"Μείζων του Υιού ο Πατήρ ουκ έστι" (Αγίου Γρηγορίου Νύσσης)

 


    Στὸν «Περὶ τῆς θεότητος Υἱοῦ καὶ Πνεύματος, καὶ ἐγκώμιον εἰς τὸν δίκαιον Ἀβραάμ» λόγο του ὁ ἅγιος Γρηγόριος Νύσσης (ποὺ σήμερα ἑορτάζουμε), ἀποδεικνύει ἁγιογραφικὰ τὴν ἰσότητα τῶν Προσώπων τῆς Ἁγίας Τριάδος, κατακρημνίζων τὶς ψευτοθεολογίες τῶν αἱρετικῶν καὶ εἰδικὰ τῶν ἐν ἐπιμονῇ αἱρετιζόντων Οἰκουμενιστῶν περὶ Πρώτου στὴν Ἁγία Τριάδα κατὰ τὰ ἀνθρώπινα πρότυπα· ψευδοθεολογίες τύπου Ζηζιούλα, ποὺ οἱ Ἐπίσκοποι καὶ ἡ «Ἱερὰ» Σύνοδος δὲν τολμᾶ νὰ καταδικάσει (παρὰ τὸν σκανδαλισμὸ τῶν πιστῶν) καὶ διὰ τῆς ὁποίας ὑποστηρίζεται τὸ ἀθεότατο Πρωτεῖο τῶν δύο Παπῶν Δύσεως καὶ Ἀνατολῆς (νῦν, τῶν Φραγκίσκου καὶ Βαρθολομαίου).
Γράφει ὁ Ἅγιος ἀναφερόμενος στὴν περίπτωση τοῦ Ἀβραάμ ὅτι, ὅταν ὁ Θεὸς ἔδωσε ὑπόσχεση στὸν Ἀβραάμ, ἐπειδὴ δὲν εἶχε νὰ ὁρκιστεῖ ἀπέναντι σὲ κανέναν μεγαλύτερο, ὁρκίστηκε στὸν ἑαυτό Του» (Ἑβρ. 6, 13). Αὐτὰ τὰ λόγια, λέγει ὁ Ἅγιος, δὲν ἀναφέρονται στὸν Πατέρα, ἀλλὰ στὸν Υἱό, ἀφοῦ ὁ Υἱὸς εἶναι ὁ «Ἄγγελος» ποὺ παρουσιάζεται στὴν περίπτωση τῆς θυσίας τοῦ Ἀβραάμ.
Γράφει:
 «Ἀκούσατε τῆς ἀποστολικῆς ἀναγνώσεως τὴν κατὰ τὸν Ἀβραὰμ ἱστορίαν... ἐν οἷς φησι· Τῷ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεός, ἐπεὶ κατ' οὐδενὸς εἶχε μείζονος ὀμόσαι, καθ' ἑαυτοῦ ὤμοσε λέγων ἃ εἴρηκεν...».
Στὴν συνέχεια ὁ ἅγιος Γρηγόριος παρουσιάζει μὲ λιτὸ καὶ συναρπαστικὸ λόγο τὴν διήγηση τῆς «θυσίας τοῦ Ἀβραάμ» (παραθέτουμε τὴν διήγηση στὸ τέλος) καὶ ἐπανέρχεται στὴν ἀπόδειξη περὶ τοῦ ὅτι ὁ Πατὴρ δὲν εἶναι «μείζων» τοῦ Υἱοῦ.
«Τουτὶ γὰρ ἦν τὸ προκείμενον ἡμῖν, δεῖξαι τὸν Ἀπόστολον μαρτυροῦντα τῷ λόγῳ, ὅτι μείζων τοῦ Υἱοῦ ὁ Πατὴρ οὐκ ἔστιν.
Ἐνταῦθα γὰρ ἄγγελον τοῦ λόγου τοῦ Θεοῦ ἡ γραφὴ προτάξασα, ἐπάγει φωνήν· ἐφώνησε γὰρ αὐτὸν ἄγγελος Κυρίου καὶ εἶπεν, ὅτι Ἀνθ' ὧν ἐποίησας τὸ ρῆμα τοῦτο, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ, κατ' ἐμαυτοῦ ὤμοσα, ποιῆσαι ἅπερ καὶ ἐν τῇ ἐπαγγελίᾳ τοῦ λόγου ἔστι μαθεῖν.
