Παρακλητικός Κανών εις τον Δεσπότη Χριστόν Υπέρ των μαθητών των υποκειμένων εις εξετάσεις
Ποίημα Αρχιμανδρίτου Ίωήλ Φραγκάκου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Καὶ τὸ τροπάριoν·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ἀγαθόδωρος Δεσπότης Χριστέ μου, καὶ χορηγός τῶν ὑπὲρ νοῦν χαρισμάτων, Σοφία τοῦ σὲ Φύσαντος ἀπέραντος, δώρησαι τοῖς δούλοις σου, μαθηταῖς τὴν σὴν ῥῶσιν, ἵνα τὴν ἐξέτασιν, καὶ τὴν πᾶσαν παιδείαν, ἐν τῇ ἑκάστου Κύριε σχολῇ, ἐν ἐπιστήμῃ καὶ γνώσει ποιήσωσι.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Χάριν δὸς τοῖς σπουδασταῖς Κύριε. Ἰωήλ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χαρίτωσον Δέσποτα Ἰησοῦ, τὸν νοῦν τῶν σῶν νέων, τοῦ εἰδέναι τὸ θαυμαστόν, καὶ θεῖόν σου θέλημα ἐν πᾶσι, τοῖς ἐπιγείοις αὐτῶν ἀγωνίσμασι.
Ἀπαύστως Πανάγαθε Ἰησοῦ, ὁδήγει τοὺς νέους, πρὸς τὸν δίαυλον ἀρετῆς, τὰ νέφη σκεδάζων ἀγνωσίας, ἐκ τοῦ νοὸς καὶ ψυχῆς αὐτῶν τάχιστα.
Ῥωσθεὶς τῇ δυνάμει σου Ἰησοῦ, χορὸς σπουδαζόντων, τὴν ἐξέτασιν τὴν δεινήν, ἐλπίζει ῥᾳδίως προσπελάσαι, εἶ καὶ σοφίσεις αὐτῶν τὴν διάνοιαν.
Θεοτοκίον.
Ἰσχὺς σπουδαζόντων καὶ ἀρωγή, ὑπάρχουσα ὄντως, μὴ παρίδῃς τὰς εὐλαβεῖς, αἰτήσεις αὐτῶν πρὸς ἀριστείαν, ἐν τοῖς μαθήμασι Μῆτερ πανύμνητε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νυσταγμὸν ἀμελείας, θεοπρεπῶς Δέσποτα, ἄπωσον ἐκ τῶν ὑπὸ κρίσιν, σπουδῶν τεκνίων σου, καὶ τούτοις χάρισαι, τὸν φωτισμὸν τῆς καρδίας, τοῦ νοὸς τὴν κάθαρσιν, καὶ τὴν ἐγρήγορσιν.
Δειλαιότητος ῥῦσαι, τοὺς ἐπὶ σὲ βλέποντας, νέους καὶ νεάνιδας πάσας, τῆς Ἐκκλησίας σου, κατὰ τὴν νόμιμον, τῶν μαθημάτων κατ’ ἔτος, κρίσιν καὶ ἐξέτασιν, Χριστὲ γλυκύτατε.
Οἰκτιρμοῖς οὐρανίοις, νεανικὸν ὅμιλον, τῶν πολυπληθῶν σπουδαζόντων, Σῶτερ ἐνίσχυσον, ὡς ἂν τὸν τάραχον, τῶν ψυχικῶν ἀλγηδόνων, καὶ σωμάτων κάματον, διασκεδάσωσι.
Θεοτοκίον
Σῶτειρά μου Παρθένε, ἐν χαλεπαῖς κρίσεσι, φάνηθι ἐμοῖ τῷ σῷ τέκνῳ, νυνὶ σπουδάζοντι, καὶ δὸς πρεσβείαις σου, ἐπιτυχῶς διαπλεῦσαι, μαθημάτων πέλαγος, τὸ πολυκύμαντον.
