Μετὰ τὴν β’ Στιχολογίαν
Κύριε, μετὰ τὴν τριήμερόν σου Ἀνάστασιν, καὶ τὴν τῶν Ἀποστόλων προσκύνησιν, ὁ Πέτρος ἐβόα σοι.
Γυναῖκες ἀπετόλμησαν, κἀγὼ ἐδειλίασα.
Λῃστὴς ἐθεολόγησε, κἀγὼ ἠρνησάμην σε,
ἄρα καλέσεις με τοῦ λοιποῦ μαθητήν, ἢ πάλιν δείξεις με ἁλιέα βυθοῦ; ἀλλὰ μετανοοῦντά με δέξαι, ὁ Θεὸς καὶ σῶσον με.