ΟΙ ΕΠΙΣΚΟΠΟΙ ΚΑΘΡΕΠΤΙΖΟΜΕΝΟΙ ΣΤΟΝ ΚΑΘΡΕΠΤΗ ΤΩΝ ΑΓΙΩΝ: Έχουν την εικόνα Ποιμένος ή Λυκοποιμένος, Επισκόπου ή ψευδεπισκόπου;
βʹ. Τοῖς αὐτῶν διαδόχοις παραδεδωκότες τὰς σαγήνας καὶ τὰ θήρατρα, τὴν δὲ ἐξουσίαν, ἣν εἰλήφασι παρὰ τοῦ πᾶσαν ἐξουσίαν ἔχοντος ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Ἰδοὺ γάρ, φησί, δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ.
Τούτων τοίνυν ὡς προείρηται τὴν ἐξουσίαν καὶ τὴν ἀρχοντίαν καὶ τὸν ζῆλον διαδέχονται οἱ τίμιοι διδάσκαλοι, οἱ ἱεράρχαι, καὶ ποιμένες τῆς τοῦ Χριστοῦ ποίμνης, κατ' ἴχνος τῶν ἀποστόλων βαδίζοντες,
οἱ γενναῖοι τῆς Τριάδος ὑπέρμαχοι,
οἱ τὸ χρῆμα τοῦ νόμου παραδραμόντες, καὶ τὸ ζωοποιὸν Πνεῦμα παραλαβόντες,
οἱ δίκην ἀρότρου ἀνορύττοντες, καὶ βαθύνοντες, καὶ ἐρευνῶντες, καὶ τὸν νοῦν ἐν ταῖς θείαις Γραφαῖς πᾶσι τηλαυγῶς φανερώσαντες,
οἱ τὴν πίστιν τρανώσαντες καὶ τὴν κακοπιστίαν ἀπελάσαντες,
οἱ τοὺς ὀρθοδόξους τοῖς θείοις δόγμασι στηρίξαντες, καὶ τοὺς κακοδόξους τοῖς θείοις βέλεσι ρήξαντες,
οἱ τῆς κατανύξεως οἶνον κεκρυμμένον εὑρόντες, καὶ τὴν ποίμνην διψῶσαν ποτίσαντες,
οἱ τὸν ποιμενικὸν αὐλὸν ἀναλαβόντες, καὶ τὰ θεῖα σαλπίσαντες·
οἱ λειτουργοὶ καὶ φύλακες καὶ ἐργάται τοῦ ἀμπελῶνος,
οἱ τῶν θείων δογμάτων ρήτορες, καὶ ρομφαῖαι κατὰ τῶν αἱρετικῶν,
οἱ ὑπὸ τοῦ ἁγίου Πνεύματος τεθέντες ἐπίσκοποι, ὡς ἔφη ὁ ἅγιος Παῦλος· Ποιμάνατε τὴν Ἐκκλησίαν τοῦ Θεοῦ·
οἱ τὰς ἐπερχομένας θλίψεις μὴ παραιτησάμενοι, καὶ τὸν ἐπηγγελμένον τῆς ζωῆς στέφανον κομισάμενοι·
οἱ τὰς νεωτερικὰς ἐπιθυμίας ἀποφυγόντες, καὶ τὴν μακαρίαν ἐλπίδα κληρονομήσαντες·
οἱ στρατηγοὶ τοῦ μεγάλου βασιλέως, οἱ ἐν τῷ λόγῳ τοῦ Θεοῦ πλούσιοι, καὶ πτωχοὶ τῷ πνεύματι·
οἱ μιμηταὶ τῶν ἀποστόλων καὶ τύποι τῶν πιστῶν·
οἱ τῶν πόλεων ἀγελάρχαι καὶ τῆς οἰκουμένης κήρυκες·
οἱ τὰς ψυχὰς αὐτῶν ὑπὲρ τῆς ποίμνης θέντες, καὶ τὸ αἷμα αὐτῶν ὑπὲρ τῆς πίστεως ἐκχέαντες·
οἱ τὸν παλαιὸν ἐκεῖνον Ἀβραὰμ μιμησάμενοι, καὶ ἐν τοῖς κόλποις αὐτοῦ ἀναπαυσάμενοι·
τὸν αὐτὸν τρόπον καὶ οὗτοι ἐκδικηταὶ τοῦ Κυρίου, τὴν φάσιν δεξάμενοι περὶ τῶν δυσωνύμων καὶ κακοδόξων, οἳ τὰς θείας Γραφὰς στρεβλώσαντες καὶ τὴν ἀλήθειαν συγχέαντες, καὶ τῆς εὐθείας ὁδοῦ ἐκνεύσαντες ψυχὰς αἰχμαλωτεύουσιν, εἰς τὸ ἀΐδιον ἕλκοντες τῆς αἱρέσεως σκότος, συναθροισθέντες ἅμα πάντες ὁμοφρόνως οἱ πιστοί, Δαυϊδικὸν ζῆλον, δίκην λίθων τὰ θεῖα λόγια ἐκ τοῦ χειμάρρου, ἤγουν τοῦ Εὐαγγελίου, καὶ τὴν ἄρρηκτον πίστιν τῆς ἁγίας Τριάδος ἀναλαβόντες, παρετάξαντο πόλεμον κατὰ τῶν ἀναριθμήτων καὶ ἀθέων αἱρετικῶν, σύμψυχοι τὸ ἓν συμφωνοῦντες καὶ λέγοντες μετὰ τοῦ Ἀποστόλου, Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, Εἷς Θεὸς καὶ Πατὴρ πάντων, ἓν Πνεῦμα ἅγιον, ὁ φωτισμὸς πάντων, μία θεότης, εἷς Θεός· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος πάντοτε, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.