Ἁγίου
Ἰωάννου τοῦ Χρυσοστόμου
«Ὅτε δὲ ἔπεμπεν αὐτούς, οὐκ εἶπεν, Ἔδωκεν αὐτοῖς Πνεῦμα ἅγιον· ἀλλ' Ἔδωκεν αὐτοῖς ἐξουσίαν, λέγων· Λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε, νεκροὺς ἐγείρετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Ἐπὶ δὲ τῶν προφητῶν παρὰ πάντων ὡμολόγηται, ὅτι Πνεύματος ἁγίου δόσις ἦν, ἀλλ' ἦν αὕτη ἡ χάρις συσταλεῖσα καὶ ἀποστᾶσα, καὶ ἀπὸ τῆς γῆς ἀπολιποῦσα ἀπὸ τῆς ἡμέρας ἐκείνης, ἀφ' ἧς ἐρρήθη, Ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Καὶ πρὸ ἐκείνης δὲ ἀρχὴν ἐλάμβανεν αὕτη ἡ σπάνις. Οὐκ ἔτι γὰρ προφήτης παρ' αὐτοῖς ἦν, οὐδὲ ἐπώπτευεν αὐτῶν τὰ ἅγια ἡ χάρις. Ἐπεὶ οὖν ἀνέσταλτο μὲν τὸ Πνεῦμα τὸ ἅγιον, ἔμελλε δὲ λοιπὸν ἐκχεῖσθαι δαψιλῶς· ταύτης δὲ τῆς διανομῆς ἀρχὴ μετὰ τὸν σταυρὸν ἐγίνετο, οὐ μόνον δαψιλείας, ἀλλὰ καὶ μειζόνων χαρισμάτων (καὶ γὰρ θαυμαστοτέρα ἦν ἡ δωρεὰ, ὡς ὅταν λέγῃ· Οὐκ οἴδατε ποίου πνεύματός ἐστε· καὶ πάλιν, Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας, ἀλλ' ἐλάβετε πνεῦμα υἱοθεσίας. Καὶ γὰρ οἱ παλαιοὶ καὶ αὐτοὶ μὲν πνεῦμα εἶχον, ἄλλοις δὲ οὐ παρεῖχον· οἱ δὲ ἀπόστολοι μυριάδας ἐνέπλησαν)· ἐπειδὴ οὖν ταύτην ἔμελλον λαμβάνειν τὴν χάριν, οὔπω δὲ ἦν δοθεῖσα, διὰ τοῦτό φησιν· Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον. Ἐπεὶ οὖν περὶ ταύτης λέγων τῆς χάριτος ὁ εὐαγγελιστὴς ἔλεγεν· Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον, τουτέστι, δοθέν, ἐπεὶ Ἰησοῦς οὐδέπω ἐδοξάσθη, δόξαν καλῶν τὸν σταυρόν.



