Τίς οὖν ἐστιν ὁ χρηματίσας τῷ Ἀβραάμ;
Ἆρα μὴ ὁ Πατήρ;
Ἀλλ' οὐκ ἂν εἴποις ἄγγελόν τινος εἶναι τὸν Πατέρα. Οὐκοῦν ὁ μονογενὴς Θεός, περὶ οὗ ὁ Προφήτης φησίν, ὅτι Καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος. Τοῦτο δὲ οὐκ ἀγνοεῖ πάντως ὁ Παῦλος ὁ ἐν παραδείσῳ μυηθεὶς τὰ ἀπόρρητα, ὅτι παρὰ τοῦ Μονογενοῦς ἡ ἔνορκος αὕτη ὑπόσχεσις.
Λέγει δὲ ὁ Παῦλος, ὅτι Τῷ Ἀβραὰμ ἐπαγγειλάμενος, ὁ Θεὸς Λόγοςἐπεὶ κατ' οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ' ἑαυτοῦ.
Πῶς οὖν οὗτοι λέγουσι μείζονα τοῦ Υἱοῦ τὸν Πατέρα, τοῦ Παύλου λέγοντος ὅτι οὐκ ἔχει τὸ μεῖζον;

Ὅλο τὸ σχετικὸ τμῆμα τοῦ λόγου τοῦ ἁγίου Γρηγορίου Νύσσης ἔχει ὡς ἑξῆς:
Ἀκούσατε τῆς ἀποστολικῆς ἀναγνώσεως τὴν κατὰ τὸν Ἀβραὰμ ἱστορίαν ἐν ὀλίγῳ διηγουμένης, ἐν οἷς φησι· Τῷ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεὸς, ἐπεὶ κατ' οὐδενὸς εἶχε μείζονος ὀμόσαι, καθ' ἑαυτοῦ ὤμοσε λέγων ἃ εἴρηκεν. Ἐπειδὴ τοίνυν εἰκὸς ἄγνωστα εἶναι τοῖς πολλοῖς τὰ τῆς ἱστορίας, δι' ὀλίγων ὑμῖν, ὡς ἂν οἷός τε ὦ, διηγήσομαι. Ἀποικίζει τὸν Ἀβραὰμ τῶν οἰκείων συγγενῶν τε καὶ τόπων διὰ προστάγματος ὁ Θεός· καὶ ἦν ἐπὶ τῆς ἀλλοδαπῆς ὁ πατριάρχης, ἐγκαρτερῶν τῇ ἐλπίδι τῆς ὑποσχέσεως. Βάσανος προσάγεται τῷ ἀνδρὶ τῆς πρὸς τὸν Θεὸν βεβαιότητος, ἡ χρονία τῶν ἐλπιζομένων παράτασις· ἡ δὲ ὑπόσχεσις ἦν, πατέρα ἔθνους γενέσθαι τὸν Ἀβραάμ. Χρόνος διέβη πολύς, καὶ ἡ φύσις τὸ ἴδιον ἔπασχεν, ἤδη πρὸς τὸ γηραιὸν αὐτῷ τῆς ἡλικίας ἐπικλιθείσης, καὶ ἔτι ἡ ἐλπὶς παρετείνετο· ἀπέσβη κατὰ τὸ εἰκὸς ἐν τῷ γηραιῷ τῆς ἡλικίας αὐτῷ τε καὶ τῇ ὁμοζύγῳ ἡ πρὸς παιδοποιίαν ἰσχύς. Καὶ τοῦτο ἀνεπαισχύντως ἡ ἱστορία παρασημαίνεται, ἐκλελοιπέναι φάσκουσα τῆς Σάῤῥας τὰ γυναικεῖα, δι' ὧν ἐνεργεῖται ἡ σύλληψις. Καὶ τὸ μὲν σῶμα τῇ φύσει ὑπήκουε τῆς νεότητος ὑπαναλωθείσης καὶ τῷ γήρᾳ ἐκάμπτετο, ἡ δὲ πρὸς τὸν Θεὸν ἐλπὶς ἀγήρως τις