
Ὡς τῆς ἡμῶν ἀναστάσεως
θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ
πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα
τὴν σωτηρίαν, ἡ πρὸ τόκου παρθένος, καὶ ἐν τόκῳ παρθένος, καὶ μετὰ τόκον
πάλιν οὖσα παρθένος.
Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα.
Ἦχος βαρύς.
Ἐσφραγισμένου τοῦ μνήματος,
ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός· καὶ τῶν θυρῶν κεκλεισμένων,
τοῖς Μαθηταῖς ἐπέστης, ἡ πάντων ἀνάστασις· Πνεῦμα εὐθὲς δι᾿ αὐτῶν ἐγκαινίζων
ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.
Δόξα.
Ἐπὶ τὸ μνῆμα ἔδραμον γυναῖκες,
μετὰ δακρύων μύρα φέρουσαι, καὶ στρατιωτῶν φυλασσόντων σε, τὸν τῶν ὅλων
Βασιλέα, ἔλεγον πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον; καὶ φωνῆς
Ἀσωμάτων ἤκουον λεγούσης. Ἀνέστη ὁ μεγάλης βουλῆς Ἄγγελος, πατήσας
τὸν θάνατον. Παντοδύναμε Κύριε, δόξα σοι.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε Κεχαριτωμένη
Θεοτόκε Παρθένε, λιμὴν καὶ προστασία τοῦ γένους τῶν ἀνθρώπων· ἐκ σοῦ
γὰρ ἐσαρκώθη ὁ Λυτρωτὴς τοῦ κόσμου· μόνη γὰρ ὑπάρχεις Μήτηρ καὶ Παρθένος·
ἀεὶ εὐλογημένη, καὶ δεδοξασμένη, πρέσβευε Χριστῷ τῷ Θεῷ, εἰρήνην
δωρήσασθαι, πάσῃ τῇ οἰκουμένῃ.
Εἶτα, Κάθισμα τοῦ Σταυροῦ
ἐκ τοῦ Τριῳδίου.
Ἦχος πλ. δ´. Τὸ προσταχθὲν μυστικῶς.
Ἐν Παραδείσῳ μὲν τὸ
πρίν, ξύλῳ ἐγύμνωσεν, ἐπὶ τῇ γεύσει ὁ ἐχθρός, εἰσφέρων νέκρωσιν· τοῦ
Σταυροῦ δὲ τὸ ξύλον, τῆς ζωῆς τὸ ἔνδυμα, ἀνθρώποις φέρον ἐπάγῃ ἐπὶ τῆς
γῆς, καὶ Κόσμος ὅλος ἐπλήσθη πάσης χαρᾶς· ὃν ὁρῶντες προσκυνούμενον,
Θεῷ ἐν πίστει λαοὶ συμφώνως ἀνακράξωμεν· Πλήρης δόξης ὁ οἶκος αὐτοῦ.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.
Ἐν Παραδείσῳ μὲν τὸ
πρίν, …
* * *
Εὐλογητάρια οὐ ψάλλονται
χάριν τῆς δεσποτικῆς ἑορτῆς.
Συναπτὴ μικρά,
μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι ηὐλόγηταί σου τὸ
ὄνομα...
* * *
ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ,
ΠΡΟΚΕΙΜΕΝΟΝ
Ἡ Ὑπακοή. Ἦχος βαρύς.
Ὁ ἡμετέραν μορφὴν ἀναλαβών,
καὶ ὑπομείνας Σταυρὸν σωματικῶς, σῶσόν με τῇ ἀναστάσει σου, Χριστὲ ὁ
Θεός, ὡς φιλάνθρωπος.
Οἱ Ἀναβαθμοί. Ἦχος βαρύς.
Ἀντίφωνον Α´.
Τὴν αἰχμαλωσίαν Σιών,
ἐκ πλάνης ἐπιστρέψας, κἀμὲ Σωτὴρ ζώωσον, ἐξαίρων δουλοπαθείας.
Ἐν τῷ νότῳ ὁ σπείρων
θλίψεις, νηστείας μετὰ δακρύων, οὗτος χαρᾶς δρέψεται, δράγματα ἀειζωοτροφίας.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, πηγὴ τῶν
θείων θησαυρισμάτων, ἐξ οὗ σοφία, σύνεσις, φόβος· αὐτῷ αἴνεσις, δόξα,
τιμή, καὶ κράτος.
Ἀντίφωνον Β´.
Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ
οἶκον τὸν τῆς ψυχῆς, μάτην κοπιῶμεν· πλὴν γὰρ αὐτοῦ, οὐ πρᾶξις, οὐ λόγος
τελεῖται.
Τοῦ καρποῦ τῆς γαστρός,
οἱ Ἅγιοι πνευματοκινήτως, ἀναβλαστοῦσι, πατρῷα δόγματα υἱοθεσίας.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, τὰ σύμπαντα
τὸ εἶναι ἔχει· πρὸ πάντων γὰρ Θεός, τῶν ὅλων κυριότης, φῶς ἀπρόσιτον,
ζωὴ τῶν πάντων.
Ἀντίφωνον Γ´.
Οἱ φοβούμενοι τὸν Κύριον,
ὁδοὺς ζωῆς εὑρόντες, νῦν καὶ ἀεὶ μακαριοῦνται, δόξῃ ἀκηράτῳ.
Κύκλῳ τῆς τραπέζης σου,
ὡς στελέχη βλέπων τὰ ἔκγονά σου, χαῖρε εὐφραίνου, προσάγων ταῦτα, τῷ
Χριστῷ ποιμενάρχα.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, βυθὸς
χαρισμάτων, πλοῦτος δόξης, κριμάτων βάθος μέγα· ὁμόδοξον Πατρὶ καὶ
Υἱῷ, λατρευτὸν γάρ.
Προκείμενον. Ἦχος βαρύς. Ψαλμὸς θ´ (9).
Ἀνάστηθι, Κύριε ὁ Θεός
μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος. (θ´ 33)
Στίχ. Ἐξομολογήσομαί
σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. (θ´ 2)
Ἀνάστηθι, Κύριε ὁ Θεός
μου, ...
Στίχ. β´. Εὐφρανθήσομαι
καὶ ἀγαλλιάσομαι ἐν σοί, ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε. (θ´ 3)
Ἀνάστηθι, Κύριε ὁ Θεός
μου, ...
* * *
ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ
Ὁ διάκονος·
Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε,
ἐλέησον.
Ὁ ἱερεύς·
Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, ...
Ἀμήν.
Σταθερὸν Προκείμενον
ὄρθρου.
Ἦχος β´. Ψαλμὸς ρν´ (150).
Πᾶσα πνοὴ αἰνεσάτω
τὸν Κύριον. (ρν´ 6)
Στίχ. α´. Αἰνεῖτε τὸν
Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως
αὐτοῦ. (ρν´ 1)
Πᾶσα πνοὴ αἰνεσάτω
τὸν Κύριον. (ρν´ 6)
Στίχ. β´. Αἰνεῖτε αὐτὸν
ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. (ρν´ 5)
Πᾶσα πνοὴ αἰνεσάτω
τὸν Κύριον. (ρν´ 6)
Εὐαγγέλιον.
Ὁ διάκονος·
Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου
Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Κύριε, ἐλέησον. (γ´)
Ὁ διάκονος·
Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Ὁ ἱερεύς·
Εἰρήνη πᾶσι.
Καὶ
τῷ πνεύματί σου.
Ὁ ἱερεύς·
Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου
Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Ὁ διάκονος·
Πρόσχωμεν.
Δόξα
σοι, Κύριε, δόξα σοι.
Ὁ ἱερεὺς ἀναγινώσκει
τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον.
Ἑωθινὸν Ζ´
Ἐκ τοῦ κατὰ Ἰωάννην (κ´ 1-10).
Τῇ μιᾷ τῶν σαββάτων, Μαρία
ἡ Μαγδαληνὴ ἔρχεται πρωὶ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον, καὶ βλέπει
τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. Τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα
Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς·
Ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. Ἐξῆλθεν
οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητὴς καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. Ἔτρεχον
δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου καὶ ἦλθε
πρῶτος εἰς τὸ μνημεῖον, καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια· οὐ μέντοι
εἰσῆλθεν. Ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς
τὸ μνημεῖον καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα, καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ
τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον
εἰς ἕνα τόπον. Τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς
τὸ μνημεῖον, καὶ εἶδε καὶ ἐπίστευσεν· οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι
δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί.
Δόξα σοι, Κύριε, δόξα
σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·
Ἀνάστασιν Χριστοῦ θεασάμενοι,
* προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν,
* τὸν μόνον ἀναμάρτητον. * Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν * καὶ τὴν ἁγίαν σου ἀνάστασιν * ὑμνοῦμεν καὶ δοξάζομεν· * σὺ γὰρ εἶ Θεὸς ἡμῶν, *
ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, * τὸ ὄνομά
σου ὀνομάζομεν. * Δεῦτε πάντες οἱ πιστοὶ
προσκυνήσωμεν * τὴν τοῦ Χριστοῦ ἁγίαν
ἀνάστασιν· * ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ
Σταυροῦ * χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. * Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, * ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. * Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς, * θανάτῳ θάνατον ὤλεσεν.
Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς
κατὰ στίχον τὸν ν´ ψαλμόν, προτάσσοντες (ἐν Κυριακῇ) τὴν προφώνησιν
Ἐλεῆμον.
Ἦχος πλ. δ´.
Ἐλέησόν με, ὁ Θεός,
κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον
τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ
τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ
γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ
τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις
σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ
γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ
μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας,
τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ,
καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν
καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν
σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον
ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψῃς με ἀπὸ
τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν
τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς
σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ
Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην
σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις,
καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν,
ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦμα
συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς
οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν
τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν
δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ
τὸ θυσιαστήριόν σου μόσχους.
Ἐν Κυριακῇ προστίθεται εἰς
τὸν τελευταῖον στίχον τὸ ἐφύμνιον· Καὶ ἐλέησόν με, ὁ Θεός.
Δόξα. Ἦχος πλ. δ´.
Τῆς
μετανοίας ἄνοιξόν μοι πύλας, ζωοδότα· *
ὀρθρίζει γὰρ τὸ πνεῦμά μου * πρὸς ναὸν ἅγιόν
σου, * ναὸν φέρον τοῦ σώματος * ὅλον ἐσπιλωμένον· *
ἀλλ᾿ ὡς οἰκτίρμων κάθαρον * εὐσπλάγχνῳ
σου ἐλέει.
Καὶ νῦν. Θεοτοκίον ὅμοιον.
Τῆς σωτηρίας εὔθυνόν
μοι τρίβους, Θεοτόκε· * αἰσχραῖς γὰρ κατερρύπωσα
* τὴν ψυχὴν ἁμαρτίαις, * ὡς ῥαθύμως τὸν βίον μου * ὅλον ἐκδαπανήσας· *
ταῖς σαῖς πρεσβείαις ῥῦσαί με * πάσης ἀκαθαρσίας.
Στίχ. Ἐλέησόν με, ὁ Θεός,
κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον
τὸ ἀνόμημά μου.
Ἰδιόμελον. Ἦχος πλ. β´.
Τὰ πλήθη τῶν πεπραγμένων
μοι δεινῶν * ἐννοῶν ὁ τάλας, * τρέμω τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως· * ἀλλὰ θαρρῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας
σου, * ὡς ὁ Δαυῒδ βοῶ σοι· * Ἐλέησόν με, ὁ Θεός, *
κατὰ τὸ μέγα σου ἔλεος.
Σῶσον, ὁ Θεός, τὸν λαόν
Σου... Κύριε, ἐλέησον (ιβ´). Ἐλέει
καὶ οἰκτιρμοῖς... Ἀμήν.
* * *
ΟΙ ΚΑΝΟΝΕΣ
Ὁ Κανὼν τοῦ Τριῳδίου μόνον, εἰς η´.
Ποίημα τοῦ ἁγίου Θεοδώρου τοῦ Στουδίτου.
ᾨδὴ α´. Ἦχος α´. Ὁ εἱρμός.
Ὁ θειότατος προετύπωσε
πάλαι Μωσῆς, ἐν ἐρυθρᾷ θαλάσσῃ, διαβιβάσας Ἰσραήλ, τῷ Σταυρῷ σου
τὴν ὑγράν, τῇ ῥάβδῳ τεμών, ᾠδήν σοι ἐξόδιον, ἀναμέλπων Χριστὲ ὁ Θεός.
(δίς)
Τροπάρια.
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Πανηγύρεως ἡμέρα,
τῇ Ἐγέρσει Χριστοῦ θάνατος φροῦδος ὤφθη, ζωῆς ἀνέτειλεν αὐγή· ὁ Ἀδὰμ
ἐξαναστὰς χορεύει χαρᾷ· διὸ ἀλαλάξωμεν ἐπινίκιον ᾄδοντες.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Προσκυνήσεως ἡμέρα
τοῦ τιμίου Σταυροῦ, δεῦτε πρὸς τοῦτον πάντες· τῆς γὰρ Ἐγέρσεως Χριστοῦ,
τὰς αὐγὰς φωτοβολῶν, προτίθεται νῦν. Αὐτὸν ἀσπασώμεθα ψυχικῶς ἀγαλλόμενοι.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἐπιφάνηθι ὁ μέγας,
τοῦ Κυρίου Σταυρός, δεῖξόν μοι ὄψιν θείαν, τῆς ὡραιότητός σου νῦν ἄξιον
προσκυνητήν, αἰνέσεώς σου· καὶ γὰρ ὡς ἐμψύχῳ σοι, καὶ φωνῶ, καὶ προσπτύσσομαι.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Αἰνεσάτωσαν
συμφώνως, Οὐρανὸς καὶ ἡ γῆ, ὅτι πρόκειται πᾶσιν, ὁ παμμακάριστος
Σταυρός, ᾧ παγεὶς σωματικῶς, ἐτύθη Χριστός. Αὐτὸν ἀσπασώμεθα, ψυχικῶς
ἀγαλλόμενοι.
Δόξα. Τριαδικόν.
Ὦ Τριὰς τοῖς χαρακτῆρσιν,
ὦ Μονὰς τῇ μορφῇ, Πάτερ, Υἱὲ καὶ Πνεῦμα, ἡ ὁμοδύναμος Ἑνὰς ἐν βουλῇ
καὶ θελήσει, καὶ κράτους ἀρχῇ, τὸν Κόσμον σου φύλαττε, τὴν εἰρήνην βραβεύουσα.
Καὶ νῦν. Θεοτοκίον.
Πεῖραν ὅλως ἡ Παρθένος,
μὴ εἰδυῖα ἀνδρός, ἄσπορον τίκτεις βρέφος, ἄχραντον φέρεις τοκετόν,
τὸν τῶν ὅλων ποιητήν, Χριστὸν τὸν Θεόν. Αὐτὸν ἐκδυσώπησον εἰρηνεῦσαι
τὰ σύμπαντα.
ᾨδὴ γ´. Ἦχος α´. Ὁ εἱρμός.
Στερέωσον Δέσποτα
Χριστέ, τῷ Σταυρῷ σου ἐν πέτρᾳ με τῇ τῆς πίστεως, μὴ σαλευθῆναι τὸν
νοῦν, ἐχθροῦ προσβολαῖς, τοῦ δυσμενοῦς· μόνος γὰρ εἶ ἅγιος. (δίς)
Τροπάρια.
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Δεῦτε ᾆσμα ᾄσωμεν καινόν,
τὴν κατάλυσιν ᾍδου πανηγυρίζοντες· ἐκ γὰρ τοῦ τάφου Χριστός, ἀνέστη
τὸν θάνατον ἑλών, καὶ σώσας τὰ σύμπαντα.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Δεῦτε ἀρυσώμεθα πιστοὶ
οὐκ ἐκ κρήνης βρυούσης ὕδωρ φθειρόμενον, ἀλλὰ πηγὴν φωτισμοῦ, Σταυροῦ
προσκυνήσει τοῦ Χριστοῦ· ἐν ᾧ καὶ καυχώμεθα.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Πάλαι, ὃν ἐτύπου Μωϋσῆς,
ταῖς παλάμαις Σταυρόν σου νῦν προσπτυσσόμενοι, τὸν νοητὸν Ἀμαλὴκ τροπούμεθα
Δέσποτα Χριστέ· δι᾿ οὗ καὶ σεσώσμεθα.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ὄμμασι καὶ χείλεσιν ἁγνοῖς,
ἀνακρούοντες μέλος ἀγαλλιάσεως τὸν τοῦ Κυρίου Σταυρὸν, χαρᾷ προσκυνήσωμεν
πιστοί, κροτοῦντες ἐν ᾄσμασι.
Δόξα. Τριαδικόν.
Ἕνα ὑποστάσεσι τρισί,
Θεὸν ἄναρχον σέβω, μὴ διαιρούμενον, τῇ τῆς οὐσίας μορφῇ, Πατέρα,
Υἱὸν καὶ Πνεῦμα ζῶν, ἐν οἷς βεβαπτίσμεθα.
Καὶ νῦν. Θεοτοκίον.
Ἐν βάτῳ Μωσῆς σου τυπικῶς
τὸ μυστήριον πάλαι Σεμνὴ ἑώρακεν· ὡς γὰρ ἐκείνην ἡ φλόξ, τὸ πῦρ τῆς
Θεότητος τὴν σήν, νηδὺν οὐ κατέφλεξεν.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν...
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν...
* * *
ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ
Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα.
Κοντάκιον. Ἦχος βαρύς.
Οὐκέτι φλογίνη ῥομφαία.
Οὐκέτι τὸ κράτος τοῦ θανάτου,
ἰσχύσει κατέχειν τοὺς βροτούς· Χριστὸς γὰρ κατῆλθε συντρίβων, καὶ λύων
τὰς δυνάμεις αὐτοῦ· δεσμεῖται ὁ ᾅδης, Προφῆται συμφώνως ἀγάλλονται·
Ἐπέστη, λέγοντες, Σωτὴρ τοῖς ἐν σκότει· ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν.
Ὁ Οἶκος.
Ἔτρεμε κάτωθεν τὰ καταχθόνια
σήμερον, ὁ ᾅδης καὶ ὁ θάνατος τὸν Ἕνα τῆς Τριάδος· ἡ γῆ ἐκλονεῖτο, πυλωροὶ
δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν· ἡ κτίσις δὲ πᾶσα σὺν τοῖς Προφήταις χαίρουσα
ψάλλει σοι, ἐπινίκιον ᾠδὴν τῷ λυτρωτῇ ἡμῶν Θεῷ, τῷ καταλύσαντι νῦν
θανάτου τὴν δύναμιν. Ἀλαλάξωμεν καὶ βοήσωμεν τῷ Ἀδάμ, καὶ τοῖς ἐξ Ἀδάμ·
Ξύλον τοῦτον εἰσήγαγεν· ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν.
Καθίσματα Σταυρώσιμα.
Ἦχος πλ. β´.
Ὁ Σταυρός σου Κύριε ἡγίασται·
ἐν αὐτῷ γὰρ γίνονται ἰάματα τοῖς ἀσθενοῦσιν ἐν ἁμαρτίαις· δι᾿ αὐτοῦ
σοι προσπίπτομεν· Ἐλέησον ἡμᾶς.
Στίχ. Ὑψοῦτε Κύριον
τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Σήμερον τὸ Προφητικὸν
πεπλήρωται λόγιον· ἰδοὺ γὰρ προσκυνοῦμεν εἰς τὸν τόπον, οὗ ἔστησαν
οἱ πόδες σου Κύριε· καὶ ξύλου σωτηρίας γευσάμενοι τῶν ἐξ ἁμαρτίας
παθῶν, ἐλευθερίας ἐτύχομεν, πρεσβείαις τῆς Θεοτόκου μόνε φιλάνθρωπε.
Δόξα.
Μόνον ἐπάγη τὸ ξύλον
Χριστὲ τοῦ Σταυροῦ σου, τὰ θεμέλια ἐσαλεύθησαν τοῦ θανάτου Κύριε·
ὃν γὰρ κατέπιε πόθῳ ὁ Ἅδης, ἀπέλυσε τρόμῳ· ἔδειξας ἡμῖν τὸ σωτήριόν
σου Ἅγιε, καὶ δοξολογοῦμέν σε Υἱὲ Θεοῦ· Ἐλέησον ἡμᾶς.
Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε Παρθένε, ἱκέτευε
τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν Σταυρῷ, καὶ ἀναστάντα ἐκ
νεκρῶν, Χριστὸν τὸν Θεὸν ἡμῶν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
* * *
Εἶτα αἱ δ´, ε´ καὶ Ϛ´ ᾠδαὶ τοῦ κανόνος.
ᾨδὴ δ´. Ἦχος α´. Ἐπὶ τῆς θείας φυλακῆς.
Ἐπὶ Σταυροῦ σε, δυνατέ,
* φωστὴρ ὁ μέγας κατιδών, * τρόμῳ ἐπαρθείς, τὰς ἀκτῖνας * συνέστειλεν, ἔκρυψε· * πᾶσα δὲ κτίσις ὕμνησεν * ἐν φόβῳ τὴν σὴν μακροθυμίαν· * καὶ γὰρ ἐπλήσθη ἡ γῆ *
τῆς σῆς αἰνέσεως. (δίς)
Τροπάρια.
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἰδοὺ ἀνέστη ὁ Χριστός,
ταῖς Μυροφόροις Γυναιξίν, Ἄγγελος φησί, μὴ θρηνεῖτε, πορευθεῖσαι
εἴπατε, τοῖς Ἀποστόλοις· Χαίρετε· σήμερον σωτηρία τῷ κόσμῳ, ἡ τυραννὶς
τοῦ ἐχθροῦ, θανάτῳ λέλυται.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Τοῦ ζωηφόρου σου Σταυροῦ,
τὴν προσκυνήσιμον χαράν, σήμερον Χριστὲ ὑπαντῶντες, προπομπὴν ποιούμεθα,
τοῦ παναγίου Πάθους σου· ὃ εἰς σωτηρίαν τοῦ κόσμου, ἐναπειργάσω Σωτήρ,
ὡς παντοδύναμος.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Σήμερον γίνεται χαρά,
ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ὅτι τοῦ Σταυροῦ τὸ σημεῖον, κόσμῳ ἐμφανίζεται,
Σταυρὸς ὁ τρισμακάριστος· οὗτος γὰρ προτεθεὶς ἀναβλύζει, τοῖς προσκυνοῦσιν
αὐτόν, χάριν ἀένναον.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Τί σοι προσάξωμεν Χριστέ;
ὅτι τὸν τίμιον Σταυρὸν δέδωκας ἡμῖν προσκυνῆσαι, ἐν ᾧ τὸ πανάγιον,
κατεκενώθη Αἷμά σου, ᾧ καὶ ἡ Σάρξ σου ἥλοις ἐπάγη· ὃν ἀσπαζόμενοι
νῦν, εὐχαριστοῦμέν σοι.
