Ὁ Ἱ. Χρυσόστομος ἀπαντάει στὰ περὶ δυνητικότητος καὶ περὶ προϋπόθεσης τιμωρίας γιὰ τὴν ὑπακοή σὲ Ἱ. Κανόνα.

«Περίεργος» και «διανοητικά ανεπαρκής» καὶ ὁ Χρυσόστομος;

     «Οὐκ εἶπεν, Ὁμόσε χωρεῖτε καὶ πυκτεύετε, ἀλλ', Ἐκκλίνατε ἀπ' αὐτῶν.  Εἰ μὲν γὰρ ἐξ ἀγνοίας ἢ πλάνης τοῦτο ἐποίουν, ἔδει διορθοῦν· ἐπειδὴ δὲ εἰδότες ἁμαρτάνουσιν, ἀποπηδᾶτε


Ἑρμηνεία Ἱεροῦ Χρυσοστόμου τοῦ χωρίου (Ρωμ. 16, 17):
     «Ἡ δὲ διχοστασία πόθεν; Ἀπὸ τῶν δογμάτων τῶν παρὰ τὴν διδαχὴν τῶν ἀποστόλων. Τὰ δὲ δόγματα τὰ τοιαῦτα πόθεν; Ἀπὸ τοῦ γαστρὶ δουλεύειν καὶ τοῖς ἄλλοις πάθεσιν. Οἱ γὰρ τοιοῦτοι, φησὶ, τῷ Κυρίῳ οὐ δουλεύουσιν, ἀλλὰ τῇ αὑτῶν κοιλίᾳ. Ὥστε οὐκ ἂν γένοιτο σκάνδαλα, οὐκ ἂν γένοιτο διχοστασία, εἰ μή τι παρὰ τὴν ἀποστολικὴν διδαχὴν ἐπινοηθείη δόγμα· ὃ καὶ ἐνταῦθα δηλῶν ἔλεγε, Παρὰ τὴν διδαχήν. Καὶ οὐκ εἶπεν, Ἣν ἐδιδάξαμεν, ἀλλ', Ἣν ὑμεῖς ἐμάθετε, προκαταλαμβάνων αὐτοὺς, καὶ δεικνὺς πεπεισμένους δὴ καὶ ἀκούσαντας καὶ καταδεξαμένους. Καὶ τί ποιήσομεν τοῖς τὰ τοιαῦτα κακουργοῦσιν; Οὐκ εἶπεν, Ὁμόσε χωρεῖτε καὶ πυκτεύετε, ἀλλ', Ἐκκλίνατε ἀπ' αὐτῶν. Εἰ μὲν γὰρ ἐξ ἀγνοίας ἢ πλάνης τοῦτο ἐποίουν, ἔδει διορθοῦν· ἐπειδὴ δὲ εἰδότες ἁμαρτάνουσιν, ἀποπηδᾶτε. Καὶ ἀλλαχοῦ δὲ τοῦτο λέγει· Συστέλλεσθε γάρ, φησὶν, πὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος. Καὶ Τιμοθέῳ περὶ τοῦ χαλκέως διαλεγόμενος, τοιαῦτα παρῄνει λέγων· Ὃν καὶ σὺ φυλάσσου» (ΕΠΕ 17,718).