ἦν ἐν αὐτοῖς καὶ ἀκμάζουσα. Ἐν τούτῳ τίκτεται αὐτοῖς ὁ Ἰσαὰκ ἵνα φανῇ οὐχὶ φύσεως ἔργον ὁ τόκος, ἀλλὰ θείας δυνάμεως ἀποτέλεσμα. Ἐμπεριχαρεῖς ἦσαν, ὡς εἰκὸς, τῇ τοῦ Θεοῦ δωρεᾷ ἀνήβησεν αὐτοῖς διὰ τοῦ παιδὸς πάλιν ἡ πολιὰ, δαψιλεῖς αἱ τοῦ γάλακτος πηγαὶ τῇ παρήλικι πρὸς τὴν χρείαν ἐπιῤῥέουσαι· ἐπεῖχεν ἡ γεγηρακυῖα τῷ παιδὶ τὴν θηλὴν πλημμυροῦσαν. Ἐπηγάλλετο τῷ παρὰ φύσιν θαύματι λέγουσα· Τίς εἴπῃ τῷ Ἀβραὰμ ὅτι θηλάζει τέκνον ἡ Σάρρα; Εἶτα ἡδρύνετο τὸ νήπιον κατ' ὀλίγον, καὶ εἰς τὴν τῶν μειρακίων ἡλικίαν ἔτρεχεν, καὶ ἤδη παῖς ἦν ἐν ἄνθει τῆς ἡλικίας, ἐν ἀκμῇ τῆς ὥρας, γλυκὺ θέαμα τοῖς γεννησαμένοις, εἰς ὥραν ἐπιδιδοὺς, εἰς ἀκμὴν προϊὼν, τὰς τῆς ψυχῆς ἀρετὰς συναύξων τῷ κάλλει τοῦ σώματος. Ὅπως ἔχειν εἰκὸς ἐπ' αὐτῷ τοὺς γεννήσαντας, ὑμεῖς τὸ πρᾶγμα τοῖς λογισμοῖς ὑποθέντες, ἐν ἑαυτοῖς ἐξετάσατε· ὅπως διατίθεται πατὴρ παίζοντα βλέπων υἱὸν, καὶ σπουδάζοντα ἐν παλαίστραις, ἐν παιδιαῖς, ἐν μαθήμασιν ἢ ἐν ταῖς ἡδίσταις τῶν ἡλικιωτῶν συνουσίαις. Ἐν τούτοις πεῖρα προσάγεται τῷ πατριάρχῃ καὶ βάσανος, τίνι τὸ πλέον νέμει, τῇ πρὸς τὸν Θεὸν ἀγάπῃ, ἢ τῇ περὶ τὴν φύσιν ῥοπῇ. Φρίττω μεταξὺ διηγούμενος τὸ τῆς πείρας ἀπότομον. Χρηματίζει πάλιν ὁ Θεὸς, καὶ προσκαλεῖται τὸν αὐτὸν ἐξ ὀνόματος· ὁ δὲ προθύμως ὑπακούει τῇ κλήσει, ἐξ ὧν ἤδη τετυχήκει πάντως προσθήκην δευτέρας χάριτος ἐκδεχόμενος. Ἀλλὰ τὸ ἐπίταγμα, τί; Λάβε μοι, φησὶ, τὸν υἱόν σου. Οὔπω πλήσσει τάχα τοῦ πατρὸς τὴν καρδίαν ὁ λόγος· πάντως γὰρ τοιοῦτον ὑπολογίζεται, ὅτι γάμῳ συναρμόσαι διακελεύεται καὶ ἐπισπεῦσαι τὸν θάλαμον, ὡς ἂν εἰς πέρας ἔλθοι ἡ ἐπὶ τοῦ σπέρματος εὐλογία. Ἀλλ' ἴδωμεν τὴν προσθήκην τοῦ λόγου· Λάβε μοι, φησὶ, τὸν υἱόν σου τὸν ἀγαπητὸν, τὸν μονογενῆ. Ὅρα τὰ κέντρα τοῦ λόγου, πῶς κεντεῖ τοῦ πατρὸς τὰ σπλάγχνα· πῶς ἀναῤῥιπίζει τὴν τῆς φύσεως φλόγα· πῶς ἀνεγείρει τὸ φίλτρον, καὶ υἱὸν ἀγαπητὸν καὶ μονογενῆ καλῶν· ὡς ἂν διὰ τῶν τοιούτων ὀνομάτων τὸ φίλτρον τὸ πρὸς αὐτὸν ἀναζέσειεν. Εἶτα λαβὼν τί ποιήσω; Ἀνένεγκέ μοι, φησί. Μὴ ἱερέα καταστῆσαι κελεύεις, ὃν ἀνενεγκεῖν προσέταξας; Οὐχ ἱερέα, ἀλλὰ θῦμα καὶ ἱερεῖον διὰ θυσίας ὁλοκαυτούμενον. Ἀνένεγκέ μοι, φησὶν, εἰς ὁλοκάρπωσιν ἐπὶ τοῦ ὄρους, οὗ ἐάν σοι δείξω. Τί πεπόνθατε ἀκούοντες τοῦ διηγήματος, ὅσοι πατέρες ἐστὲ, καὶ τὴν πρὸς τοὺς παῖδας στοργὴν παρὰ τῆς φύσεως ἐδιδάχθητε; Οἴδατε πάντως ὅπως δέχεται πατρὸς ἀκοὴ μονογενοῦς τέκνου σφαγήν. Τίνος οὐκ ἦν καταπλαγῆναι πρὸς τὴν φωνήν; ἀποστρέψαι τὴν ἀκοήν; ἐναποθανεῖν τῷ προστάγματι μᾶλλον ἢ τῇ καρδίᾳ τὸν λόγον δέξασθαι; Οὐκ ἂν ἐδικαιολογήθη πρὸς αὐτὸν, αὐτὴν τὴν φύσιν συνήγορον ἑαυτοῦ προστησάμενος, Τί ταῦτα προστάσσεις, λέγων, ὦ Κύριε; Διὰ τοῦτο πατέρα ἐποίησας, ἵνα παιδοκτόνον ἀπεργάσῃ; Διὰ τοῦτό με τῆς γλυκείας ταύτης ἔγευσας δωρεᾶς, ἵνα μῦθόν με ποιήσῃς τῷ βίῳ; Ταῖς ἐμαυτοῦ χερσὶ κατασφάξω τὸν παῖδα, καὶ τοῦ συγγενοῦς αἵματος σπείσω σοι; Καὶ σὺ ταῦτα κελεύεις, καὶ τοιαύταις ἐπιτέρπῃ θυσίαις; Ἀποκτείνω τὸν υἱὸν, ὑφ' οὗ ταφήσεσθαι προσεδόκησα; Τοιοῦτον αὐτῷ πήξω τὸν θάλαμον; Τοιαύτην αὐτῷ τὴν εὐφροσύνην παρασκευάσω τοῦ γάμου; Καὶ ἅψω ἐπ' αὐτῷ οὐχὶ λαμπάδα γαμήλιον, ἀλλὰ πῦρ ἐπιτάφιον; Οὐκοῦν ἐπὶ τούτοις καὶ στεφανώσομαι; Οὕτως ἔσομαι πατὴρ ἐθνῶν, ὁ μηδὲ παιδὸς συγχωρούμενος; Ἆρά τι τοιοῦτον εἶπεν ὁ Ἀβραὰμ, ἢ ἐνενόησεν; Οὐμενοῦν. Ἀλλ' ἐπειδὴ τὸν σκοπὸν εἶδε τοῦ ἐπιτάγματος, πρὸς τὴν θείαν ἀναβλέψας ἀγάπην, εὐθὺς τὴν φύσιν ἠγνόησεν, καὶ οἷόν τι γεῶδες ἄχθος τὰς ἐμπαθεῖς τῆς φύσεως διαθέσεις ἀποδυσάμενος, ὅλον ἔδωκεν ἑαυτὸν τῷ Θεῷ, καὶ τοῦ προστάγματος ἦν· καὶ οὔτε τῇ γαμετῇ περὶ τούτου ἀνεκοινώσατο, καλῶς γε ποιῶν καὶ λυσιτελῶς ἑαυτῷ, ἀναξιόπιστον εἰς συμβουλὴν κρίνας τὸ θῆλυ. Οὐδὲ γὰρ τῷ Ἀδὰμ συνήνεγκε τὴν συμβουλὴν