Δόξα. Τριαδικόν.
Μιᾶς Θεότητος ὑμνῶ,
τρεῖς ὑποστάσεις ἀμερῶς, φύσεως ἁπλῆς δογματίζων, τὸν Πατέρα ἄναρχον,
Υἱόν, καὶ Πνεῦμα ἅγιον, σύνθρονον, κυριότητα μίαν, ὁμοβασίλειον
ἕν, κράτος ἀΐδιον.
Καὶ νῦν. Θεοτοκίον.
Μόνη ἐφάνης γυναικῶν,
χρῆμα πανθαύμαστον Ἁγνή, πρᾶγμα φοβερόν· τὴν γὰρ φύσιν, σὺ ἐκαινοτόμησας,
ἄνευ σπορᾶς κυήσασα, μείνασα πάλιν ὡς πρὶν Παρθένος· ὁ γεννηθεὶς
γὰρ ἐκ σοῦ, Θεός ἐστιν ἀληθής.
ᾨδὴ ε´. Ἦχος α´.
Ὀρθρίσωμεν ὄρθρου βαθέος.
Ὀρθρίζοντες σὲ ἀνυμνοῦμεν,
* Σωτὴρ τοῦ κόσμου, εἰρήνην * εὑράμενοι τῷ Σταυρῷ σου· * δι᾿ οὗ ἀνεκαίνισας *
τὸ γένος τὸ ἀνθρώπινον, * φῶς πρὸς ἀνέσπερον
ἄγων ἡμᾶς. (δίς)
Τροπάρια.
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἀνέτειλας ἀπὸ τοῦ τάφου
ἄδυτον φάος, τῷ κόσμῳ ἀστράπτων, τὴν ἀφθαρσίαν, ἐκμειώσας Κύριε,
θανάτου τὴν κατήφειαν, ἐκ τῶν περάτων ὡς εὔσπλαγχνος.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Προσέλθωμεν
κεκαθαρμένοι, τῇ ἐγκρατείᾳ θερμῶς, προσπτυσσόμενοι ἐν αἰνέσει, Ξύλον
τὸ πανάγιον, ἐν ᾧ Χριστὸς σταυρούμενος, ἔσωσε κόσμον ὡς εὔσπλαγχνος.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Χορεύουσιν ἐν εὐφροσύνῃ,
Ἀγγέλων τάξεις σήμερον, Σταυροῦ σου τῇ προσκυνήσει· ἐν αὐτῷ γὰρ τέθραυκας,
τὰς τῶν δαιμόνων φάλαγγας, σώσας Χριστὲ τὸ ἀνθρώπινον.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Παράδεισος ἄλλος ἐγνώσθη,
ἡ Ἐκκλησία ὡς πρίν, ξύλον ἔχουσα ζωηφόρον, τὸν Σταυρόν σου Κύριε·
ἐξ οὗ διὰ προσψαύσεως, ἀθανασίας μετέχομεν.
Δόξα. Τριαδικόν.
Συνάναρχα τρία δοξάζω,
μιᾶς οὐσίας Θεόν, τὸν Πατέρα, Υἱόν, καὶ Πνεῦμα, φῶς ἓν τριλαμπέστατον,
ὁμοκρατὲς βασίλειον, ἐν ἀσυγχύτῳ ταυτότητι.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκύησας φύσεως νόμῳ,
ἀλλ᾿ ὑπὲρ νόμον· σοῦ γὰρ μόνης ἄσπορος ἡ λοχεία, φρικτὸς καὶ νοούμενος,
ὁ τρόπος καὶ λεγόμενος, τοῦ τοκετοῦ σου Πανάμωμε.
ᾨδὴ Ϛ´. Ἦχος α´.
Κατῆλθες ἐν τοῖς κατωτάτοις.
Τὸν τύπον * τοῦ θείου Σταυροῦ Ἰωνᾶς * ἐν κοιλίᾳ τοῦ κήτους *
τεταμέναις παλάμαις * προδιεχάραξε
* καὶ ἀνέθορε, *
σεσωσμένος τοῦ θηρός, * τῇ δυνάμει
σου, Λόγε.
Τροπάρια.
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἀνέστης τὸν θάνατον
θραύσας Χριστέ, ὥσπερ μέγας Βασιλεύς, ἐκ τῶν τοῦ ᾍδου ταμείων, ἀνακαλέσας
ἡμᾶς, εἰς ἀπόλαυσιν, Βασιλείας Οὐρανῶν, εἰς γῆν ἀθανασίας.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Κροτοῦντες ἐν ᾄσμασι
θείοις πιστοί, ἀλαλάξωμεν Θεῷ, τὸν Σταυρὸν τοῦ Κυρίου, κατασπαζόμενοι·
ἁγιότητος, ἀναβλύζει γὰρ πηγήν, πᾶσι τοῖς ἐν τῷ κόσμῳ.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Πληροῦται
ἡ ᾀσματογράφος φωνή· προσκυνοῦμεν γὰρ ἰδού, τῶν ἀχράντων ποδῶν σου,
τὸ ὑποπόδιον, παντοδύναμε, τὸν Σταυρόν σου τὸν σεπτόν, τὸ τριπόθητον
ξύλον.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ὃ εἶδε ξύλον τῷ σῷ ἄρτῳ
βληθέν, Προφητῶν ὁ θρηνητής, τὸν Σταυρόν σου Οἰκτίρμον, κατασπαζόμενοι,
ἀνυμνοῦμέν σου, τὰ δεσμὰ καὶ τὴν ταφήν, λόγχην τε καὶ τοὺς ἥλους.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἐπ᾿ ὤμων ὅν περ κατεδέξω
Χριστέ, φέρειν ἅγιον Σταυρόν, καὶ ἐν τούτῳ ἀρθῆναι, καὶ σταυρωθῆναι
σαρκί, προσπτυσσόμενοι, κομιζόμεθα ἰσχύν, κατ᾿ ἐχθρῶν ἀοράτων.
Δόξα. Τριαδικόν.
Μονάδα τρισὶ χαρακτῆρσιν
ὑμνῶ, καὶ Τριάδα ἐν μιᾷ, φύσει προσκυνουμένην, Θεὸν τὰ τρία ὁμοῦ,
φῶς τρισήλιον, τὸν Πατέρα καὶ Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα.
Καὶ νῦν. Θεοτοκίον.
Θαυμάτων τὸ μέγιστον
θαῦμα ἐν σοί, ὤφθη ἄσπιλε Ἀμνάς· τὸν γὰρ αἴροντα κόσμου τὴν ἁμαρτίαν,
Ἀμνὸν ἀπεκύησας· ὃν δυσώπει ἐκτενῶς, ὑπὲρ τῶν σὲ ὑμνούντων.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Σὺ
γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης...
* * *
ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ
Κοντάκιον καὶ Οἶκος τοῦ Τριῳδίου.
Κοντάκιον. Αὐτόμελον. Ἦχος βαρύς.
Οὐκέτι φλογίνη ῥομφαία
φυλάττει τὴν πύλην τῆς Ἐδέμ· αὐτὴ γὰρ ἐπῆλθε παράδοξος σβέσις, τὸ ξύλον
τοῦ Σταυροῦ· θανάτου τὸ κέντρον, καὶ Ἅδου τὸ νῖκος ἐλήλαται· ἐπέστης
δὲ Σωτήρ μου βοῶν τοῖς ἐν ᾍδῃ· Εἰσάγεσθε πάλιν εἰς τὸν Παράδεισον.
Ὁ Οἶκος.
Τρεῖς σταυροὺς ἐπήξατο
ἐν Γολγοθᾷ ὁ Πιλᾶτος, δύω τοῖς ληστεύσασι, καὶ ἕνα τοῦ Ζωοδότου· ὃν
εἶδεν ὁ Ἅδης, καὶ εἶπε τοῖς κάτω· Ὦ λειτουργοί μου καὶ δυνάμεις μου,
τίς ὁ ἐμπήξας ἧλον τῇ καρδίᾳ μου; ξυλίνῃ με λόγχῃ ἐκέντησεν ἄφνω
καὶ διαῤῥήσομαι· τὰ ἔνδον μου πονῶ, τὴν κοιλίαν μου ἀλγῶ, τὰ αἰσθητήριά
μου· μαιμάσσει τὸ πνεῦμά μου, καὶ ἀναγκάζομαι ἐξερεύξασθαι τὸν Ἀδὰμ
καὶ τοὺς ἐξ Ἀδάμ, ξύλῳ δοθέντας μοι· ξύλον γὰρ τούτους εἰσάγει πάλιν
εἰς τὸν Παράδεισον.
Συναξάριον.
Τῇ ΚΒ´ τοῦ αὐτοῦ μηνός,
μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Βασιλείου, πρεσβυτέρου τῆς Ἀγκυρανῶν
Ἐκκλησίας. (†362)
Στίχ. Σώαν Προφήτης εἶπεν ἀλγεῖν
κοιλίαν,
Τετρημένην δὲ Μάρτυς ἀλγεῖν οὐκ ἔφη.
Τετρημένην δὲ Μάρτυς ἀλγεῖν οὐκ ἔφη.
Εἰκάδι δευτερίῃ Βασίλειος ἐτρήθη
σούβλαις.
Τῇ αὐτῇ ἡμέρᾳ, αἱ ἅγιαι
μάρτυρες, Καλλινίκη καὶ Βασίλισσα, ξίφει τελειοῦνται. (†252)
Στίχ. Καλλινίκην τέμνουσι
σὺν Βασιλίσσῃ,
Τὰς καλλινίκους καὶ πόλου Βασιλίδας.
Τὰς καλλινίκους καὶ πόλου Βασιλίδας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
τῆς ἁγίας Δροσίδος (Drusilla), θυγατρὸς Τραϊανοῦ τοῦ βασιλέως, ὁμολογητρίας
ἐν Ἀντιοχείᾳ, καὶ τῶν σὺν αὐτῇ πέντε Κανονικῶν, Ἀγαλλῖδος, Ἀπολλιναρίας,
Δαρείας, Μαμθούσης καὶ Θαΐδος, ἐν λέβητι ζέοντι τελειωθεισῶν. (†116)
Στίχ. Δροσὶς ἀπῆλθεν ἐκ δρόσου
τῆς τοῦ μύρου,
Ὡς ἐκ Λιβάνου Κανονικὴ πρὸς πόλον.
Ὡς ἐκ Λιβάνου Κανονικὴ πρὸς πόλον.
Δροσὶς λιποῦσα πατρικὴν πᾶσαν σχέσιν,
Ἐφεῦρε Χριστόν, τὸν ποθεινὸν Νυμφίον.