Διάσωσον ὦ Πολυέλεε Σῶτερ πάντας, ἐκ τῶν σκανδάλων τῶν μαθημάτων τοὺς δούλους σου, τοὺς ἐπ’ ἐλπίδι κρειττόνων ἐσπουδακότας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀνδρείας πνοήν, καὶ γνῶσιν ἀκαταίσχυντον, καὶ θάρσος ψυχῆς, καὶ γνώμης τὴν ὀρθότητα, τῇ νεολαίᾳ Κύριε, τῷ ἀπείρῳ μὴ παύσῃ ἐλέει σου, ἐν τοῖς καιροῖς τῆς κρίσεως διδούς, τῶν μαθημάτων αὐτῶν ὡς φιλάνθρωπος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τὸν καιρὸν τῆς ἐτάσεως, τῶν ὑποψηφίων πρὸς τὰ ἱδρύματα, τὰ ἀνώτατα καὶ Λύκεια, κούφισον Χριστέ μου ἐνεργείαις σου.
Ὁ ἐχθρὸς ὁ παμπόνηρος, τὴν μαθητιῶσαν ὀχλεῖ νεότητα, ἀλλὰ τούτου τὰ φρυάγματα, σύντριψον Χριστέ μου τῷ σῷ νεύματι.
Ἰοβόλα νοήματα, καὶ ψυχοβλαβῆ Χριστὲ ἀποσόβησον, ἀκηδίας ἐκ τῶν δούλων σου, τῶν ὑποψηφίων πρὸς ἐξέτασιν.
Θεοτοκίον.
Σωτηρίας ἡ πρόξενος, ἀνεδείχθης μῆτερ Χριστὸν τὸν πάνσοφον, ἡ τεκοῦσα τὴν νεότητα, τὴν μαθητιῶσαν περιφρούρησον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σόφισον Χριστέ, ἀοράτως τὰς νεάνιδας, καὶ τοὺς νέους ταῖς βολαῖς τῶν ἀστραπῶν, τῆς Θεότητος τῆς σῆς κατὰ τὴν ἔτασιν.
Πρόθυμον σπουδήν, πρὸς μελέτην καὶ ἐμπέδωσιν, τῇ νεότητι χορήγησον Χριστέ, ὡς πηγῇ τῶν δωρεῶν ἡ ἀνεξάντλητος.
Ὄμβρισον Χριστέ, τὰς ῥανίδας τῆς σοφίας σου, ἑν τῇ γῇ τῇ ἀγαθῇ τῶν μαθητῶν, ἵνα γένηται καρπὸς αὐτοῖς σωτήριος.
Θεοτοκίον.
Ὕψωσον τὸν νοῦν, μαθητῶν ἐξ’ ἀπογνώσεως, πρὸ τοῦ χρόνου τῆς ἐτάσεως Ἁγνή, τῶν κρειττόνων μαθημάτων ταῖς πρεσβείαις σου.
ᾨδὴ ς΄. Τὴν δέησιν.
Διόρθωσον, Ἰησοῦ μου πάνσοφε, τὴν διάνοιαν τῶν νέων ἀνθρώπων, τῶν πρὸς τὴν κρείττονα Σῶτερ παιδείαν, ὑποψηφίων ἐκ πάσης στενώσεως, καὶ ἐκ παγίδων χαλεπῶν, τῆς συγχύσεως, ζάλης καὶ θλίψεως.
Ἀπέλασον, ταχινῶς τὰ σκάνδαλα, τὰ κωλύοντα τὴν εἴσοδον Σῶτερ, πρὸς τὰς σχολὰς τῆς βροτείου σοφίας, τῶν εὐελπίδων ἀνθρώπων καὶ πρόφθασον, τὰς θλιβερᾶς ἐπιπλοκάς, ἐν τῷ χρόνῳ αὐτῶν τῆς παιδεύσεως.