δεξαμένῳ τῆς Εὔας. Διὰ τοῦτο ὡς ἂν μὴ πάθῃ τι γυναικεῖον καὶ μητρῷον ἡ Σάρρα, καὶ τὸ σφοδρόν τε καὶ ἀκραιφνὲς τῆς πρὸς τὸν Θεὸν ἀγάπης τοῦ Ἀβραὰμ ἐπικλάσειεν, λαθεῖν ἐπετήδευσε τὴν ὁμόζυγον. Πόσα γὰρ ἦν εἰκὸς, εἴ τι τοιοῦτον ἔγνω γινόμενον, ἢ δράσαι τὴν Σάρραν, ἢ πρὸς αὐτὸν ἀποδύρασθαι; οἷα δ' ἂν ἔπαθε περιχυθεῖσα τῷ παιδὶ καὶ ταῖς ἀγκάλαις ἐμπλεξαμένη, εἰ πρὸς τὴν σφαγὴν ἔβλεπεν αὐτὸν βιαίως ἑλκόμενον; οἵοις δ' ἂν ἐχρήσατο λόγοις; Φεῖσαι τῆς φύσεως, ἄνερ, μὴ γένῃ πονηρὸν τοῦ βίου διήγημα· μονογενής μοι ὁ τόκος οὗτος, μονογενὴς ἐν ὠδῖσιν ὁ Ἰσαὰκ, ἐν ἀγκάλαις μόνος· οὗτός μοι τόκος καὶ πρῶτος καὶ ὕστατος. Τίνα μετὰ τοῦτον ἐπὶ τραπέζης ὀψόμεθα; Τίς προσερεῖ μοι τὴν γλυκεῖαν φωνήν; Τίς ὀνομάσει μητέρα; Τίς θεραπεύσει τὸ γῆρας; Τίς περιστελεῖ μετὰ τὸν θάνατον; Τίς ἐπιχώσει τάφον τῷ σώματι; Ὁρᾷς τὸ ἄνθος τοῦ νέου, ὃ καὶ ἐν ἐχθρῷ τις βλέπων, πάντως ἂν τὴν ὥραν ἠλέησεν. Οὗτος τῆς μακρᾶς εὐχῆς ὁ καρπὸς, οὗτος τῆς διαδοχῆς ὁ κλάδος, οὗτος τοῦ γένους τὸ λείψανον, οὗτος ἡ βακτηρία τοῦ γήρως. Εἰ κατὰ τούτου φέρεις τὸ ξίφος, ταύτην μοι δὸς τῇ δειλαίᾳ τὴν χάριν· κατ' ἐμοῦ πρῶτον χρῆσαι τῷ ξίφει, καὶ τότε ποίησον τὸ δοκοῦν ἐπὶ τούτου· κοινὸν ἀμφοτέρων ἔστω τὸ χῶμα, κοινὴ κόνις ἐπικαλυψάτω τὰ σώματα, κοινὴ στήλη διηγείσθω τὰ πάθη· μὴ ἴδῃ Σάῤῥας ὁ ὀφθαλμὸς μήτε Ἀβραὰμ παιδοκτονοῦντα, μήτε Ἰσαὰκ χερσὶ πατρῴαις παιδοκτονούμενον. Ταῦτα πάντως ἂν καὶ τὰ τοιαῦτα παρὰ τῆς Σάρρας ἐγένετο τῷ Ἀβραὰμ τὰ ῥήματα, εἴπερ τῶν γινομένων προῄσθετο. Ἀλλ' ὡς ἂν μηδὲν ἐμπόδιον πρὸς τὴν ἐγχείρησιν γένοιτο, ὄνῳ τὰς σχίδακας ἐπιθεὶς, καί τινας τῶν παίδων ἐπαγόμενος, ὅλος τοῦ θείου θελήματος ἦν· εἶτα καταλιπὼν τοὺς παῖδας, ὡς ἂν μή τι ἀγεννέστερον καὶ ἀνδραποδῶδες ἐκεῖνοι βουλεύσοιντο, κωλύσαντες τοῦ παιδὸς τὴν ἱερουργίαν, μόνον ἐπάγεται τὸν υἱὸν, ἱκανῶς ἤδη πρὸς τὰ βαρύτερα