Ἐφεῦρε Χριστόν, τὸν ποθεινὸν Νυμφίον.
Δροσὶς αὐλοῦσα, τὴν πίστιν φθέγγει,
Χριστὸς δὲ Νυμφίος αὐτὴν στέφει.
Χριστὸς δὲ Νυμφίος αὐτὴν στέφει.
Δρόσος οὐρανοῦ ἐδρόσιζε Δροσίδα,
ἐν πυρὶ σφοδρῷ διὰ Χριστὸν ῥιφεῖσαν.
ἐν πυρὶ σφοδρῷ διὰ Χριστὸν ῥιφεῖσαν.
Εἰ καὶ ἐχωνεύθητε λαμπραὶ Παρθένοι,
Ἀλλ᾿ οὐρανοὺς οἰκεῖτε νῦν σὺν Ἀγγέλοις.
Ἀλλ᾿ οὐρανοὺς οἰκεῖτε νῦν σὺν Ἀγγέλοις.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
τοῦ ὁσίου πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Ἰσαάκ, κτίτορος τῆς ἐν Κωνσταντινουπόλει
μονῆς τῶν Δαλμάτων. (†383)
Στίχ. Κτίτωρ μονῆς, σύ, ὦ Ἰσαάκ,
Δαλμάτων,
Θανὼν ἀπῆλθες εἰς τὰς μονὰς τὰς ἄνω.
Θανὼν ἀπῆλθες εἰς τὰς μονὰς τὰς ἄνω.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
ἐν ἁγίοις πατρὸς ἡμῶν Ἐπαφροδίτου, α´ ἐπισκόπου Ταρρακινῆς ἐν Ἰταλίᾳ.
(α´ αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Παύλου, α´ ἐπισκόπου Ναρβώννης (Narbonne) ἐν Βρεττάνῃ τῆς Γαλατίας. (†290)
Στίχ. Ναρβόννης Παῦλος ἐδείχθη
ἄλλος Παῦλος,
Ἐν φωτὶ Χριστοῦ ταύτην φαιδρῶς φωτίσας.
Ἐν φωτὶ Χριστοῦ ταύτην φαιδρῶς φωτίσας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
τῆς ὁσίας Λέας τῆς ἐν Ῥώμῃ, χηρευσάσης καὶ μονασάσης ἐν τῷ κοινοβίῳ
τῆς Ἁγίας Μαρκέλλης. (†384)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Θεοχάρους (Deogratius), ἐπισκόπου Καρθαγένης ἐν βορείῳ Ἀφρικῇ.
(†457)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
τῶν ἁγίων μαρτύρων, Ὀκταβιανοῦ ἀρχιδιακόνου καὶ σὺν αὐτῷ ἑτέρων
χιλιάδων ὑπὸ Οὑννερίχου (Hunneric) τοῦ ἀρειανοῦ βασιλέως τῶν Βανδάλων μαρτυρησάντων.
(†484)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
τῶν ἁγίων μαρτύρων, Σατουρνίνου καὶ ἑτέρων ἐννέα, τῶν ἐν βορείῳ Ἀφρικῇ
ἀθλησάντων. (ε´ αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
τοῦ ὁσίου πατρὸς ἡμῶν Τριενάνου (Trienan), μαθητοῦ τοῦ ἁγίου Πατρικίου, καὶ ἡγουμένου
τῆς μονῆς Κιλλέλγης (Killelga) ἐν Ἰρλανδίᾳ. (ε´ αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς
ὁσίας μητρὸς ἡμῶν Δαρέρκης (Darerca), ἀδελφῆς τοῦ ἁγίου Πατρικίου Ἰρλανδίας.
(ε´ αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
ὁσίου πατρὸς ἡμῶν Φαΐλβου (Fáilbe mac Pípáin), η´ ἡγουμένου τοῦ ἀββαείου
Ἰόνας ἐν Σκωτίᾳ. (†680)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
ἁγίου νέου ἱερομάρτυρος Βασιλείου, ἐπισκόπου Μανγκαζίας τὴς Σιβηρίας
τοῦ θαυματουργοῦ. (†1602)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
ἁγίου ὁσιομάρτυρος Εὐθυμίου, τοῦ ἐκ Δημητσάνης, Ἰβηροσκητιώτου,
ἐν Κωνσταντινουπόλει ξίφει τελειωθέντος. (†1814)
Στίχ. Βαΐα κρατῶν ἠδὲ Σταυρόν,
παμμάκαρ,
Εὔθυμος, Εὐθύμιε, χωρεῖς πρὸς ξίφος.
Εὔθυμος, Εὐθύμιε, χωρεῖς πρὸς ξίφος.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
τοῦ ἁγίου νέου ἱερομάρτυρος Βασιλείου, ἐπισκόπου Πρυλούκυ (Pryluky) ἐν Οὐκρανίᾳ, ἀθλήσαντος διὰ τυφεκισμοῦ.
(†1930)
Στίχ. Πίστιν σταθερὰν ὡς βάσιν
βίου ἔχων,
Ἤθλησε Βασίλειος Πρυλοὺκ δοξάσας.
Ἤθλησε Βασίλειος Πρυλοὺκ δοξάσας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
τῆς ὁσίας μητρὸς ἡμῶν καὶ ὁμολογητρίας Σοφίας, τοὐπίκλην Γρίνεβα,
ἡγουμένης τῆς μονῆς Ἁγίας Σκέπης ἐν Κιέβῳ (†1941),
καὶ τοῦ πνευματικοῦ αὑτῆς πατρός, νέου ἱερομάρτυρος Δημητρίου τοῦ
Ἰβάνωφ (†1934).
Στίχ. Θυγατέρα σὺν πατρὶ ὁμοφώνως
τιμᾶν θέμις,
Ὡς Χριστῷ ἐκ ψυχῆς ταχθέντας ὁμοφρόνως.
Ὡς Χριστῷ ἐκ ψυχῆς ταχθέντας ὁμοφρόνως.
*
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ
τρίτῃ τῶν Νηστειῶν, τιμῶμεν τὴν μνήμην τῆς θεόφρονος Ἁγίας Χλόης
τῆς Κορινθίας, συγχρόνου οὔσης καὶ συνεργάτιδος τῶν Ἁγίων Ἀποστόλων,
ἐν ταῖς Ἐπιστολαῖς μνημονευομένης.
Στίχ. Χλόη Χριστῷ
ἤνθησε καρποὺς ὡρίμους.
Ὡς τὸ φῶς τῆς πίστεως λαμπρῶς ἐδέχθη.
Ὡς τὸ φῶς τῆς πίστεως λαμπρῶς ἐδέχθη.
Διὰ τὴν σταυρικὴν δὲ
κλῆσιν καὶ διακονίαν τῶν ἱερέων τοῦ Θεοῦ, ἡ Ἐκκλησία τῆς Ἑλλάδος
καθώρισε καὶ τιμᾷ τὴν Κυριακὴν ταύτην ὡς ἡμέραν τῶν Ἱερατικῶν Κλήσεων.
Στίχ. Τοῦ Σταυροῦ
τὴν ὁδὸν κατ᾿ ἴχνος βαδίζων,
Ἱερεὺς ὁ σὸς σὴν ἰσχύν, Σῶτερ, φέρει.
Ἱερεὺς ὁ σὸς σὴν ἰσχύν, Σῶτερ, φέρει.
*
Καὶ τοῦ Τριῳδίου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Κυριακῇ τρίτῃ τῶν Νηστειῶν, τὴν Προσκύνησιν ἑορτάζομεν
τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ.
[Τελεῖται δὲ πάνδημος Πανήγυρις ἐν τῇ Βασιλικῇ μονῇ
Σταυροβουνίου τῆς Κύπρου.]
Στίχ. Τὸν Σταυρὸν
γῆ σύμπασα προσκυνησάτω,
Δι᾿ οὗ περ ἔγνωκε σὲ προσκυνεῖν, Λόγε.
Δι᾿ οὗ περ ἔγνωκε σὲ προσκυνεῖν, Λόγε.
Τῇ αὐτοῦ δυνάμει, Χριστὲ
ὁ Θεός, καὶ ἡμᾶς τῶν τοῦ πονηροῦ διαφύλαξον ἐπηρειῶν, καὶ τὰ θεῖά
σου Πάθη, καὶ τὴν ζωηφόρον Ἀνάστασιν προσκυνῆσαι ἀξίωσον, τὸ τεσσαρακονθήμερον
εὐμαρῶς διανύσαντας στάδιον, καὶ ἐλέησον ἡμᾶς ὡς μόνος ἀγαθὸς
καὶ φιλάνθρωπος. Ἀμήν.
* * *
Εἶτα αἱ ζ´ καὶ η´ ᾠδαὶ τοῦ κανόνος.
ᾨδὴ ζ´. Ἦχος α´. Ὁ Παῖδας ἐκ καμίνου.
Φλογώσεως ὁ παῖδας ῥυσάμενος,
* σάρκα προσλαβόμενος, * ἦλθεν ἐπὶ γῆς· *
καὶ Σταυρῷ προσηλωθεὶς * σωτηρίαν ἡμῖν
ἐδωρήσατο, * ὁ μόνος εὐλογητὸς * τῶν πατέρων Θεὸς *
καὶ ὑπερένδοξος. (δίς)
Τροπάρια.
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἀνέστης ἐκ τοῦ τάφου
τριήμερος, ὡς ὁ ὑπνῶν Κύριε, ᾍδου πυλωρούς, πατάξας θείᾳ δυνάμει,
καὶ τοὺς πάλαι ἐγείρας Προπάτορας, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων Θεός,
καὶ ὑπερένδοξος.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Τῇ λύρᾳ τῶν ᾀσμάτων χορεύοντες,
ἀγαλλιασώμεθα, σήμερον λαοὶ τῇ τοῦ Σταυροῦ προσκυνήσει, τὸν ἐν τούτῳ
παγέντα Χριστὸν δοξάζοντες, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων Θεόν,
καὶ ὑπερένδοξον.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ὁ δείξας τὸ θνητότητος
ὄργανον, ζωῆς ἐργαστήριον, κόσμῳ ἀσπαστόν, τὸν σὸν Σταυρὸν Πανοικτίρμον,
τοὺς αὐτὸν προσκυνοῦντας ἁγίασον, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων Θεός,
καὶ ὑπερένδοξος.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ὁ μόνος ἐλεήμων καὶ
εὔσπλαγχνος, φώτισον ἁγίασον, μόνε Ἰησοῦ, τοὺς προσκυνοῦντάς σου
πιστῶς, τὸν Σταυρὸν καὶ τὰ θεῖα Παθήματα, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων
Θεός, καὶ ὑπερένδοξος.
Δόξα. Τριαδικόν.
Μονάδα ἐν τρισὶν ὑποστάσεσιν,
ὑμνῶ τὴν Θεότητα· φῶς γὰρ ὁ Πατήρ, φῶς ὁ Υἱός, φῶς τὸ Πνεῦμα, τοῦ φωτὸς
ἀμεροῦς διαμένοντος, ἑνότητι φυσικῇ, καὶ ἀκτῖσι τρισὶ προσώπων
λάμποντος.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ πάντων Προφητῶν πολυώνυμον,
σὺ ὑπάρχεις κήρυγμα· πύλη γὰρ Θεοῦ, στάμνος χρυσῆ, γῆ ἁγία ἀνεδείχθης,
Παρθένε θεόνυμφε, κυήσασα ἐν σαρκί, Ἰησοῦν τὸν Χριστόν, τῶν Πατέρων
Θεόν, καὶ ὑπερένδοξον.