Συνέσεως, τῷ φωτὶ καταύγασον, τὴν φιλόυλον χορείαν τῶν νέων, ἐν τῷ ἐμμένειν στεῤῥῶς Ἰησοῦ μου, εἰς τὴν ἐκμάθησιν πάσης τῆς γνώσεως, τῆς δυναμένης πρὸς Σχολάς, εὐχερῶς ὁδηγῆσαι τὰς κρείττονας.
Θεοτοκίον.
Τὸν τόκον σου, εὑραμένη πρόπαλαι, ἐν τῷ μέσῳ τῶν σοφῶν διδασκάλων, ἐπερωτῶντα αὐτοὺς ἐν φρονήσει, μὴ διαλίπῃς νυνὶ ἱκετεύουσα, ὑπὲρ τῶν νέων Μαριάμ, τῶν ζητούντων τὴν γνῶσιν τὴν ἔμφρονα.
Διάσωσον ὦ Πολυέλεε Σῶτερ πάντας, ἐκ τῶν σκανδάλων τῶν μαθημάτων τοὺς δούλους σου, τοὺς ἐπ’ ἐλπίδι κρειττόνων ἐσπουδακότας.
Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου ῥείθροις.
Τοῦ Προανάρχου Πατρὸς συναΐδιος, καὶ ἡ Σοφία αὐτοῦ ἡ παντέλειος, τῶν σπουδαστῶν τὴν χορείαν προστάτευσον, ἐκ φρενοβλάβης καὶ πάσης κακώσεως, καὶ πλάνης τοῦ πλάνου ἀλάστορος.
Προκείμενον.
Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ.
Στίχος. Δράξασθε παιδείας μήποτε ὀργισθῇ Κύριος καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. β΄, 41-52).
Τῷ καιρῶ ἐκείνῳ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾿ ἔτος εἰς Ἱερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα. Καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβάντων αὐτῶν εἰς Ἱεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆς καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνω Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ. Νομίσαντες δὲ αὐτὸν ἐν τῇ συνοδίᾳ εἶναι ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενέσι καὶ ἐν τοῖς γνωστοῖς· καὶ μὴ εὑρόντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ζητοῦντες αὐτόν. Καὶ ἐγένετο μεθ᾿ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς· ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ. Καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπε· τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε. Καὶ εἶπε πρὸς αὐτούς· τί ὅτι ἐζητεῖτέ με; Οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με; Καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ρῆμα ὃ ἐλάλησεν αὐτοῖς. Καὶ κατέβη μετ᾿ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρέτ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. Καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ρήματα ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς. Καὶ Ἰησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.
Δόξα.
Πάτερ Λόγε Πνεῦμα Τριὰς ἡ ἐν Μονάδι ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Γνῶσιν τὴν ψευδώνυμον, καὶ μωρολόγων ἀπάτην, τοῦ νοὸς τὴν τύφλωσιν, φιλοσόφων καύχησιν τὴν ἀδόκιμον, ἀπρεπῆ ῥήματα, καὶ σατᾶν ἰδέας, ἀθεΐας τὰ διδάγματα, Χριστὲ διάλυσον, ἐκ τῶν καρδιῶν τῶν τεκνίων σου, τῶν πίστει προσκυνούντων σε, καὶ ἐξαιτουμένων βοήθειαν, ἵνα εὐθυπόρως, τὴν τρίβον βαδιοῦνται τὴν στενήν, τῆς ἐπιστήμης καὶ πίστεως, Κύριε μακρόθυμε.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου….
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀνεπίληπτον βίον, παιδευμάτων τὴν γνῶσιν, σεμνοπρεπῆ ἀγωγήν, ἀγάπην πρὸς πλησίον, εὐθύτητα ἐν τρόποις, καὶ διάνοιαν ἄμεμπτον, οἱ μαθηταὶ παρὰ σοῦ, αἰτοῦσιν Ἰησοῦ μου.
Ἰσχυροὺς Ἰησοῦ μου, ἐν τῷ ἤθει καὶ γνώσει, τῶν φοιτητῶν τὸν χορόν, τῇ θείᾳ σου δυνάμει, ἐν κρίσει μαθημάτων, εὐμενῶς σὺ κατάστησον, ἵνα τοῦ βίου καλῶς, διέλθωσι τοὺς χρόνους.
