Ὁ Μέγας Ἀθανάσιος συνδέει τὴ διδασκαλία τοῦ Κυρίου, «Προσέχετε
δέ ἀπό τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται
πρός ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες» (Ματθ. 7, 15), μὲ τοὺς αἱρετικοὺς Ἐπισκόπους (καὶ τοὺς ἄλλους
ρασοφόρους), οἱ ὁποῖοι δροῦν μέσα στὴν Ἐκκλησία ὡς κανονικοὶ Ἐπίσκοποι, ὅπως
σήμερα οἱ Οἰκουμενιστές. Γράφει:
«Ἐὰν οὖν τινὰ ἴδης, ἀδελφέ, ὅτι ἔχει σχῆμα σεμνοπρεπές, μὴ πρόσχῃς, ὅτι ἐνδέδυται κώδιον προβάτου, ὅτι ὄνομα ἔχει πρεσβυτέρου ἢ ἐπισκόπου ἢ διακόνου ἢ ἀσκητοῦ, ἀλλὰ τὰς πράξεις αὐτοῦ περιέργασαι. Εἰ ἔστι σώφρων, εἰ ἔστι φιλόξενος ἢ ἐλεήμων ἢ ἀγαπητικός ἢ ἐν προσευχαῖς καρτερικός ἢ ὑπομονητικός. Εἰ ἔχει κοιλίαν θεόν, καὶ τὸν φάρυγγα ἅδην, νοσῶν χρήματα καὶ καπηλεύων τὴν θεοσέβειαν, ἄφες αὐτόν. Οὐ γὰρ ἐστι ποιμὴν ἐπιστημονικός, ἀλλὰ λύκος ἁρπακτικός.
Εἰ δὲ οἶδας τὰ δένδρα δοκιμάζειν ἀπὸ τῶν καρπῶν, ποῖα ἐστὶ
τῇ φύσει, τῇ γεύσει, τῇ πιότητι, πολλῷ μᾶλλον ἀπὸ τῶν ἔργων ὀφείλεις δοκιμάζειν
τοὺς Χριστεμπόρους, ὅτι, φοροῦντες
φημάριον εὐλαβείας, ψυχὴν κέκτηνται
διαβολικήν. Εἰ δὲ καὶ ἀπὸ ἀκανθῶν οὐ συλλέγεις σταφυλάς ἤ ἀπὸ τριβόλων
σύκα, τί ὑπολαμβάνεις ὅτι ἀπὸ παραβατῶν
ἔχεις τι ἀγαθὸν ἀκοῦσαι ἢ ἀπὸ προδοτῶν μαθεῖν τι χρήσιμον; Ἐκείνους
τοίνυν ἀποστρέφου ὡς λύκους Ἀραβικούς,
καὶ ἀκάνθας παρακοῆς, καὶ τριβόλους ἀδικημάτων, καὶ δένδρα πονηρά. Ἐὰν ἴδῃς
συνετόν, κατὰ τὴν συμβουλεύουσαν σοφίαν, ὄρθριζε πρὸς αὐτόν, καὶ σταθμοὺς θυρῶν
αὐτοῦ ἐκτριβέτω ὁ πούς σου, ἵνα παρ’ αὐτοῦ διδαχθῇς νόμου σκιαγραφήματα, καὶ
χαρίτων δωρήματα» (P.G. 26.1253).
Καὶ ἀλλοῦ γράφει:
«Ὧν τό φρόνημα ἀποστρεφόμεθα, τούτους ἀπό τῆς κοινωνίας προσήκει φεύγειν» (ΒΕΠΕΣ 33, 182, 20).