ᾨδὴ η´. Ἦχος α´. Αὕτη ἡ κλητή.
Χεῖρας, ἐν τῷ λάκκῳ βληθεὶς
τῶν λεόντων, * ὁ μέγας ἐν προφήταις * σταυροειδῶς ἐκπετάσας * Δανιήλ, ἀβλαβὴς *
ἐκ τῆς τούτων καταβρώσεως σέσωσται, *
εὐλογῶν Χριστὸν * τὸν Θεὸν εἰς τοὺς αἰῶνας.
Τροπάρια.
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Μύρα ἐν χερσί, τί κατέχετε
ὅλως; τίνα δὲ ἐκζητεῖτε; νῦν ὁ φανεὶς Νεανίας, ἐν τῷ τάφῳ βοᾷ· Ἐξανέστη
ὁ Χριστός, καὶ Θεὸς ἡμῶν, ἀναστήσας φύσιν βροτῶν, ᾍδου κευθμώνων.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Χαίροις τὸ τρισόλβιον,
ξύλον καὶ θεῖον, Σταυρὲ φῶς τοῖς ἐν σκότει, ὁ τετραπέρατον κόσμον, τῇ
ἐλλάμψει τῇ σῇ, τῆς Ἐγέρσεως Χριστοῦ προδεικνὺς τὰς αὐγάς, ἀξίωσον
πάντας πιστούς, φθάσαι τὸ Πάσχα.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ταύτῃ τῇ ἡμέρᾳ, μυρίζει
τὰ μύρα, τῆς θείας μυροθήκης, τὸ ζωομύριστον ξύλον, ὁ Σταυρὸς τοῦ
Χριστοῦ· ὀσφρανθῶμεν τῆς αὐτοῦ θεοπνεύστου ὀδμῆς, αὐτὸν προσκυνοῦντες,
πιστῶς εἰς τοὺς αἰῶνας.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Δεῦρο Ἐλισσαῖε, Προφῆτα
εἰπὲ ἐμφανῶς· Τί τὸ ξύλον ἐκεῖνο, ὃ εἰς τὸ ὕδωρ καθῆκες; Ὁ Σταυρὸς
τοῦ Χριστοῦ· δι᾿ οὗ βάθους τῆς φθορᾶς ἀνειλκύσθημεν, αὐτὸν προσκυνοῦντες,
πιστῶς εἰς τοὺς αἰῶνας.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Πάλαι Ἰακώβ, προτυπῶν
τὸν Σταυρόν σου Χριστέ, Ἰωσὴφ προσεκύνει, τῆς θείας ῥάβδου τὸ ἄκρον,
σκῆπτρον ταύτην φρικτόν, Βασιλείας τε τῆς σῆς προορώμενος· ὃν νῦν προσκυνοῦμεν,
πιστῶς εἰς τοὺς αἰῶνας.
Στίχ. Εὐλογοῦμεν Πατέρα, Υἱὸν
καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον·
ὑμνοῦμεν καὶ ὑπερυψοῦμεν
αὐτὸν εἰς τοὺς αἰῶνας.
Μίαν ἐν τρισί, χαρακτῆρσιν
οὐσίαν, δοξάζω ἀσυγχύτως, μονοπροσώπως τὰ τρία· οὐδὲ τέμνω μορφῇ,
τὸν Πατέρα καὶ Υἱὸν σὺν τῷ Πνεύματι· εἷς γὰρ ἐπὶ πάντων, Θεὸς εἰς τοὺς
αἰῶνας.
Καὶ νῦν. Θεοτοκίον.
Μόνη ἐν μητράσιν, ἐδείχθης
παρθένος, Θεόνυμφε Μαρία, ἄνευ ἀνδρὸς τετοκυῖα, τὸν Σωτῆρα Χριστόν,
τῆς ἁγνείας τὴν σφραγῖδα φυλάξασα· Σὲ μακαριοῦμεν, πιστοὶ εἰς τοὺς
αἰῶνας.
* * *
ΚΑΤΑΒΑΣΙΑΙ
Τῆς Σταυροπροσκυνήσεως.
ᾨδὴ α´. Ἦχος α´.
Ὁ θειότατος προετύπωσε
* πάλαι Μωσῆς, *
ἐν Ἐρυθρᾷ θαλάσσῃ * διαβιβάσας Ἰσραήλ,
* τὸν Σταυρόν σου, τὴν ὑγρὰν * τῇ ῥάβδῳ τεμών, *
ᾠδήν σοι ἐξόδιον * ἀναμέλπων, Χριστὲ
ὁ Θεός.
ᾨδὴ γ´.
Στερέωσον, Δέσποτα
Χριστέ, * τῷ Σταυρῷ σου ἐν πέτρᾳ με τῇ
τῆς πίστεως, * μὴ σαλευθῆναι τὸν νοῦν * ἐχθροῦ προσβολαῖς τοῦ δυσμενοῦς· * μόνος γὰρ εἶ ἅγιος.
ᾨδὴ δ´.
Ἐπὶ
Σταυροῦ σε, δυνατέ, * φωστὴρ ὁ μέγας κατιδών,
* τρόμῳ ἐπαρθείς, τὰς ἀκτῖνας * συνέστειλεν, ἔκρυψε· * πᾶσα δὲ κτίσις ὕμνησεν * ἐν φόβῳ τὴν σὴν μακροθυμίαν· * καὶ γὰρ ἐπλήσθη ἡ γῆ *
τῆς σῆς αἰνέσεως.
ᾨδὴ ε´.
Ὀρθρίζοντες σὲ ἀνυμνοῦμεν,
* Σωτὴρ τοῦ κόσμου, εἰρήνην * εὑράμενοι τῷ Σταυρῷ σου· * δι᾿ οὗ ἀνεκαίνισας *
τὸ γένος τὸ ἀνθρώπινον, * φῶς πρὸς ἀνέσπερον
ἄγων ἡμᾶς.
ᾨδὴ Ϛ´.
Τὸν τύπον * τοῦ θείου Σταυροῦ Ἰωνᾶς * ἐν κοιλίᾳ τοῦ κήτους *
τεταμέναις παλάμαις * προδιεχάραξε
* καὶ ἀνέθορε, *
σεσωσμένος τοῦ θηρός, * τῇ δυνάμει
σου, Λόγε.
ᾨδὴ ζ´.
Φλογώσεως ὁ παῖδας ῥυσάμενος,
* σάρκα προσλαβόμενος, * ἦλθεν ἐπὶ γῆς· *
καὶ Σταυρῷ προσηλωθεὶς * σωτηρίαν ἡμῖν
ἐδωρήσατο, * ὁ μόνος εὐλογητὸς * τῶν πατέρων Θεὸς *
καὶ ὑπερένδοξος.
ᾨδὴ η´.
Αἰνοῦμεν, εὐλογοῦμεν,
προσκυνοῦμεν
τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας.
τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας.
Χεῖρας, ἐν τῷ λάκκῳ βληθεὶς
τῶν λεόντων, * ὁ μέγας ἐν προφήταις * σταυροειδῶς ἐκπετάσας * Δανιήλ, ἀβλαβὴς *
ἐκ τῆς τούτων καταβρώσεως σέσωσται, *
εὐλογῶν Χριστὸν * τὸν Θεὸν εἰς τοὺς αἰῶνας.
* * *
Ὁ διάκονος·
Τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύνομεν.
Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ
Ἦχος α´.
Στίχ. α´. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε
τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν
* ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως
Θεοτόκον, * σὲ μεγαλύνομεν.
Στίχ. β´. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς
δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. γ´. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός,
καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν
τοῖς φοβουμένοις αὐτόν.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. δ´. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν
ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. ε´. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε
ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε
κενούς.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. Ϛ´. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι
ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι
αὐτοῦ ἕως αἰῶνος.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
* * *
Καί·
ᾨδὴ θ´. Ἦχος α´. Φωτίζου, φωτίζου.
Ὦ Μῆτερ παρθένε * καὶ Θεοτόκε ἀψευδής, * ἡ τεκοῦσα ἀσπόρως *
Χριστὸν τὸν Θεὸν ἡμῶν, * τὸν ἐν Σταυρῷ ὑψωθέντα
σαρκί, * σὲ οἱ πιστοὶ * ἅπαντες ἀξίως *
σὺν τούτῳ νῦν μεγαλύνομεν.
Τροπάρια.
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἐν τάφῳ κατῆλθες, ὁ ζωοδότης
καὶ Θεός, καὶ συνέτριψας πάντα, κλεῖθρά τε καὶ τοὺς μοχλούς, καὶ τοὺς νεκροὺς
ἐξανέστησας, Δόξα τῇ σῇ Ἐγέρσει βοῶντας, Χριστὲ Σωτὴρ παντοδύναμε.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ὁ τάφος ζωήν μοι, Χριστὲ
ἀνέβλυσεν ὁ σός· ὁ κρατῶν τῆς ζωῆς γάρ, ἐπιστὰς ἐβόησας, τοῖς κατοικοῦσιν
ἐν μνήμασιν· Οἱ ἐν δεσμοῖς, λύθητε· ἐγὼ γάρ, τοῦ κόσμου λύτρον ἐλήλυθα.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἐν ὕμνοις σκιρτάτω,
πάντα τὰ ξύλα τοῦ δρυμοῦ, τὸ ὁμώνυμον ξύλον, τοῦ Σταυροῦ θεώμενα, κατασπαζόμενον
σήμερον· οὗ ὁ Χριστός, ὕψωσε τὴν κάραν, ὡς προφητεύει ὁ θεῖος Δαυΐδ.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἐν
ξύλῳ τεθνήξας, ξύλον σε, εὕρηκα ζωῆς, Χριστοφόρε Σταυρέ μου, φυλακτήρ
μου ἄῤῥηκτε, κατὰ δαιμόνων ἰσχὺς κραταιά· σὲ προσκυνῶν, σήμερον
κραυγάζω· Ἁγίασόν με τῇ δόξῃ σου.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Εὐφραίνου ἀγάλλου, ἡ
Ἐκκλησία τοῦ Θεοῦ, τὸ τρισόλβιον ξύλον, προσκυνοῦσα σήμερον, τοῦ
παναγίου Σταυροῦ τοῦ Χριστοῦ, ᾧ λειτουργεῖ, τάγματα Ἀγγέλων, καὶ μετὰ
φόβου παρίστανται.
Δόξα. Τριαδικόν.
Τριάδα προσώποις, Μονάδα
φύσει προσκυνῶ, σὲ Θεότης ἁγία, τὸν Πατέρα, καὶ τὸν Υἱόν, σὺν τῷ ἁγίῳ
τε Πνεύματι, μίαν ἀρχήν, μίαν βασιλείαν, τὴν τῶν ἁπάντων δεσπόζουσαν.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ ὄρος τὸ μέγα, ἐν ᾧ
κατῴκησε Χριστός, σὺ ὑπάρχεις Παρθένε, ὡς Δαυῒδ ὁ θεῖος βοᾷ· δι᾿ ἧς
ἡμεῖς, ἀνυψώθημεν πρὸς Οὐρανόν, υἱοθετηθέντες, τῷ Πνεύματι παμμακάριστε.