τῶν ἔργων ὑφ' ἡλικίας ἀνδριζόμενον. Μετατάξας γὰρ ἀπὸ τῆς ὄνου ἐπὶ τὸν παῖδα τὸ ἄχθος, ἐκεῖνον ὑπήγαγε τῷ φόρτῳ τῶν ξύλων. Πάλιν δριμύσσει τὰ τοῦ πατρὸς σπλάγχνα ἡ φωνὴ τοῦ παιδός· ἄλλος οὗτος πειρασμὸς οὐδὲν τοῦ προλαβόντος φιλανθρωπότερος. Προσκαλεῖται τὸν πατέρα ὁ Ἰσαὰκ τῇ γλυκείᾳ ταύτῃ φωνῇ, καί φησι, Πάτερ. Ὁ δὲ οὐ καταπνίγεται δάκρυσι, τῷ μικρὸν ὕστερον μηκέτι ἀκούσεσθαι τῆς τοιαύτης φωνῆς ἐννοήσας, οὐδ' ἐποιμώζει τῷ λόγῳ οὐδέ τι θρηνῶδες καὶ γοερὸν ἀποφθέγγεται, ἀλλ' ἑστώσῃ καὶ ἀκλινεῖ τῇ ψυχῇ, καὶ δέχεται τοῦ παιδὸς τὴν φωνὴν, καὶ τὴν ἰδίαν προΐεται. Φησὶ γὰρ πρὸς αὐτόν· Τί ἐστι, τέκνον; Ἐνταῦθά μοι κατανόησον τὸ συνετὸν ἅμα καὶ λελογισμένον τοῦ νέου, πῶς τὸ δοκοῦν παρῶφθαι παρὰ τοῦ πατρὸς, ἀπροσκρούστως εἰς ὑπόμνησιν ἄγει, οὔτε παράνοιαν, οὔτε λήθην τῷ πατρὶ ὀνειδίζων· ἀλλ' ἐν προσποιήσει δῆθεν τοῦ θελῆσαι μαθεῖν, τοῦ παροράματος ὑπομιμνήσκων. Ἰδοὺ γὰρ, φησὶ, τὰ ξύλα, τὸ πῦρ, ἡ μάχαιρα· τὸ ἱερεῖον ποῦ; Ὁ δὲ, εἴτε παραθαῤῥύνων τὸν παῖδα, εἴτε ὡς προφήτης τὸ μέλλον διεγγυώμενος, Ὁ Θεὸς, φησὶν, ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. Καὶ ἐπὶ τούτοις ἔτι ἡ πεῖρα τῆς τοῦ πατριάρχου ψυχῆς παρετείνετο. Καταλαμβάνει τὸν προρρηθέντα
χῶρον αὐτῷ, οἰκοδομεῖ τῷ Θεῷ τὸ θυσιαστήριον, ὁ παῖς παρετίθη τῷ πατρὶ τὰς ὕλας· ἡτοιμάζετο ἡ πυρὰ, καὶ οὔπω τὸ ἔργον κωλύεται· ὡς ἂν μή τις τῶν μικροψυχοτέρων εἴποι, εἰ μέχρις ἐκείνου συνέβη στῆναι τὴν πεῖραν, οὐκ ἂν αὐτὸς διέμεινεν ὁμοίως, εἰ μᾶλλον τῷ πάθει ἤγγισεν. Ἅπτεται μετὰ ταῦτα τοῦ παιδὸς ὁ πατὴρ, καὶ οὐκ ἀντιβαίνει τῷ γινομένῳ ἡ φύσις· δίδωσιν ἑαυτὸν τῷ πατρὶ ὁ παῖς, χρήσασθαι ὅ τι βούλεται. Τίνα πλέον ἐξ ἀμφοτέρων θαυμάσω; τὸν ἐπιβαλόντα διὰ τὴν πρὸς Θεὸν ἀγάπην τῷ παιδὶ τὰς χεῖρας, ἢ τὸν μέχρι θανάτου τῷ πατρὶ ὑπακούσαντα; Φιλοτιμοῦνται πρὸς ἀλλήλους, ὁ μὲν τῆς φύσεως ἑαυτὸν