Ὁ θεόκλητος ἅγ. Νικόλαος καὶ οἱ «ἀλλαχόθεν», ἐξ Οἰκουμενιστικῶν χειρῶν σύγχρονοι Ἐπίσκοποι!

    


                                        
ΑΠΟ ΤΟΝ ΟΡΘΡΟΝ ΤΗΣ ΕΟΡΤΗΣ

Προστάτης θερμότατος, τῆς Ἐκκλησίας Χριστοῦ, ἐδείχθης Νικόλαε, τὰ τῶν αἱρέσεων, διδάγματα ἄθεα, λύων σὺν παρρησίᾳ, καὶ κανὼν ἀνεδείχθης, πᾶσιν ὀρθοδοξίας, ὑπὲρ πάντων πρεσβεύων, τῶν ἐφεπομένων σου θείαις, διδασκαλίαις καὶ εἰσηγήσεσι. 

Ταχὺ δέξαι Δέσποινα, τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε, τῷ σῷ Υἱῷ καὶ Θεῷ, Κυρία πανάμωμε, λῦσον τὰς περιστάσεις, τῶν εἰς σὲ προστρεχόντων, σύντριψον μηχανίας, καὶκατάβαλε θράσος, τῶν ὁπλιζομένων ἀθέων, Πάναγνε κατὰ τῶν δούλων σου.

Λόγῳ τὸν Λόγον ἀπεκύησας, τὸν τῷ λόγῳ πᾶσαν πρὸς ὕπαρξιν, παραγαγόντα λογικήν, φύσιν ἅμα καὶ ἄλογον, ἀλογίας ἐκλυτρούμενον, βροτοὺς παντευλόγητε. 

ΑΠΟ ΤΟ ΕΥΑΓΓΕΛΙΟΝ ΤΟΥ ΟΡΘΡΟΥ
Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων... Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.

                          

Σὲ καιρὸ τῆς αἱρέσεως τοῦ Οἰκουμενισμοῦ, ἀναγκαῖον νὰ ἐξετάσουμε: Ποιός εἶναι ὁ Ἐπίσκοπος καὶ ποιμήν, ὁ μὴ «εἰσερχόμενος διὰ τῆς θύρας..., ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν»;
Μισθωτὸς ποιμήν, ἄρα ψευδοεπίσκοπος, εἶναι ἐκεῖνος ποὺ δὲν γίνεται Ἐπίσκοπος καλούμενος ἀπὸ τὸν Θεό (Θεόκλητος), οὔτε ἐπιλεγεὶς ἀπὸ τὸν Λαό (Λαόκλητος), ἀλλὰ ἐκεῖνος ποὺ ἐπαιτεῖ γλοιωδῶς τὴν ἀνακήρυξή του σὲ Ἐπισκοπο· εἶναι ὁ σύγχρονος διαπλεκόμενος Ἐπίσκοπος, ποὺ γιὰ νὰ γίνει Ἐπίσκοπος, ἀναλαμβάνει «ὑποχρεώσεις» ἔναντι αὐτῶν (τῶν Οἰκουμενιστῶν ἡγετῶν Ἐπισκόπων) ποὺ τὸν ἐπέλεξαν καὶ ἄρα δὲν εἰσέρχεται διὰ τῆς «θύρας», ἀλλὰ «ἀλλαχόθεν»!
Ἔτσι ἐξελέγη καὶ ἔλαβε τὸ «δεσποτικό» «ἀξίωμα» ἡ σύγχρονη νέα φουρνιὰ τῶν Μητροπολιτῶν. Καὶ πῶς περιμένουμε νὰ ἀντιδράσουν, νὰ ἐλέγξουν (ἢ ὅπως ὁ ἅγιος Νικόλαος νὰ χαστουκίσουν), ἢ νὰ πολεμήσουν τοὺς ἐκλέκτορές τους –οἰκουμενιστὲς Πατριάρχες καὶ Ἀρχιεπισκόπους– ποὺ τοὺς προώθησαν καὶ τοὺς ἐλέγχουν; Πως νὰ κλείσουν τὴν «θύρα» εἰς τὸν Οἰκουμενισμό, ἢ νὰ ἐκδιώξουν ἐκ τῆς ποίμνης τοῦ Κυρίου τοὺς αἱρετικοὺς συμποιμένες καὶ ἐκλέκτορές τους;
Γράφει ὁ ἅγιος Ἰωάννης ὁ Χρυσόστομος, θέτωντας τὰ γνωρίσματα τοῦ γνησίου ποιμένος καὶ τοῦ μισθωτοῦ ψευδοποιμένος:
Ὅποιος δὲν ἐκδιώκει τοὺς αἱρετικοὺς Οἰκουμενιστές, δὲν εἶναι ποιμὴν, ἀλλὰ ψευδοποιμήν!

Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος:
«Θεὶς τὰ γνωρίσματα ἑκατέρου, καὶ τοῦ ποιμένος, καὶ τοῦ πλάνου καὶ λυμεῶνος, καὶ ἀπ' αὐτῶν παρέχων αὐτοῖς ἐξετάζειν τὴν τῶν πραγμάτων ἀλήθειαν. Καὶ πρότεροντίς ὁ πλάνος καὶ ὁ κλέπτης δείκνυσιν, ἀπὸ Γραφῶν αὐτὸν οὕτω καλῶν καὶ λέγων· Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων,ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής.
Ὅρα τὰ δείγματα τοῦ λῃστοῦ· πρῶτον, ὅτι οὐ παρρησίᾳ εἰσέρχεται· δεύτερον, ὅτι οὐ κατὰ τὰς Γραφάς· τοῦτο γάρ ἐστι τὸ, Μὴ διὰ τῆς θύρας. Ἐνταῦθα δὲ καὶ τοὺς πρὸ αὐτοῦ αἰνίττεται, καὶ τοὺς μετ' αὐτὸν ἐσομένους· τόν τε Ἀντίχριστον καὶ τοὺς ψευδοχρίστους...
Εἰκότως δὲ θύραν τὰς Γραφὰς ἐκάλεσεν. Αὗται γὰρ ἡμᾶς προσάγουσι τῷ Θεῷ, καὶ τὴν θεογνωσίαν ἀνοίγουσιν· αὗται πρόβατα ποιοῦσιν, αὗται φυλάττουσι, καὶ τοὺς λύκους οὐκ ἀφιᾶσιν ἐπεισελθεῖν. Καθάπερ γάρ τις θύρα ἀσφαλής, οὕτως ἀποκλείει τοῖς αἱρετικοῖς τὴν εἴσοδον, ἐν ἀσφαλείᾳ καθιστῶσα ἡμᾶς περὶ ὧν ἂν βουλώμεθα πάντων, καὶ οὐκ ἐῶσα πλανᾶσθαι.
Κἂν μὴ παραλύσωμεν αὐτήν, οὐκ ἐσόμεθα εὐχείρωτοι τοῖς ἐχθροῖς. Διὰ ταύτης καὶ τοὺς ποιμένας καὶ τοὺς οὐ ποιμένας εἰσόμεθα ἅπαντας. Τί δέ ἐστιν, Εἰς τὴν αὐλήν; Πρὸς τὰ πρόβατα καὶ τὴν ἐκείνων πρόνοιαν. Ὁ γὰρ μὴ ταῖς Γραφαῖς χρώμενος, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν· τουτέστιν, ἑτέραν ἑαυτῷ καὶ μὴ νενομισμένην τέμνων ὁδόν· οὗτος κλέπτης ἐστίν.
... Εἰπὼν δέ, Ἀναβαίνων ἀλλαχόθεν, καὶ τοὺς γραμματέας ᾐνίξατο, ὅτι ἐδίδασκον ἐντάλματα, διδασκαλίας ἀνθρώπων, καὶ τὸν νόμον παρέβαινον...».
(Ἁγ. Ἰωάννου Χρυσοστόμου, Ὑπομνημα Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Ἀπόστολον καὶΕὐαγγελιστήν, ὁμιλ. ΝΘʹ).