* * *
Καταβασία. ᾨδὴ θ´. Ἦχος α´.
Ὦ Μῆτερ παρθένε * καὶ Θεοτόκε ἀψευδής, * ἡ τεκοῦσα ἀσπόρως *
Χριστὸν τὸν Θεὸν ἡμῶν, * τὸν ἐν Σταυρῷ ὑψωθέντα
σαρκί, * σὲ οἱ πιστοὶ * ἅπαντες ἀξίως *
σὺν τούτῳ νῦν μεγαλύνομεν.
Συναπτὴ μικρά,
μεθ᾿ ἣν Ἐκφώνησις·
Ὅτι σὲ αἰνοῦσι πᾶσαι
αἱ δυνάμεις...
* * *
ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Ἦχος β´.
Ἅγιος Κύριος ὁ
Θεὸς ἡμῶν.
Ἅγιος Κύριος ὁ
Θεὸς ἡμῶν.
Ἅγιος
Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε
Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ
ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν.
Ἀναστάσιμον Ἐξαποστειλάριον Ζ´.
Ὅτι ἦραν τὸν Κύριον,
τῆς Μαρίας εἰπούσης, ἐπὶ τὸν τάφον ἔδραμον, Σίμων Πέτρος, καὶ ἄλλος,
μύστης Χριστοῦ, ὃν ἠγάπα· ἔτρεχον δὲ οἱ δύο, καὶ εὗρον τὰ ὀθόνια, ἔνδον
κείμενα μόνα, καὶ κεφαλῆς, ἦν δὲ τὸ σουδάριον χωρὶς τούτων· διὸ πάλιν
ἡσύχασαν, τὸν Χριστὸν ἕως εἶδον.
Εἶτα τὰ παρόντα τοῦ Τριῳδίου.
Τοῦ Σταυροῦ. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Σταυρὸν Χριστοῦ τὸν τίμιον,
σήμερον προτεθέντα ἰδόντες προσκυνήσωμεν, καὶ πιστῶς εὐφρανθῶμεν,
κατασπαζόμενοι πόθῳ, τὸν ἐν τούτῳ θελήσει, σταυρωθέντα αἰτούμενοι,
Κύριον ἀξιῶσαι, πάντας ἡμᾶς, τὸν Σταυρὸν τὸν τίμιον προσκυνῆσαι,
καὶ φθάσαι τὴν Ἀνάστασιν, πάντας ἀκατακρίτως.
Σταυροθεοτοκίον. Ὅμοιον.
Τὸ ξύλον ἐν ᾧ Πάνσεμνε
τὰς ἀχράντους παλάμας, ὑπὲρ ἡμῶν ἐξέτεινε, προσπαγεὶς ὁ Υἱός σου,
νῦν εὐσεβῶς προσκυνοῦμεν· δὸς ἡμῖν τὴν εἰρήνην, καὶ τὰ κοσμοσωτήρια,
φθάσαι πάνσεπτα Πάθη, καὶ τὴν λαμπράν, καὶ κοσμοχαρμόσυνον προσκυνῆσαι,
τοῦ Πάσχα κυριώνυμον καὶ φωσφόρον ἡμέραν.
* * *
ΑΙΝΟΙ
Ἦχος βαρύς.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν
Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.
Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε
αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ.
Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Ἡ Στιχολογία (Ψαλμοὶ
ρμη´, ρμθ´, ρν´).
Ψαλμὸς ρμη´ (148).
Αἰνεῖτε αὐτόν, ἥλιος
καὶ σελήνη· αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.
Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ
τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.
Αἰνεσάτωσαν τὸ ὄνομα
Κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.
Ἔστησεν αὐτὰ εἰς τὸν
αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.
Αἰνεῖτε τὸν Κύριον ἐκ
τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.
Πῦρ, χάλαζα, χιών, κρύσταλλος,
πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.
Τὰ ὄρη καὶ πάντες οἱ
βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι.
Τὰ θηρία καὶ πάντα τὰ
κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.
Βασιλεῖς τῆς γῆς καὶ
πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς.
Νεανίσκοι καὶ παρθένοι,
πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη
τὸ ὄνομα αὐτοῦ μόνου.
Ἡ ἐξομολόγησις αὐτοῦ
ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.
Ὕμνος πᾶσι τοῖς ὁσίοις
αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.
Ψαλμὸς ρμθ´ (149).
ᾌσατε τῷ Κυρίῳ ᾆσμα
καινὸν ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων.
Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ
τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.
Αἰνεσάτωσαν τὸ ὄνομα
αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.
Ὅτι εὐδοκεῖ Κύριος
ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.
Καυχήσονται ὅσιοι ἐν
δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν
τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν,
Τοῦ ποιῆσαι ἐκδίκησιν
ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς,
Τοῦ δῆσαι τοὺς βασιλεῖς
αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς.
Ἀπὸ τοῦ ἑπομένου
στίχου
ἐπισυνάπτονται τὰ στιχηρά.
Στιχηρὰ Ἀναστάσιμα. Ἦχος βαρύς.
Στίχ. α´. Τοῦ ποιῆσαι ἐν
αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ἀνέστη Χριστὸς ἐκ νεκρῶν,
λύσας θανάτου τὰ δεσμά· εὐαγγελίζου γῆ χαρὰν μεγάλην· αἰνεῖτε οὐρανοὶ
Θεοῦ τὴν δόξαν.
Ψαλμὸς ρν´ (150).
Στίχ. β´. Αἰνεῖτε τὸν Θεὸν
ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Ἀνάστασιν Χριστοῦ θεασάμενοι,
προσκυνήσωμεν ἅγιον Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον.
Στίχ. γ´. Αἰνεῖτε αὐτὸν
ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης
αὐτοῦ.
Χριστοῦ τὴν ἀνάστασιν,
προσκυνοῦντες οὐ παυόμεθα· αὐτὸς γὰρ ἡμᾶς ἔσωσεν, ἐκ τῶν ἀνομιῶν ἡμῶν·
ἅγιος Κύριος Ἰησοῦς, ὁ δείξας τὴν ἀνάστασιν.
Στίχ. δ´. Αἰνεῖτε αὐτὸν
ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ,
περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν; δι᾿ ἡμᾶς Θεὸς ἐν ἀνθρώποις· διὰ τὴν
καταφθαρεῖσαν φύσιν, ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν·
πρὸς τοὺς ἀχαρίστους ὁ εὐεργέτης· πρὸς τοὺς αἰχμαλώτους ὁ ἐλευθερωτής·
πρὸς τοὺς ἐν σκότει καθημένους, ὁ Ἥλιος τῆς δικαιοσύνης· ἐπὶ τὸν Σταυρὸν
ὁ ἀπαθής· ἐπὶ τὸν ᾅδην τὸ φῶς· ἐπὶ τὸν θάνατον ἡ ζωή· ἡ ἀνάστασις διὰ
τοὺς πεσόντας· πρὸς ὃν βοήσωμεν· Ὁ Θεὸς ἡμῶν δόξα σοι.
Καὶ τοῦ Σταυροῦ Προσόμοια γ´ εἰς δ´.
Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Στίχ. ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ
χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς
καὶ ὀργάνῳ.
Ἐν φωναῖς ἀλαλάξωμεν,
ἐν ᾠδαῖς μεγαλύνωμεν, τὸν Σταυρὸν τὸν τίμιον, ἀσπαζόμενοι, καὶ πρὸς
αὐτὸν ἐκβοήσωμεν· Σταυρὲ πανσεβάσμιε, καθαγίασον ἡμῶν τὰς ψυχὰς
καὶ τὰ σώματα, τῇ δυνάμει σου, καὶ παντοίας ἐκ βλάβης ἐναντίων, διατήρησον
ἀτρώτους τοὺς εὐσεβῶς προσκυνοῦντάς σε.
Στίχ. Ϛ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω
τὸν Κύριον.
Ἐν φωναῖς ἀλαλάξωμεν,
…
Στίχ. ζ´. Ὑψοῦτε Κύριον
τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Προσελθόντες ἀρύσατε,
μὴ κενούμενα νάματα, τοῦ Σταυροῦ τῇ χάριτι, προερχόμενα, ἰδοὺ προκείμενον
βλέποντες τὸ Ξύλον τὸ ἅγιον, χαρισμάτων τὴν πηγὴν ἀρδομένην τῷ Αἵματι
καὶ τῷ ὕδατι τοῦ Δεσπότου τῶν ὅλων, τοῦ ἐν τούτῳ, ἑκουσίως ὑψωθέντος
καὶ τοὺς βροτοὺς ἀνυψώσαντος.
Στίχ. η´. Ὁ δὲ Θεὸς ἡμῶν
πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
Ἐκκλησίας ἑδραίωμα,
βασιλέων κραταίωμα, μοναζόντων καύχημα καὶ διάσωσμα, σὺ εἶ Σταυρὲ
πανσεβάσμιε· διὸ προσκυνοῦντές σε, καὶ καρδίας καὶ ψυχάς, φωτιζόμεθα
σήμερον, θείᾳ χάριτι, τοῦ ἐν σοὶ προσπαγέντος, καὶ τὸ κράτος, τοῦ δολίου
καθελόντος καὶ τὴν ἀρὰν ἀφανίσαντος.
Δόξα. Τοῦ Τριῳδίου. Ἦχος πλ. δ´.
Τὴν ὑψηλόφρονα γνώμην
τῶν κακίστων Φαρισαίων, ὁ πάντων Κύριος, παραβολικῶς ἐκφεύγειν
ταύτην ἐδίδαξε, καὶ μὴ ὑψηλοφρονεῖν, παρ᾿ ὃ δεῖ φρονεῖν, πάντας ἐπαίδευσεν,
ὑπογραμμὸς καὶ τύπος, ὁ αὐτὸς γενόμενος, μέχρι Σταυροῦ καὶ θανάτου,
ἑαυτὸν ἐκένωσεν. Εὐχαριστοῦντες οὖν σὺν τῷ Τελώνῃ εἴπωμεν· Ὁ παθὼν
ὑπὲρ ἡμῶν καὶ ἀπαθὴς διαμείνας Θεός, τῶν παθῶν ἡμᾶς ῥῦσαι, καὶ σῶσον
τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ὑπερευλογημένη ὑπάρχεις,
* Θεοτόκε Παρθένε· * διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, * ὁ ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, * ἡ κατάρα νενέκρωται, *
ἡ Εὔα ἠλευθέρωται, * ὁ θάνατος τεθανάτωται,
* καὶ ἡμεῖς ἐζωοποιήθημεν· * διὸ ἀνυμνοῦντες βοῶμεν· * Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, * ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
* * *
Καὶ εὐθὺς ψάλλεται εἰς ἦχον δ´ αγια
Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα σοι τῷ δείξαντι τὸ
φῶς. * Δόξα ἐν ὑψίστοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, *
ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν
σε, * εὐλογοῦμέν σε, * προσκυνοῦμέν σε, *
δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι
* διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, *
Πάτερ παντοκράτορ· * Κύριε Υἱὲ μονογενές,
* Ἰησοῦ Χριστέ, *
καὶ ἅγιον Πνεῦμα.
Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, *
ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν
τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν,
* ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς.
Ὅτι σὺ εἶ μόνος ἅγιος,
* σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, *
εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω
σε * καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα
* καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ *
ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε,
* ὁ Θεὸς τῶν πατέρων ἡμῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου
* εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε·
* δίδαξόν με τὰ δικαιώματά σου. (ἐκ γ´)
Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. *
Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με· * ἴασαι τὴν ψυχήν μου, *
ὅτι ἥμαρτόν σοι.
Κύριε,
πρὸς σὲ κατέφυγον· * δίδαξόν με τοῦ ποιεῖν
τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς·
* ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου
* τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, *
ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς. (ἐκ γ´)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ
ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς.
Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ·
Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός,
* ἅγιος
ἀθάνατος· * ἐλέησον ἡμᾶς.
Εἰς τὸ ᾀσματικὸν τρισάγιον γίνεται Ἡ τελετὴ τῆς προσκυνήσεως τοῦ τιμίου Σταυροῦ
Εἰς τὸ τέλος τῆς δοξολογίας
πρὸ τῆς βορείας πύλης τοῦ ἱ. βήματος σχηματίζεται ἱ. λιτανεία κατὰ
τὴν ἑξῆς τάξιν· προηγοῦνται οἱ λαμπαδοῦχοι, ἀκολουθοῦν οἱ φέροντες
τὰ ἑξαπτέρυγα, εἶτα οἱ χοροὶ ψάλλοντες τὸ ᾀσματικὸν «Ἅγιος
ὁ Θεὸς» καὶ εἶτα οἱ μετὰ θυμιατῶν θυμιῶντες.
Ἐνῷ ψάλλεται τὸ ᾀσματικόν,
ὁ ἱερεύς, ἐνδεδυμένος τὴν στολὴν αὐτοῦ, θυμιᾷ τὴν ἁγίαν τράπεζαν
καὶ τὸν τίμιον Σταυρόν, κείμενον ἐπ᾿ αὐτῆς ἐν ηὐτρεπισμένῳ δίσκῳ
μετ᾿ ἀνθέων καὶ τριῶν ἀνημμένων κηρίων· εἶτα αἴρει τὸν δίσκον, θέτει
αὐτὸν ἐπὶ τῆς κεφαλῆς, στρέφεται περὶ τὴν ἁγίαν Τράπεζαν ἐκ δεξιῶν
πρὸς τὰ ἀριστερά, ἐξέρχεται διὰ τῆς βορείας πύλης τοῦ ἁγίου Βήματος
καὶ μετὰ τῆς ἱερᾶς λιτανείας ἔρχεται εἰς τὸ μέσον τοῦ ναοῦ πρὸ ηὐτρεπισμένου
τετραποδίου, ποιεῖ τρεῖς κύκλους περὶ αὐτὸ καὶ ἵσταται βλέπων πρὸς ἀνατολάς.
Πληρωθέντος τοῦ ᾀσματικοῦ
ὁ ἱερεὺς ἐκφωνεῖ· «Σοφία, ὀρθοί», θέτει
τὸν δίσκον ἐπὶ τοῦ τετραποδίου καὶ λαβὼν τὸ θυμιατὸν καὶ θυμιῶν κύκλῳ
τοῦ τετραποδίου σταυροειδῶς ψάλλει τὸ τροπάριον «Σῶσον, Κύριε,
τὸν λαόν σου», τὸ ὁποῖον ἐπαναλαμβάνει ἕκαστος
τῶν χορῶν ἀνὰ μίαν. Εἶτα προσκυνεῖ τὸν τ. Σταυρὸν ψάλλων τὸν ὕμνον «Τὸν
σταυρόν σου προσκυνοῦμεν, δέσποτα, καὶ τὴν ἁγίαν σου ἀνάστασιν δοξάζομεν», ὃν ἐπαναλαμβάνουν οἱ χοροὶ ἀνὰ μίαν. Εἶτα οἱ
χοροὶ τὰ ἰδιόμελα «Δεῦτε, πιστοί, τὸ ζωοποιὸν» κ.λπ., ἐνῷ προσέρχεται ὁ λαός, προσκυνεῖ τὸν τ.
Σταυρὸν καὶ λαμβάνει παρὰ τοῦ ἱερέως ἄνθη.
Ἰδιόμελα. Ποίημα Λέοντος Δεσπότου.
Ἦχος β´.
Δεῦτε πιστοὶ τὸ ζωοποιὸν
Ξύλον προσκυνήσωμεν· ἐν ᾧ Χριστὸς ὁ Βασιλεὺς τῆς δόξης, ἑκουσίως
χεῖρας ἐκτείνας, ὕψωσεν ἡμᾶς εἰς τὴν ἀρχαίαν μακαριότητα· οὓς πρὶν
ὁ ἐχθρός, δι᾿ ἡδονῆς συλήσας ἐξορίστους Θεοῦ πεποίηκε. Δεῦτε πιστοὶ
Ξύλον προσκυνήσωμεν, δι᾿ οὗ ἠξιώθημεν, τῶν ἀοράτων ἐχθρῶν συντρίβειν
τὰς κάρας. Δεῦτε πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, τὸν Σταυρὸν τοῦ Κυρίου ὕμνοις
τιμήσωμεν· Χαίροις Σταυρὲ τοῦ πεσόντος Ἀδὰμ ἡ τελεία λύτρωσις· ἐν
σοὶ οἱ πιστότατοι Βασιλεῖς ἡμῶν καυχῶνται, ὡς τῇ σῇ δυνάμει, Ἰσμαηλίτην
λαόν, κραταιῶς ὑποτάττοντες. Σὲ νῦν μετὰ φόβου, Χριστιανοὶ ἀσπαζόμεθα,
καὶ τὸν ἐν σοὶ προσπαγέντα Θεόν, δοξάζομεν λέγοντες· Κύριε, ὁ ἐν αὐτῷ
προσπαγείς, ἐλέησον ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Ἦχος πλ. δ´.
Σήμερον ὁ Δεσπότης
τῆς Κτίσεως, καὶ Κύριος τῆς δόξης, τῷ Σταυρῷ προσπήγνυται, καὶ τὴν
πλευρὰν κεντᾶται· χολῆς καὶ ὄξους γεύεται ὁ γλυκασμὸς τῆς Ἐκκλησίας·
στέφανον ἐξ ἀκανθῶν περιβάλλεται ὁ καλύπτων Οὐρανὸν τοῖς νέφεσι·
χλαῖναν ἐνδύεται χλεύης, καὶ ῥαπίζεται πηλίνῃ χειρί, ὁ τῇ χειρὶ πλάσας
τὸν ἄνθρωπον· τὸν νῶτον φραγγελοῦται, ὁ περιβάλλων τὸν Οὐρανὸν ἐν νεφέλαις·
ἐμπτυσμοὺς καὶ μάστιγας δέχεται ὀνειδισμοὺς καὶ κολαφισμούς, καὶ
πάντα ὑπομένει δι᾿ ἐμὲ τὸν κατάκριτον, ὁ Λυτρωτής μου καὶ Θεός, ἵνα
σώσῃ Κόσμον ἐκ πλάνης ὡς εὔσπλαγχνος.
Δόξα. Ἦχος ὁ αὐτός.
Σήμερον
ὁ ἀπρόσιτος τῇ οὐσίᾳ προσιτός μοι γίνεται, καὶ πάσχει πάθη, ἐλευθερῶν
με τῶν παθῶν· ὁ φῶς παρέχων τυφλοῖς, ὑπὸ ἀνόμων χειλέων ἐμπτύεται,
καὶ δίδωσι τὸν νῶτον ὑπὲρ αἰχμαλώτων εἰς μάστιγας. Τοῦτον ἡ Ἁγνὴ καὶ
Μήτηρ, ἐπὶ Σταυροῦ θεωροῦσα, ὀδυνηρῶς ἐφθέγγετο· Οἴμοι Τέκνον ἐμόν!
τί τοῦτο πεποίηκας; ὁ ὡραῖος κάλλει παρὰ πάντας βροτούς, ἄπνους ἄμορφος
φαίνῃ, οὐκ ἔχων εἶδος οὐδὲ κάλλος. Οἴμοι τὸ ἐμὸν φῶς! οὐ δύναμαι ὑπνοῦντα
καθορᾶν σε· τὰ σπλάγχνα τιτρώσκομαι καὶ δεινή μοι ῥομφαία τὴν καρδίαν
διέρχεται. Ἀνυμνῶ σου τὰ Πάθη, προσκυνῶ σου τὸ εὔσπλαγχνον, μακρόθυμε
Κύριε δόξα σοι.
Καὶ νῦν. Ἦχος πλ. β´. Εἱρμολογικόν.
Σήμερον τὸ προφητικὸν
πεπλήρωται λόγιον· ἰδοὺ γὰρ προσκυνοῦμεν εἰς τὸν τόπον, οὗ ἔστησαν
οἱ πόδες σου Κύριε· καὶ ξύλου σωτηρίας γευσάμενοι, τῶν ἐξ ἁμαρτίας
παθῶν ἐλευθερίας ἐτύχομεν, πρεσβείαις τῆς Θεοτόκου μόνε φιλάνθρωπε.
Τῆς προσκυνήσεως καὶ τῶν ἰδιομέλων
πληρωθέντων, ὁ β´ χορὸς ψάλλει·
Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος δ´.
Σήμερον σωτηρία τῷ
κόσμῳ γέγονεν· * ᾄσωμεν τῷ ἀναστάντι
ἐκ τάφου * καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· * καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον * τὸ νῖκος ἔδωκεν ἡμῖν * καὶ τὸ μέγα ἔλεος.
(Ἐν δὲ τοῖς Μοναστηρίοις·
Εἶτα ἡ συνήθης Ἐκτενής, ἡ Λιτὴ μετὰ τοῦ Ἑωθινοῦ Ἰδιομέλου, καὶ ἡ
Α´ Ὥρα, ἐν ᾗ ἀναγινώσκεται ἡ Κατήχησις τοῦ Στουδίτου.
Σημείωσις. Ὁ τ. Σταυρὸς τῆς
τελετῆς παραμένει ἐν τῷ ηὐτρεπισμένῳ δίσκῳ ἐπὶ τοῦ τετραποδίου
εἰς τὸ μέσον τοῦ ναοῦ πρὸς προσκύνησιν ἄχρι τῆς Παρασκευῆς τῆς παρούσης
ἑβδομάδος, ὅτε μετὰ τὴν θ´ ὥραν καὶ πρὸ τῆς προηγιασμένης γίνεται
ἡ τελευταία προσκύνησις αὐτοῦ καὶ αἴρεται ἐν τῷ ἱερῷ βήματι.
Εἰς τὴν Α´ Ὥραν. Ἑωθινὸν ια´. Ἦχος πλ. δ´.