ὑπεραίρων, ὁ δὲ χαλεπώτερον τοῦ θανάτου τὸ ἀντιτεῖναι τῷ πατρὶ λογιζόμενος. Ἐντεῦθεν δεσμοῖς πρότερον διαλαμβάνει ὁ πατὴρ τὸν παῖδα. Εἶδον πολλάκις ἐπὶ γραφῆς εἰκόνα τοῦ πάθους, καὶ οὐκ ἀδακρυτὶ τὴν θέαν παρῆλθον, ἐναργῶς τῆς τέχνης ὑπ' ὄψιν ἀγούσης τὴν ἱστορίαν. Πρόκειται ὁ Ἰσαὰκ τῷ πατρὶ παρ' αὐτῷ τῷ θυσιαστηρίῳ, ὀκλάσας ἐπὶ γόνυ, καὶ περιηγμένας ἔχων εἰς τοὐπίσω τὰς χεῖρας· ὁ δὲ ἐπιβεβηκὼς κατόπιν τὼ πόδε τῆς ἀγκύλης, καὶ τῇ λαιᾷ χειρὶ τὴν κόμην τοῦ παιδὸς πρὸς ἑαυτὸν ἀνακλάσας, ἐπικύπτει τῷ προσώπῳ, ἐλεεινῶς πρὸς αὐτὸν ἀναβλέποντι, καὶ τὴν δεξιὰν καθωπλισμένην τῷ ξίφει πρὸς τὴν σφαγὴν κατευθύνει, καὶ ἅπτεται ἤδη τοῦ σώματος ἡ τοῦ ξίφους ἀκμὴ, καὶ τότε αὐτῷ γίνεται θεόθεν φωνὴ τὸ ἔργον κωλύουσα. Ἡ δὲ φωνὴ τοιαύτη τις ἦν. Μόγις γὰρ καθάπερ πῶλόν τινα δυσπειθῆ καὶ δυσήνιον, τῆς εὐθείας παρατραπέντα, καὶ πολλοῖς κύκλοις ἐκ πλαγίων διασκιρτήσαντα, πάλιν εἰς τὴν εὐθεῖαν τὸν λόγον ἠγάγομεν. Τουτὶ γὰρ ἦν τὸ προκείμενον ἡμῖν, δεῖξαι τὸν Ἀπόστολον μαρτυροῦντα τῷ λόγῳ, ὅτι μείζων τοῦ Υἱοῦ ὁ Πατὴρ οὐκ ἔστιν. Ἐνταῦθα γὰρ ἄγγελον τοῦ λόγου τοῦ Θεοῦ ἡ γραφὴ προτάξασα, ἐπάγει φωνήν· ἐφώνησε γὰρ αὐτὸν ἄγγελος Κυρίου καὶ εἶπεν, ὅτι Ἀνθ' ὧν ἐποίησας τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ, κατ' ἐμαυτοῦ ὤμοσα, ποιῆσαι ἅπερ καὶ ἐν τῇ ἐπαγγελίᾳ τοῦ λόγου ἔστι μαθεῖν. Τίς οὖν ἐστιν ὁ χρηματίσας τῷ Ἀβραάμ; Ἆρα μὴ ὁ Πατήρ; Ἀλλ' οὐκ ἂν εἴποις ἄγγελόν τινος εἶναι τὸν Πατέρα. Οὐκοῦν ὁ μονογενὴς Θεὸς, περὶ οὗ ὁ Προφήτης φησὶν, ὅτι Καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος. Τοῦτο δὲ οὐκ ἀγνοεῖ πάντως ὁ Παῦλος ὁ ἐν παραδείσῳ μυηθεὶς τὰ ἀπόρρητα, ὅτι παρὰ τοῦ Μονογενοῦς ἡ ἔνορκος αὕτη ὑπόσχεσις. Λέγει δὲ ὁ Παῦλος, ὅτι Τῷ Ἀβραὰμ ἐπαγγειλάμενος, ὁ Θεὸς Λόγος, ἐπεὶ κατ' οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ' ἑαυτοῦ.