"Ποιμένες δέ, ότι τους
λύκους απήλασαν, και τα θρέμματα διέσωσαν"
Ἁγίου Ἰωάννου Χρυσοστόμου
Ἡ γὰρ τῶν ἁγίων χάρις οὐ διακόπτεται θανάτῳ, οὐκ ἀμβλύνεται τελευτῇ, οὐ διαλύεται εἰς τὴν γῆν· καὶ μαρτυρεῖ τὰ πράγματα.
Ἁλιεῖς ἦσαν, καὶ οἱ ἁλιεῖς ἀπέθανον· αἱ δὲ σαγῆναι αὐτῶν ἐργάζονται· καὶ μαρτυρεῖ τὸ πλῆθος τῶν καθ' ἡμέραν σωζομένων.
Ἀμπελουργοὶ ἦσαν, καὶ ἀπῆλθον ἐκεῖνοι, καὶ ἡ ἄμπελος τοῖς φύλλοις κομᾷ, καὶ τῷ καρπῷ βρίθεται.
Καὶ γὰρ ἀμπελουργοί, καὶ ἁλιεῖς, καὶ στῦλοι, καὶ ἰατροί, καὶ στρατηγοί, καὶ διδάσκαλοι.
Στῦλοι μέν, ὅτι τὸν ὄροφον τῆς πίστεως ἐβάστασαν·
λιμένες δέ, ὅτι τὰ κύματα τῆς ἀσεβείας κατέστειλαν·
κυβερνῆται δέ, ὅτι τὴν οἰκουμένην ἀπὸ γῆς εἰς οὐρανὸν ἐχειραγώγησαν·
ποιμένες δέ, ὅτι τοὺς λύκους ἀπήλασαν, καὶ τὰ θρέμματα διέσωσαν·
ἀμπελουργοί, ὅτι τὰς ἀκάνθας ἀνέσπασαν, καὶ τὰ σπέρματα τῆς εὐσεβείας κατέσπειραν·
Καὶ ἵνα μάθῃς ὅτι οὐ κόμπος τὰ ῥήματα, παράγω Παῦλον ἅπαντα ταῦτα ποιήσαντα.
Βούλει ἰδεῖν αὐτὸν φυτουργόν; Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισε.
Βούλει ἰδεῖν οἰκοδόμον; Ὡς σοφὸς ἀρχιτέκτων, θεμέλιον τέθεικα.
Βούλει ἰδεῖν αὐτὸν παγκρατιαστήν; Οὕτω πυκτεύω ὡς οὐκ ἀέρα δέρων.
Βούλει ἰδεῖνν αὐτὸν ἀθλητήν; Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα.
Βούλει ἰδεῖν αὐτὸν δρομέα; Ὥστε με ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ Εὐαγγέλιον τοῦ Θεοῦ. Ἐνδυσάμενοι τὸν θώρακα τῆς πίστεως.
Βούλει ἰδεῖν αὐτὸν ἀγωνιστήν; Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι.
Βούλει ἰδεῖν αὐτὸν στεφανίτην; Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος.
Εἷς ὤν, πάντα ἐγένετο, τὸν Δεσπότην τὸν ἑαυτοῦ μιμούμενος. Καὶ γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος εἷς ὢν τὴν οὐσίαν, πρὸς ἅπαντα ἐσχηματίζετο.
Πῶς πρὸς πάντα; Διὰ τὴν ἡμετέραν σωτηρίαν.
Κλῆμα ἐγένου, καὶ ἐγένετο ῥίζα· Ἐγὼ γάρ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα.
Βαδίσαι ἠθέλησας· ἐγένετό σοι ὁδός· Δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ καὶ ἐξέλθῃ, νομὴν εὑρήσει.
Πρόβατον ἐγένου, ἐγένετό σοι ποιμήν· Ἐγὼ γάρ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.
Ἁμαρτωλὸς ἐγένου· ἐγένετό σοι Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
Φαγεῖν ἠθέλησας· ἐγένετό σοι τράπεζα.
Πιεῖν ἠθέλησας· ἐγένετό σοι ποτήριον. Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ.
Ἐνδύσασθαι ἠθέλησας· ἐγένετό σοι ἱμάτιον· Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.
Νύμφη ἠθέλησας γενέσθαι· ἐγένετό σοι νυμφίος· Ὁ ἔχων τὴν νύμφην, νυμφίος ἐστίν. Ἠθέλησας· ἐγένετό σοι ἀνήρ· Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ.
Πόρνη ἦς, καὶ ἐγένου παρθένος. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων! Ἐπὶ τῶν ἔξωθεν ὁ γάμος τὴν παρθενίαν διαλύει, ἐπὶ δὲ τῶν πνευματικῶν πόρνην ἔλαβε, καὶ παρθένου ἐποίησε σεμνοτέραν.
Ἑρμήνευσον, ὦ αἱρετικέ, πῶς ἡ πόρνη παρθένος. Περιεργάσασθαι οὐ δύναμαι· πίστει δὲ κατέχομαι. Ταῦτα δὲ πάντα ἡ τοῦ Πνεύματος ἐποίησε χάρις.
Χρυσοστόμου Ἰωάννου, ΕΙΣ ΤΗΝ ΠΕΝΤΗΚΟΣΤΗΝ. Λόγος αʹ.