Φανερῶν σεαυτόν, τοῖς
Μαθηταῖς σου Σωτήρ, μετὰ τὴν ἀνάστασιν, Σίμωνι δέδωκας τὴν τῶν προβάτων
νομήν, εἰς ἀγάπης ἀντέκτισιν, τὴν τοῦ ποιμαίνειν φροντίδα αἰτῶν· διὸ
καὶ ἔλεγες· Εἰ φιλεῖς με Πέτρε, ποίμαινε τὰ ἀρνία μου, ποίμαινε τὰ πρόβατά
μου. Ὁ δὲ εὐθέως ἐνδεικνύμενος τὸ φιλόστοργον, περὶ τοῦ ἄλλου μαθητοῦ
ἐπυνθάνετο. Ὧν ταῖς πρεσβείαις Χριστέ, τὴν ποίμνην σου διαφύλαττε, ἐκ
λύκων λυμαινομένων αὐτήν.
* * * * *
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ὁ διάκονος τὰ εἰρηνικὰ
καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Τὰ τυπικά, οἱ μακαρισμοὶ τοῦ ἤχου εἰς δ´ καὶ δ´ ἐκ τῆς Ϛ´ ᾠδῆς τοῦ κανόνος τοῦ Σταυροῦ.
Εἰ δὲ μή, τὰ Ἀντίφωνα.
(Τῆς Σταυροπροσκυνήσεως)
Ἀντίφωνον Α´. Ἦχος β´. (Ἐκλογή).
Στίχ. α´. Ἐσημειώθη
ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. (δ´ 7)
Ταῖς πρεσβείαις τῆς
Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Στίχ. β´. Ἔδωκας τοῖς
φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου. (νθ´ 6)
Ταῖς πρεσβείαις τῆς
Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Στίχ. γ´. Ἀνέβης εἰς ὕψος,
ᾐχμαλώτευσας αἰχμαλωσίαν, ἔλαβες δόματα ἐν ἀνθρώποις. (ξζ´19)
Ταῖς πρεσβείαις τῆς
Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Στίχ. δ´. Ἔδωκας κληρονομίαν
τοῖς φοβουμένοις τὸ ὄνομά σου, Κύριε. (ξ´ 6)
Ταῖς πρεσβείαις τῆς
Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Δόξα. Καὶ νῦν.
Ταῖς πρεσβείαις τῆς
Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Ὁ διάκονος τὴν μικρὰν συναπτὴν
καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·
Ὅτι
σὸν τὸ κράτος...
Ἀντίφωνον Β´. Ἦχος β´. (Ἐκλογή).
Στίχ. α´. Εἴδοσαν πάντα
τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. (Ϟζ´ 3)
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Στίχ.
β´. Εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς
τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ. (ρλα´ 7)
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Στίχ. γ´. Ὁ δὲ Θεὸς βασιλεὺς
ἡμῶν πρὸ αἰώνων, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. (ογ´ 12)
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Στίχ. δ´. Σχολάσατε
καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός, ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι
ἐν τῇ γῇ. (με´ 11)
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Δόξα. Καὶ νῦν.
Ὁ μονογενὴς Υἱὸς καὶ
Λόγος τοῦ Θεοῦ, * ἀθάνατος ὑπάρχων * καὶ καταδεξάμενος *
διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι
ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου
Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡμᾶς.
Ὁ διάκονος τὴν μικρὰν συναπτὴν
καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·
Ὅτι
ἀγαθὸς καὶ φιλάνθρωπος...
Ἀντίφωνον Γ´. Ἦχος α´. (Ἐκλογή).
Στίχ. α´. Ὑψοῦτε Κύριον
τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. (Ϟη´ 5)
Ἀπολυτίκιον τοῦ Σταυροῦ. Ἦχος α´.
Σῶσον Κύριε τὸν λαόν
σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ
βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Στίχ. β´. Σῶσον, Κύριε,
τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου. (κζ´ 9)
Σῶσον, Κύριε, τὸν λαόν
σου...
Στίχ. γ´. Καὶ ποίμανον
αὐτοὺς καὶ ἔπαρον αὐτοὺς ἕως τοῦ αἰῶνος. (κζ´ 9)
Σῶσον, Κύριε, τὸν λαόν
σου...
* * *
ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ
Εἰσοδικόν. Ἦχος
β´.
Δεῦτε
προσκυνήσωμεν καὶ προσπέσωμεν
Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ,
ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.
* * *
Ἀπολυτίκιον Ἀναστάσιμον. Ἦχος βαρύς.
Κατέλυσας τῷ Σταυρῷ σου
τὸν θάνατον· ἠνέῳξας τῷ λῃστῇ τὸν Παράδεισον· τῶν Μυροφόρων τὸν θρῆνον
μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης
Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Εἶτα τοῦ Σταυροῦ. Ἦχος α´.
Σῶσον Κύριε τὸν λαόν
σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ
βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Εἶτα τὸ ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ.
Κοντάκιον. Ἦχος πλ. δ´. Αὐτόμελον.
(Κατὰ τὰς Α´,
Β´, Γ´, Δ´ Κυριακὰς τῆς Μεγάλης
Τεσσαρακοστῆς καὶ τῷ Σαββάτῳ τοῦ Ἀκαθίστου).
Τῇ ὑπερμάχῳ
στρατηγῷ τὰ νικητήρια,
ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια
ἀναγράφω σοι ἡ πόλις σου, Θεοτόκε.
Ἀλλ᾿ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον,
ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον,
ἵνα κράζω σοι· Χαῖρε, νύμφη ἀνύμφευτε.
ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια
ἀναγράφω σοι ἡ πόλις σου, Θεοτόκε.
Ἀλλ᾿ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον,
ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον,
ἵνα κράζω σοι· Χαῖρε, νύμφη ἀνύμφευτε.
* * *
ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ
Ἀντὶ τοῦ Τρισαγίου.
Τὸν Σταυρόν σου προσκυνοῦμεν
Δέσποτα, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν δοξάζομεν. (ἐκ γ´)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ
ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὴν ἁγίαν σου Ἀνάστασιν
δοξάζομεν.
Δύναμις. Τὸν Σταυρόν σου προσκυνοῦμεν Δέσποτα, καὶ
τὴν ἁγίαν σου Ἀνάστασιν δοξάζομεν.
* * *
ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον καὶ Ἀλληλούϊα
τὰ ἐν τῷ Τριῳδίῳ εἰδικὰ τῆς Κυριακῆς.
Κυριακῆς Γ´ Νηστειῶν
(Ἑβρ. δ´ 14-16, ε´ 1-6).
Προκείμενον. Ἦχος πλ. β´. (Ψαλμὸς κζ´).
Σῶσον, Κύριε, τὸν
λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου. (κζ´ 9)
Στίχ. α´. Πρὸς σέ, Κύριε,
κεκράξομαι, ὁ Θεός μου, μὴ παρασιωπήσῃς ἀπ᾿ ἐμοῦ. (κζ´ 1)
Στίχ. β´. Κύριος κραταίωμα
τοῦ λαοῦ αὐτοῦ καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ χριστοῦ αὐτοῦ ἐστι.
(κζ´ 8)
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
Ἀδελφοί, ἔχοντες ἀρχιερέα
μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ Θεοῦ, κρατῶμεν
τῆς ὁμολογίας. Οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι
ταῖς ἀσθενείαις ἡμῶν, πεπειραμένον δὲ κατὰ πάντα καθ᾿ ὁμοιότητα
χωρὶς ἁμαρτίας. Προσερχώμεθα οὖν μετὰ παῤῥησίας τῷ θρόνῳ τῆς χάριτος,
ἵνα λάβωμεν ἔλεον καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν. Πᾶς γὰρ
ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ
πρὸς τὸν Θεόν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν, μετριοπαθεῖν
δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται
ἀσθένειαν· καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ
ἑαυτοῦ προσφέρειν ὑπὲρ ἁμαρτιῶν. Καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν,
ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ, καθάπερ καὶ ὁ Ἀαρών. Οὕτω καὶ ὁ Χριστὸς
οὐχ ἑαυτὸν ἐδόξασε γενηθῆναι ἀρχιερέα, ἀλλ᾿ ὁ λαλήσας πρὸς αὐτόν·
Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· καθὼς καὶ ἐν ἑτέρῳ λέγει·
Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.
Ἀλληλούϊα (γ´). Ἦχος α´. (Ψαλμὸς ογ´).
Στίχ. α´. Ἵνα τί, ὁ Θεός,
ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; (ογ´ 1)
Στίχ. β´. Μνήσθητι τῆς
συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ᾿ ἀρχῆς· ἐλυτρώσω ῥάβδον κληρονομίας
σου, ὅρος Σιὼν τοῦτο, ὁ κατεσκήνωσας ἐν αὐτῷ. (ογ´
2)
Στίχ. γ´. Ὁ δὲ Θεὸς βασιλεὺς
ἡμῶν πρὸ αἰώνων, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. (ογ´ 12)
Στίχ. δ´. Σὺ συνέθλασας
τὴν κεφαλὴν τοῦ δράκοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς αἰθίοψι. (ογ´ 14)
ΕΥΑΓΓΕΛΙΟΝ
Κυριακῆς Γ´ Νηστειῶν
Ἐκ τοῦ κατὰ Μᾶρκον (η´ 34-38, θ´ 1).
Εἶπεν ὁ Κύριος· Ὅστις
θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν
αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει
αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσει τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ Εὐαγγελίου,
οὗτος σώσει αὐτήν. Τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον
ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα
τῆς ψυχῆς αὐτοῦ; ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ
γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται
αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.
Καὶ ἔλεγεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων,
οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ
ἐληλυθυῖαν ἐν δυνάμει.
Δόξα
σοι, Κύριε, δόξα σοι.
Καὶ γίνεται τὸ κήρυγμα τοῦ θείου λόγου.
* * *
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία
τοῦ Μεγάλου
Βασιλείου.
* * *
Εἰς τό· Ἐξαιρέτως τῆς Παναγίας…
Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη,
* πᾶσα ἡ κτίσις, *
ἀγγέλων τὸ σύστημα * καὶ ἀνθρώπων τὸ
γένος, * ἡγιασμένε ναὲ * καὶ παράδεισε λογικέ, * παρθενικὸν καύχημα, * ἐξ ἧς Θεὸς ἐσαρκώθη *
καὶ παιδίον γέγονεν * ὁ πρὸ αἰώνων ὑπάρχων
Θεὸς ἡμῶν· * τὴν γὰρ σὴν μήτραν * θρόνον ἐποίησε *
καὶ τὴν σὴν γαστέρα * πλατυτέραν οὐρανῶν
ἀπειργάσατο. * Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη,
* πᾶσα ἡ κτίσις· δόξα σοι.
* * *
Κοινωνικόν.
Ἐσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.
(δ´ 7) Ἀλληλούϊα.
Μετὰ τὴν μετάδοσιν, ἀντὶ τοῦ· Εἴδομεν…
Ἀπολυτίκιον τοῦ Σταυροῦ. Ἦχος α´.
Σῶσον Κύριε τὸν λαόν
σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ
βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί…
Ἦχος β´.
Πληρωθήτω τὸ στόμα ἡμῶν
* αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς *
τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· *
τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, * ὅλην
τὴν ἡμέραν * μελετῶντας τὴν δικαιοσύνην
σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.
Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´.
Εἴη
τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ
τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´)
Ἀπόλυσις· Ὁ ἀναστὰς
ἐκ νεκρῶν...
Δι᾿ εὐχῶν... Ἀμήν.
Πηγή: Εδώ.