Ἐρώτηση πρὸς ὅλους τοὺς ἀγωνιζομένους ρασοφόρους καὶ ὑπὲρ καὶ κατὰ τῶν τοῦ Κορονοϊοῦ μέτρων

Πρὸς "λέοντες" καὶ "ὁμολογητὲς" "φιλάνθρωπους" καὶ "φιλοπατερικοὺς" γέροντες, ἱερεῖς καὶ ἐπισκόπους:

Ὁ Οἰκουμενισμὸς εἶναι αἵρεση; 

Κι ἂν εἶναι αἵρεση μολύνει θανάσιμα;

Κι ἂν μολύνει, ἐσεῖς ποὺ εἶστε φιλάνθρωποι, πρέπει νὰ ἀπομονώσουμε τοὺς αἱρετικούς, καὶ παράλληλα, ἐσεῖς ποὺ εἶστε ὁμολογητές, πρέπει νὰ ἀκυρώσουμε αὐτὰ ποὺ προωθοῦν;

Ἂν τιμᾶτε τὸν ἅγ. Ἰωάννη τὸν Δαμασκηνό, τὸν μιμεῖσθε;


«”Μυστήριον ἀνομίας” τὰς τῶν αἱρέσεων διδασκαλίας εἶναί φησι καὶ τὰ ψευδῆ αὐτῶν δόγματα. Ἐκείνου γὰρ προβαδίζουσιν ὁδοποιοῦντες αὐτῷ καὶ καιρὸν ἀπάτης παρεχόμενοι· ἐξεληλύθεισαν δὲ ἤδη ἀπὸ τοῦ καιροῦ τῶν Ἀποστόλων αἱ αἱρέσεις» (ΕΠΕ 12, 282).

«Παραγγέλλομεν ὑμῖν, ἀδελφοὶ, ἐν ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβον ἐξ ἡμῶν.» Βλαβεραὶ αἱ πρὸς τοὺς κακοὺς συνουσίαι, ἐπειδὴ νόμος αὐτὸς φιλίας, δι' ὁμοιότητος πεφυκέναι τοῖς συναπτομένοις ἐγγίνεσθαι. Ὡς γὰρ ἐν τοῖς νοσοποιοῖς χωρίοις, ὁ κατὰ μέρος ἀναπεμπόμενος ἀὴρ, λανθάνουσαν νόσον τοῖς ἐνδιαιτωμένοις ἐναποτίθεται, οὕτως ἡ πρὸς τοὺς φαύλους συνήθεια μεγάλα κακὰ ταῖς ψυχαῖς ἐναφίησιν, κἂν τὴν παραυτίκα αἴσθησιν τὸ βλαβερὸν διαφεύγῃ.

  Φασὶ τὸν λοιμὸν οἱ περὶ ταῦτα δεινοὶ, ἐπειδὰν ἑνὸς ἀνθρώπου, ἢ κτήνους ἅψηται, κατανέμεσθαι ἐπὶ πάντας τοὺς ἐγγίζοντας. Φύσιν γὰρ εἶναι τῆς νόσου ταύτης, τὸ ἐξ ἀλλήλων πάντας ἀναπιμπλάναι τῆς ἀρρωστίας. Τοιοῦτοι δή   τινές εἰσι καὶ οἱ ἐργάται τῆς ἀδικίας. Ἄλλος γὰρ ἄλλῳ τῆς νόσου μεταδιδόντες, συννοσοῦσιν ἀλλήλοις καὶ συναπόλλυνται. Φεῦγε τὰς μιμήσεις τῶν κατεγνωσμένων. Ῥᾷον κακίας μεταλαβεῖν, ἢ ἀρετῆς μεταδοῦναι· ἐπεὶ καὶ νόσου μετασχεῖν μᾶλλον ἢ ὑγείαν χαρίσασθαι.

  Δεῖ μὴ μόνον ἀπέχεσθαι τῶν κακῶν, ἀλλὰ καὶ τοὺς τὰ τοιαῦτα πράττοντας ἀποστρέφεσθαι. Τὸ συνεῖναι τοῖς φαύλοις ἀπηγόρευτο τοῖς ἐξ Ἰσραὴλ, νόμου τοῦ διὰ Μωσέως καὶ τοῦτο θεσπίζοντος. Προσέταττεν γὰρ ἐναργῶς τῶν ἐν φαυλότητι καὶ ἀκαθαρσίᾳ ζωῆς ἀποφοιτᾷν ἐπείγεσθαι τοὺς ἡγιασμένους. Ἡ τῶν κακῶν ἀπαλλαγὴ σωτηρία ἐστὶ ψυχῆς; Τρία προέβαλεν ἡμῖν τὰ φυλακῆς ἄξια, μὴ πορευθῆναι ἐν βουλῇ ἀσεβῶν, μὴ στῆναι ἐν βουλῇ ἁμαρτωλῶν, καὶ μὴ καθεσθῆναι ἐπὶ καθέδραν λοιμῶν.

(TLG, Joannes Damascenus Scr. Eccl., Theol., Sacra parallela (recensiones secundum alphabeti litteras dispositae, quae tres libros conflant) (fragmenta e cod. Volume 96, page 353, line 34).