Συστροφὰς διανοίας, κωλυούσας ἀλόγως τῶν μαθητῶν πλοκήν, ἀνάπτυξιν Χριστέ μου, ὀρθὴν τῶν παιδευμάτων, ἐν τῇ ὥρᾳ ἐξετάσεως, τῶν νεαρῶν μαθητῶν, διάλυσον ταχέως.
Θεοτόκιον.
Κραταιᾷ προστασία, Θεοτόκε παρθένε, τῶν μαθητῶν ἀληθῶς, ὑπάρχεις ταῖς εὐχαῖς σου, καὶ τῶν αὐτῶν τοκέων, παραμύθιον ἄριστον, ὅθεν μὴ παύσῃ ποτέ, αὐτοὺς ἐπευλογοῦσα.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὑπὸ τὴν σκέπην, τῶν οἰκτιρμῶν σου ἐλπίζει, ἡ χορεία σπουδαζόντων τὰς εἰσόδους, πρὸς σχολὰς ποιήσαι, τῆς γνώσεως Χριστέ μου.
Ῥερυπωμένοι, ἁμαρτιῶν ταῖς κηλῖσιν, ἐπὶ σὲ ἐπεστηρίχθημεν Σωτήρ μου, μὴ ἐάσῃς μόνα, τῶν μαθητῶν τὰ πλήθη.
Ἰδόντες πάντες, τῶν δωρεῶν σου τὸ πλῆθος, ἱκετεύομεν ὑπὲρ τῆς νεολαίας, τῆς ἐπὶ τὰ κρείττω, θελούσης ἀναβῆναι.
Θεοτοκίον.
Ἐπιμονῆς τε, ἐν τοῖς μαθήμασι Κόρη, χρείαν ἔχουσι νεάνιδες καὶ νέοι, ὅθεν ταῖς λιταῖς σου, αὐτοῖς παράσχου ταῦτα.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰδεῖν τῆς νεολαίας, Σῶτερ ἀγωνίαν, τῶν ἐξετάσεων πάντες δεόμεθα, καὶ παρασχεῖν τὴν ἐλπίδα, αὐτῇ Φιλάνθρωπε.
Ὡς πάλαι τῷ Εὐνούχῳ, διὰ τοῦ Φιλίππου, τὴν ἀληθῆ ἑρμηνείαν ἐδώρησας, οὕτω καὶ νῦν τὴν μελέτην, τοῖς νέοις χάρισαι.
Ἡ πᾶσα νεολαία, προσδοκᾶ Χριστέ μου, ἐπιτυχίας κομίσαι ὠφέλειαν, ἐκ τῶν ποικίλων ἀγώνων, αὐτῆς τῇ ῥώμῃ σου.
Θεοτοκίον.
Λαλήσαι εἰς τὰ ὦτα, μαθητῶν καὶ νέων, τὰ ἀκριβῆ καὶ τὰ ἄριστα Πάναγνε, κατὰ τὴν ὥραν αἰτοῦμεν, τῶν ἐξετάσεων.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Σῶτερ Ἰησοῦ μου πάρεσο νῦν, καὶ δίδου τὴν ῥῶσιν, καὶ τὴν γνῶσιν τὴν ἀληθῇ, τῇ μαθητιώσῃ, σεμνῇ σου νεολαία, ἵνα τὰς ἐξετάσεις, ποιήσῃ ἄριστα.
Ἄγχος τῆς καρδίας τὸ χαλεπόν, συνοχὴν τὴν ἔσω, τῶν δυνάμεων τῆς ψυχῆς, τὴν ἀπελπισίαν, Χριστὲ τῆς νεολαίας, ἀπέλασον ἐν ὥρᾳ, τῶν ἐξετάσεων.
Ἄνωθεν παράσχου τοῖς μαθηταῖς, τοῖς ἁμιλλωμένοις, τὴν σὴν χάριν καὶ ἀρωγήν, ἵνα ἐπαξίως, ἀνοίξωσι τὰς πύλας, τοῦ Πανεπιστημίου, Χριστὲ γλυκύτατε.
Πᾶσι τοῖς γονεῦσι τῶν μαθητῶν, καὶ τοῖς διδασκάλοις, ἱερεῦσι πνευματικοῖς, πόρισον πλουσίως, τῆς προσευχῆς τὸ δῶρον, ὑπὲρ τῆς νεολαίας, Χριστέ μου πάνσοφε.
Μέμνησο τῶν δούλων σου μαθητῶν, τῶν ἐταζομένων, Ἰησοῦ μου παμβασιλεῦ, ἐν τῇ ἀναπτύξει, τῆς γνώσεως ἑκάστου, καὶ δὸς κατὰ τὴν χρείαν, αὐτῶν τὰ πρόσφορα.
Ἅγιοι πανένδοξοι ἀθληταῖς, Ἀπόστολοι θείοι, Ἰεράρχες θεοειδεῖς, Μῆτερ τοῦ Δεσπότου, πρεσβεύετε Κυρίῳ, ὑπὲρ ἐπιτυχίας, τῶν νέων πάντοτε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ παρὸν ἀπολυτίκιον. Ἦχος πλ. δ΄.
Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ δι’ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, Φιλάνθρωπε δόξα σοι.
Εἶτα ἡ συνήθης ἐκτενὴς καὶ ἐν ταῖς αἰτήσεσι καὶ ἡ παροῦσα.
Ἔτι δεόμεθα ὑπὲρ ἐπιτυχίας καὶ ἀριστεύσεως τῶν μαθητῶν, σπουδαστῶν καὶ νέων ἐν ταῖς ἐξετάσεσιν αὐτῶν καὶ ὑπὲρ τοῦ ἐλθεῖν Κύριον τὸν Θεὸν βοηθὸν ἐν ταῖς προσπαθείαις καὶ τοῖς ἀγῶσιν αὐτῶν.
Εἶτα τὴν παροῦσαν εὐχήν.
Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ καὶ Λόγε τοῦ Θεοῦ τοῦ ζῶντος, ἡ Σοφία τοῦ ἀνάρχου Πατρός, ἡ πηγὴ καὶ ὁ χορηγὸς τῆς γνώσεως, ὁ πανσόφως δημιουργήσας τὰ ὄντα καὶ τὸν ἄνθρωπον, ὁ τοὺς ἀγραμμάτους ἁλιεῖς σοφίσας καὶ αὐτοὺς μαθητάς σου καὶ Ἀποστόλους καὶ κήρυκας τοῦ Εὐαγγελίου σου ἐν τῇ οἰκουμένῃ ἀναδείξας, ὁ δοὺς τοῖς μάρτυσι καὶ τοῖς ἁγίοις σου λόγον ἀγαθὸν ἐν ἀνοίξει τοῦ στόματος αὐτῶν, ὁ εἰδὼς ἕκαστον ἐκ κοιλίας τῆς μητρὸς αὐτοῦ, ὁ κατευθύνων ὀρθῶς πρὸς τὸ συμφέρον ἑκάστου τὴν διάνοιαν τῶν ἀνθρώπων, ὁ Κύριος καὶ Θεὸς ἡμῶν, ἔπιδε ἰλεῷ σου ὄμματι ἐπὶ τὴν χορείαν τῶν μαθητῶν τῶν προσιόντων εἰς τὴν κατ’ ἔτος ἐξέτασιν τῶν μαθημάτων αὐτῶν καὶ προσδοκώντων τὴν προαγωγὴν αὐτῶν καὶ τὴν εἴσοδον ἐν ταῖς κρείττοσι σχολαῖς καὶ ἐνίσχυσον αὐτούς. Ἀπέλασον ἀπ’ αὐτῶν πᾶσαν κακόνοιαν, ἀγνωσίαν, ῥαθυμίαν τε καὶ ἀπόγνωσιν. Φώτισον αὐτῶν τὸν νοῦν εἰς τὸ εἰδέναι ἕκαστος τὴν ὀρθότητα τῶν σκέψεων καὶ τῶν γραφομένων αὐτοῦ ἐν ταῖς ἐξετάσεσιν. Ἀνάδειξον, Κύριε, πάντας τοὺς ὑποψηφίους διὰ τὰς ἀνωτέρας καὶ ἀνωτάτας Σχολὰς ἀξίους τοῦ θελήματος