Πῶς ἀντιλαμβάνεται ἡ Ὀρθόδοξη Παράδοση τὸν ἠθικὸ μολυσμὸ τοῦ σώματος, ἀλλὰ καὶ τοῦ πνεύματος ἐκ τῆς αἱρέσεως, ὅπως καὶ τὴν ἀπομάκρυνση ἀπὸ τοὺς διδάσκοντας κακοδοξίες.
Προϋπόθεση γιὰ νὰ μᾶς δεχθεῖ ὁ Κύριος καὶ νὰ μὴν ἀπολεσθοῦμε, εἶναι ἡ διακοπὴ τῆς κοινωνίας μὲ τοὺς αἱρετικούς.
«Ἀδελφοί, ὑμεῖς ἐστε ναὸς Θεοῦ ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς, καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ. Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ» (Β΄ Κορινθίους 6,18-7,1).
Ὁ Μ. Φώτιος:
«Ὁ γάρ σπουδαῖος βίος καί ὀρθόδοξος, μαργαριτῶν καί Ἁγίων δίκην ἀποστίλβων, οὐκ ὀφείλει ταῖς αἱρετικαῖς καί δυσώδεσι καί ρυπώσαις πολιτείαις συνδιαιτᾶσθαι καί συναναφύρεσθαι [σ.σ.: Τοῦτο κάνουν σήμερα στὸ σύνολό τους οἱ Ἔλληνες Ἐπίσκοποι καὶ Ποιμένες καὶ ἀκολουθεῖ τὸ Ποίμνιο!]. “Ἐξέλθετε γάρ, φησίν, ἐκ μέσου αὐτῶν καί ἀφορίσθητε”, λέγει Κύριος, “κἀγώ εἰσδέξομαι ὑμᾶς”. Καί, “τίς κοινωνία φωτί πρός σκότος”; καί, “ἐξάρατε τόν πονηρόν ἐκ μέσου ὑμῶν”· καί, “τῷ τοιούτῳ μηδέ συνεσθίειν”, καί ἄλλο πλῆθος ἄπειρον. Ἀλλά ταῦτα μέν σήν πεφιλοτιμήσθω χάριν» (P.G. 101, 944C. –Ε.Π.Ε. 3, 238, 16).
Ὁ ἅγ. Θεόδωρος ὁ Στουδίτης:
«Δεῖν τοῦ ἀποστόλου ἀκοῦσαι, λέγοντος στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ, ἀτάκτως περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβον παρ’ ἡμῶν, μᾶλλον δὲ αὐτοῦ τοῦ Θεοῦ, διὰ τοῦ προφήτου βοῶντος· ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς, τοὺς οὕτω διαστελλομένους καὶ μὴ συγχέοντας τὴν Χριστοῦ ὁμολογίαν» (Θεοδώρου Στουδίτου, Τῷ αὐτῷ [Βασιλείῳ Ἡγουμένῳ]).
Οἱ «Διαταγαὶ τῶν Ἁγίων Ἀποστόλων διὰ Κλήμεντος»:
«Eἰ οὖν τοῖς διὰ φιλαρχίαν ἀποσχίσασιν παραυτίκα ὁ Θεὸς ἐπήγαγεν τὴν τιμωρίαν, πόσῳ μᾶλλον τοῖς αἱρέσεων ἀσεβῶν καθηγησαμένοις; Οὐ σφοδροτέραν ἐπάξει τὴν τίσιν βλασφημοῦσιν αὐτοῦ τὴν πρόνοιαν ἢ τὴν δημιουργίαν;
Ἀλλ’ ὑμεῖς, ἀδελφοί, ἐκ τῆς γραφῆς παιδευόμενοι, φυλάσσεσθε μὴ ποιεῖν τὰ σχίσματα τῆς γνώμης μήτε μὴν τῆς ἑνώσεως ὑμῶν, ὅτι σκοποὶ ἀπώλειας οἱ δόξης ἀθεμίτου ἄρξαντες καθίστανται τοῖς λαοῖς. Ὁμοίως καὶ οἱ λαϊκοί, τοῖς τῇ γνώμῃ τοῦ Θεοῦ ἐναντία δογματίσασιν μὴ πλησιάζετε μηδὲ κοινωνοῖ τῆς ἀσεβείας αὐτῶν γίνεσθε, λέγει γὰρ καὶ ὁ Θεός· “Ἀποσχίσθητε ἐκ μέσου τῶν ἀνδρῶν τούτων, ἵνα μὴ συναπόλησθε αὐτοῖς”. Καὶ πάλιν “Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς”».
Ὁ Θεοφύλακτος Βουλγαρίας γράφει:
«...Ἐξέλθετε οὖν ἐκ μέσου τῶν ἀπίστων, καί ἀφορίσθητε, τουτέστι, μονώθητε καί καθαρίσθητε, καί τότε εἰσδέξομαι ὑμᾶς. Ὅταν γάρ ἀπαλλαγῇς τῶν πονηρῶν, τότε ἑνωθήσῃ Θεῷ» (P.G. 124, 868Β).
Καὶ ὁ ἅγιος Νικόδημος ὁ ἁγιορείτης γράφει: «Εὐγῆτε, λοιπόν (λέγει ὁ ἀπόστολος Παῦλος), ἐσεῖς οἱ χριστιανοί ἔξω ἀπό τήν συναναστροφήν τῶν ἀπίστων ἀνθρώπων, καί τήν κοινωνίαν τῶν πονηρῶν ἔργων καί ἀφορίσθητε, ἤγουν σταθῆτε κατ’ ἰδίαν χωριστά ἀπό αὐτούς καί καθαρισθῆτε, καί τότε θέλω σᾶς δεχθῶ. Διότι ὅταν ἐσύ ὁ χριστιανός χωρισθῆς ἀπό τούς πονηρούς ἀνθρώπους καί ἀπό τά κακά ἔργα, τότε θέλεις ἑνωθῆς μέ τόν Θεόν» (Ἑρμηνεία εἰς τάς ΙΔ΄ ἐπιστολάς τοῦ ἀποστόλου Παύλου, τόμος δεύτερος, σελ. 114).
Προϋπόθεση λοιπόν, γιὰ νὰ μᾶς δεχθεῖ ὁ Κύριος καὶ νὰ ἑνωθοῦμε μαζί Του, εἶναι ἡ διακοπῆς τῆς κοινωνίας μὲ τοὺς αἱρετικούς, ἀπὸ τοὺς ὁποίους μολυνόμεθα, καθόσον κοινωνοῦμε μαζί τους, ὅπως μολύνεται σωματικὰ καὶ ἠθικὰ ἐκεῖνος ποὺ διαπράττει ἀνήθικες πράξεις, ὅπως γράφει καὶ ὁ ἱ. Χρυσόστομος στὴν ἑρμηνεία τῆς Β΄ Κορινθίους.
Ὁ ἅγ. Ἰωάννης ὁ Χρυσόστομος: