ΜΟΝΟ ΑΝ ΑΠΟΔΙΩΞΕΙΣ ΑΠΟ ΤΗΝ ΚΑΡΔΙΑ ΣΟΥ ΤΑ ΓΗΪΝΑ ΘΑΡΘΕΙ Ο ΘΕΟΣ ΝΑ ΚΑΤΟΙΚΗΣΕΙ

«Ἐκχόησον ἐξ αὐτῆς πάντα τὰ γήϊνα, ἵνα εὕρῃ ἐν αὐτῇ τὴν εἴσοδον…
Ζηλωτὴς γάρ ἐστιν ὁ σὸς νυμφίος Χριστός»
 (Ἰωάννου Δαμασκηνοῦ)
«…Πόθησον ἀξίως τὸν σὲ ποθήσαντα. Ὅλον ἄνοιξον αὐτῷ τὸ ταμεῖον τῆς καρδίας σου, ἵν' ὅλως οἰκήσῃ ἐν σοὶ Χριστὸς σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι. Ἐκχόησον ἐξ αὐτῆς πάντα τὰ γήϊναἵνα εὕρῃ ἐν αὐτῇ τὴν εἴσοδονΟἶκος γὰρ γῆν καὶ πνεῦμα ἀέρος ἅμα οὐχ ὑποδέξεταιὍσον ἐνοικίσεις τὸν χοῦνἀπελάσεις τὸ τοῦ ἀέρος πνεῦμα καὶ ὅσον εἰσοικίσεις ἐν τῇ καρδίᾳ σου τὰ γήϊναἀποικίσεις τὸ Πνεῦμα τὸ ἅγιον.
Πόθεν πορνεῖαιπόθεν μοιχεῖαιπόθεν ἔριδεςφιλονεικίαιφθόνοιφόνοικαὶ πᾶς  τῶν κακῶν ἐσμόςοὐκ ἐκ τῆς ἐπιθυμίας τῶν γηΐνωνἈπέλασον πᾶσαν κενοδοξίαντὴν τῆς ἀπιστίας μητέραΟὐ γὰρ δύνασθε. φησὶν  Χριστὸςπιστεύειν εἰς ἐμὲδόξαν παρὰ ἀνθρώπων λαμβάνοντες. Ἐξόρισον ἐκ τῆς σῆς καρδίας πᾶσαν οἴησινὑπερηφανίανἔπαρσινἈκάθαρτος γὰρ παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιοςὙπερηφάνοις ἀντιτάσσεται Κύριοςταπεινοῖς δὲ δίδωσι χάριν. Ἀπάρνησαι πᾶσαν αὐθάδειαναὐταρέσκειανἵνα μόνῳ ὑποτάσσῃ τῷ νόμῳ τοῦ ΘεοῦΚαὶ αὐτὸς ὁδηγήσει σε ἐπὶ λιμένα θελήματος αὐτοῦ.
Μὴ εἰσαγάγῃς ἄλλον νυμφίον ἐν τῇ παστάδι τῆς καρδίας σουΖηλωτὴς γάρ ἐστιν  σὸς νυμφίος Χριστός·  γλυκύτατος μόνος ποθητόςὅλος γλυκασμόςὅλος ἐπιθυμίαΑὐτῷ μόνῳ τὴν σὴν ἀναπέτασον καρδίανκαὶ βόησον αὐτῷ.
Τετρωμένης καρδίας εἰμὶ ἐγώ· ἐξέστησέ με ὁ πόθος σου· ἠλλοίωσέ με ἡ ἀγάπη σου, Δέσποτα. Δεσμία εἰμὶ τῷ σῷ ἔρωτι. Εἴσελθε εἰς τὸ ταμιεῖόν σου· φιλήσω σου τὰ ἴχνη. Οὐκ εἰμὶ γὰρ ἀξία εἰπεῖν, Φίλησόν με ἀπὸ φιλημάτων στόματός σου; Ἐνοίκησον ἐν ἐμοὶ, καὶ ἐμπεριπάτησον, κατὰ τὴν ἀψευδῆ σου ἐπαγγελίαν, καὶ ποίησόν με ναὸν τοῦ παναγίου Πνεύματος. Κατακυρίευσον τῆς καρδίας μου, Δέσποτα, καὶ κατακληρονόμησον αὐτὴν, καὶ μονὴν παρ' ἐμοὶ ποίησαι, ἅμα ὑπὸ τῷ Πατρὶ καὶ τῷ Πνεύματι. Πλάτυνόν σου ἐν ἐμοὶ τὰ σχοινίσματα, τὰς ἐνεργείας τοῦ παναγίου Πνεύματος. Σὺ γὰρ Θεός μου, καὶ δοξάσω σε, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ, ἅμα τῷ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν».

(Ἰωάννου Δαμασκηνοῦ, Λόγος εἰς τὴν ξηρανθεῖσαν συκῆν καὶ εἰς τὴν παραβολὴν τοῦ ἀμπελῶνος Thesaurus Linguae GraecaeV. 96, p. 588, l. 46)