σου καὶ ἐργάτας τῶν ἐντολῶν σου. Ὅτι σὺ εἶ τῶν νέων ὁ πιστὸς φίλος καὶ ὁ ἀδελφὸς πάντων τῶν ἀνθρώπων τῶν ἐλπιζόντων ἐπὶ τὸ ἔλεος σου καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ζωοποιῶ σου Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάνσοφε Χριστέ μου Ἰησοῦ, ἡ πηγὴ τῆς ὄντως σοφίας, τοὺς μαθητεύοντας, φώτισον δεόμεθα ταῖς ἐνεργείας σου, ὅπως ἔχωσιν ἅπαντες, ἐν τῇ ἐξετάσει, νοῦν ὀξὺν καὶ γρήγορον εἰς τὸ συγγράψασθαι, πάσας τὰ ὀρθὰς ἀποκρίσεις, ἐν ταῖς ἐρωτήσεσι Σῶτερ, ταῖς ὑποκειμέναις αὐτοῖς πάντοτε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
==========================================================
Προσευχή: Διαβάστε μία προσευχή για φώτιση των μαθητών και καλά αποτελέσματα, μία ευχή, στους Προστάτες Αγίους των εξετάσεων, αλλά και μια ευχή για το κομποσχοίνι.
Εις το όνομα του Πατρός και του Υιού και του Αγίου Πνεύματος. Αμήν.
Δόξα σοι, Χριστέ ο Θεός, η ελπίς ημών, δόξα σοι.
Βασιλεύ Ουράνιε, Παράκλητε, το Πνεύμα της Αληθείας, ο Πανταχού Παρών και τα Πάντα Πληρών, ο Θησαυρός των Αγαθών και Ζωής Χορηγός, ελθέ και σκήνωσον εν ημίν και καθάρισον ημάς από πάσης κηλίδος και σώσον, Αγαθέ τας ψυχάς ημών.
Άξιόν εστιν ως αληθώς μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον και μητέρα του Θεού ημών. Την τιμιωτέραν των Χερουβείμ και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον, σε μεγαλύνομεν.
Ψαλμός 11
ΣΩΣΟΝ με, Κύριε, ότι εκλέλοιπεν όσιος, ότι ωλιγώθησαν αι αλήθειαι από των υιών των ανθρώπων. μάταια ελάλησεν έκαστος προς τον πλησίον αυτού, χείλη δόλια εν καρδία, και εν καρδία ελάλησε κακά. εξολοθρεύσαι Κύριος πάντα τα χείλη τα δόλια και γλώσσαν μεγαλορρήμονα. τους ειπόντας· την γλώσσαν ημών μεγαλυνούμεν, τα χείλη ημών παρ᾿ ημίν εστι· τις ημών Κύριός εστιν; από της ταλαιπωρίας των πτωχών και από του στεναγμού των πενήτων, νυν αναστήσομαι, λέγει Κύριος· θήσομαι εν σωτηρίω, παρρησιάσομαι εν αυτώ. τα λόγια Κυρίου λόγια αγνά, αργύριον πεπυρωμένον, δοκίμιον τη γη κεκαθαρισμένον επταπλασίως. συ, Κύριε, φυλάξαις ημάς και διατηρήσαις ημάς από της γενεάς ταύτης και εις τον αιώνα. κύκλω οι ασεβείς περιπατούσι· κατά το ύψος σου επολυώρησας τους υιούς των ανθρώπων.
Ψαλμός 11
ΣΩΣΟΝ με, Κύριε, ότι εκλέλοιπεν όσιος, ότι ωλιγώθησαν αι αλήθειαι από των υιών των ανθρώπων. μάταια ελάλησεν έκαστος προς τον πλησίον αυτού, χείλη δόλια εν καρδία, και εν καρδία ελάλησε κακά. εξολοθρεύσαι Κύριος πάντα τα χείλη τα δόλια και γλώσσαν μεγαλορρήμονα. τους ειπόντας· την γλώσσαν ημών μεγαλυνούμεν, τα χείλη ημών παρ᾿ ημίν εστι· τις ημών Κύριός εστιν; από της ταλαιπωρίας των πτωχών και από του στεναγμού των πενήτων, νυν αναστήσομαι, λέγει Κύριος· θήσομαι εν σωτηρίω, παρρησιάσομαι εν αυτώ. τα λόγια Κυρίου λόγια αγνά, αργύριον πεπυρωμένον, δοκίμιον τη γη κεκαθαρισμένον επταπλασίως. συ, Κύριε, φυλάξαις ημάς και διατηρήσαις ημάς από της γενεάς ταύτης και εις τον αιώνα. κύκλω οι ασεβείς περιπατούσι· κατά το ύψος σου επολυώρησας τους υιούς των ανθρώπων.
Μαρία Μήτηρ Χριστού του Κτίστου, βίβλος Θεού η πανσφράγιστος, ουρανών εν βίβλοις, σαίς λιταίς αγνή, καμέ γράψον.
Ως ούσα φωτοειδής, Πανάχραντε Θεογενήτρια, φωτιστικαίς πρεσβείαις σου αγνή σκοτισθέντα με φώτισον και του φωτός βαδίζειν με, τας θείας τρίβους, καταξίωσον.
Ευαγγέλιον
(Ιωάνν. ιδ΄12-26)
Αμήν αμήν λέγω υμίν, ο πιστεύων εις εμέ, τα έργα α εγώ ποιώ κακείνος ποιήσει, και μείζονα τούτων ποιήσει, ότι εγώ προς τον πατέρα μου πορεύομαι, και ότι αν αιτήσητε εν τω ονόματί μου, τούτο ποιήσω, ίνα δοξασθή ο πατήρ εν τω υιώ. εάν τι αιτήσητε εν τω ονόματί μου, εγώ ποιήσω. ᾿Εάν αγαπάτέ με, τας εντολάς τας εμάς τηρήσατε, και εγώ ερωτήσω τον πατέρα και άλλον παράκλητον δώσει υμίν, ίνα μένη μεθ᾿ υμών εις τον αιώνα, το Πνεύμα της αληθείας, ο ο κόσμος ου δύναται λαβείν, ότι ου θεωρεί αυτό ουδέ γινώσκει αυτό· υμείς δε γινώσκετε αυτό, ότι παρ᾿ υμίν μένει και εν υμίν έσται. ουκ αφήσω υμάς ορφανούς· έρχομαι προς υμάς. Ταύτα λελάληκα υμίν παρ᾿ υμίν μένων ο δε παράκλητος, το Πνεύμα το ῞Αγιον ο πέμψει ο πατήρ εν τω ονόματί μου, εκείνος υμάς διδάξει πάντα και υπομνήσει υμάς πάντα α είπον υμίν.
Ευχή
Δεσπότα Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Πατρός, η αυτοσοφία και πάσης συνέσεως χορηγός,
Ο Το Πανάγιον Σού Πνεύμα καταπέμψας πλουσιοδώρως επί τους Σούς αγίους αποστόλους και μαθητάς και εξ ‘αγραμμάτων αλιέων , θεολόγους και κοσμοκήρυκας σοφωτάτους αναδείξας .
Αυτός Φιλάνθρωπε, κατάπεμψον και επί τον – την δούλον-ην …….(το όνομα του μαθητού) την φωτιστικήν ακτίνα του Πνεύματός σου, εις εύκολον μεν κατανόησιν των αναγινωσκομένων, εις καρποφορίαν δε ψυχωφελούς γνώσεως, προόδου , αληθείας και ευοδόσεως εις τας προκειμένας εξετάσεις, ίνα πορευόμενοι εν τω φωτί των εντολών Σου, δοξάζομεν διά παντός, ψυχή και σώματι,το πανάγιον και προσκυνητόν Όνομά Σου συν τω Πατρί και τω Αγίω Πνεύματι. Αμήν.
Σόφισον Χριστέ, αοράτως τας νεάνιδας, και τους νέους ταίς βολαίς ενεργειών, της σοφίας Σου, Χριστέ, κατά την έτασιν.
Πρόθυμον σπουδήν,προς μελέτην και εμπέδωσιν των ποικίλων μαθημάτων Ιησού τοις παιδίοις αφειδώς επιχορήγησον.
Η πάσα νεολαία, προσδοκά Χριστέ μου, επιτυχίας κομίσαι ωφέλειαν, εκ των ποικίλων αγώνων , αυτής τη ρώμη σου.
Λαλήσαι εις τα ώτα, μαθητών και νέων, τα ακριβή και τα άριστα Παναγνέ, κατά την ώραν αιτούμεν,των εξετάσεων.
Πάνσοφε Χριστέ μου Ιησού, η πηγή της όντως σοφίας, φώτισον δεόμεθα, ταίς ενεργείαις σου, όπως έχωσιν άπαντες,εν τη εξετάσει, νούν οξύν και γρήγορον, εις το συγγράψασθε, πάσας τας ορθάς αποκρίσεις,εν ταίς ερωτήσεσι Σώτερ, ταίς υποκειμέναις αυτοίς πάντοτε.
Προστάτες Άγιοι για τις Εξετάσεις
Άγιος Μελέτιος Αρχιεπίσκοπος Αντιοχείας (12η Φεβρουαρίου)
Νόμον ένθεον, εμμελετήσας, την ουράνιον, γνώσιν εκλάμπεις, τη Εκκλησία Ιεράρχα Μελέτιε, την γαρ Τριάδα κηρύττων ομότιμον, αιρετικών διαλύεις τας φάλαγγας. Πάτερ Όσιε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.
Όσιοι Διονύσιος «ο ρήτωρ» και ο υποτακτικός του Άγιος Μητροφάνης ο Πνευματικός (9η Ιουλίου)
Θείοις άνθραξι, της εγκρατείας, πάθη φλέξαντες, τα φρυγανώδη, ασκητικώς εν τω Άθω ηστράψατε· τω γαρ αδύτω φωτί λαμπρυνόμενοι, των θεοφόρων εφάμιλλοι ώφθητε, Διονύσιε σοφέ, και θείε Μητρόφανες, αιτούμενοι ημίν το μέγα έλεος.
Κομποσκοίνι: Σε κάθε κόμπο λέμε:
«Κύριε Ιησού Χριστέ ελέησον τον – την δούλον- ην Σου …….(το όνομα του μαθητού)»
Της ευσπλαγχνίας την πύλην άνοιξον ημίν, ευλογημένη Θεοτόκε, ελπίζοντες εις σε, μη αστοχήσωμεν, ρυσθείημεν διά σού των περιστάσεων, συ γαρ ει η σωτρηρία του γένους τώνχριστιανών.
Δι᾿ ευχών των αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ, ο Θεός, ελέησον ημάς. Αμήν.
Πηγές:
-Προσευχητάριον ειδικών περιστάσεων
-Το Προσευχητάρι της Παναγίας
-Προστάτες Άγιοι για 909 περιστάσεις
Παρακλητικός Κανών εις τον Δεσπότην Χριστόν,
Υπέρ των μαθητών των υποκειμένων εις εξετάσεις.-
– Μητροπολίτου Εδέσσης Πέλλης και Αλμωπίας κ.κ. Ιωήλ
-Ευχολόγιον Ι.Μ.Σίμωνος Πέτρας –Άγιον Όρος.