Κύριε, τί επληθύνθησαν οι θλίβοντές με; Ερμηνεία του ψαλμού Γ΄


 

ΕΡΜΗΝΕΥΤΙΚΑ ΣΧΟΛΙΑ

M. Ἀθανασίου  & Θεοδωρήτου Ἐπισκόπου Κύρου,
 Ἑρμηνεία εἰς τοὺς Ψαλμούς
Τοῦτο γάρ ἐστιν ὃ λέγει ὁ ψαλμός, ὅτιπερ ὁ χορὸς τῶν προφητῶν διώκεται ὑπὸ τοῦ λαοῦ τῶν Ἰουδαίων. Δαυῒδ γὰρ ἑρμηνεύεται πεποθημένος· ὅπερ ἐστὶν ὁ χορὸς τῶν προφητῶν. Ὥσπερ οὖν ὁ Ἀβεσσαλὼμ ἀνταρσίαν διεζήτει κατὰ τοῦ ἰδίου Πατρός, τουτέστι τοῦ Δαυΐδ, οὕτω καὶ οἱ Ἰουδαῖοι ἐπανέστησαν κατὰ τῶν πατέρων αὐτῶν προφητῶν, μὴ δεχόμενοι τὰ προστάγματα τοῦ Θεοῦ, ἀλλὰ ἀνθιστάμενοι αὐτοῖς. 
Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; Τό, τί, ἀντὶ τοῦ σφόδρα κεῖται. 
Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν Θεῷ αὐτοῦ. Ὁ Θεός, φησίν, αὐτοῦ οὐ σώσει αὐτόν·΄εἰς γὰρ μόνην τὴν ἁμαρτίαν ἔβλεπον ἣ ἐπεποιήκει, ἀγνοοῦντες αὐτοῦ τὴν μετάνοιαν. 
Τοῦτο δὲ φανερώτερον δείκνυσιν ἐπὶ τοῦ Δαυῒδ λέγεσθαι τὸν ψαλμόν. Τὸ γὰρ ἐπανίστασθαι κυρίως λέγεται ἐπὶ τῶν πρότερον μὲν ἐν ὑπηκόων τάξει καθεστηκότων, μετὰ δὲ ταῦτα πόλεμον ἀραμένων. 
Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου. Ἐπειδὴ ἐλέχθη, ὡς ἐκ προσώπου Κυρίου ὁ ψαλμὸς ἀπαγγέλλεται, ῥητέον ὡς καὶ αὐτοῦ ὑψοῦται ἡ κεφαλή, ὁ Θεὸς οὖσα, ὅταν ἡ θεότης αὐτοῦ φανερὰ δι' ἀποδείξεως τοῖς πιστοῖς γένηται. 
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα. Διδάσκει ὁ λόγος, ὡς ἐν ταῖς περιστάσεσι οὐκ ἄλλῳ ἢ Θεῷ μόνῳ προσιέναι δεῖ. 
[Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα. Προέταξε μὲν τὴν εὐχήν, εἶτα μετὰ τὸ διάψαλμα τὴν εὐχαριστίαν, ἐπὶ τὸ τετυχηκέναι ὧν ᾔτησε. Νῦν μέντοι ἀποστρέφει τὸ πρόσωπον πρὸς ἡμᾶς, καὶ διηγεῖται πῶς εὐξάμενος ἐπηκούσθη, καί φησι· Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα. Καὶ φωνὴν μὲν ὑποληπτέον τὴν νοερὰν τῆς διανοίας πρὸς τὸν τῶν ὅλων Θεὸν ἱκεσίαν· οὐ γὰρ τὴν κραυγὴν λέγει, ἀλλὰ τὴν αὐδαίαν τῆς διανοίας εὐχήν. 
Τὸ δέ· ἐπήκουσέ μου ἐξ ὄρους, κατὰ τὴν κατέχουσαν εἴρηται δόξαν. Ἐνομίζετο γὰρ ἐν τῇ Σκηνῇ κατοικεῖν, ἐπειδὴ ἐκεῖθεν καὶ οἱ χρησμοὶ τοῖς ἱερεῦσι ἐδίδοντο. Ἢ τό, ἐξ ὄρους ἁγίου, ἀντὶ τοῦ, ἐξ οὐρανοῦ· ὡς καὶ τό· Ἐν ὄρει ἁγίῳ σου· καί, Ἐγγίσατε ὄρεσιν αἰωνίοις, δύναται ὄρος ἅγιον εἶναι Θεοῦ ἐξ οὗ εἰσακούει τῶν εὐχομένων ὁ Θεὸς ὁ μονογενὴς αὐτοῦ, περὶ οὗ εἴρηται·Ἔσται ἐμφανὲς τὸ ὄρος τοῦ Κυρίου ἐπ' ἐσχάτῳ τῶν ἡμερῶν· δηλούσης τῆς λέξεως ταύτης τὴν γενομένην αὐτοῦ φανέρωσιν, κατὰ τὴν ἐπιδημίαν ἐπὶ συντελείᾳ τῶν αἰώνων· ἤ, ἐξ ὄρους ἁγίου, ἐκ τοῦ οὐρανοῦ. Ὄρος ἅγιον Θεοῦ ἡ ὑπερφυὴς γνῶσις αὐτοῦ. 
[Τό, ἐξηγέρθην, τοῦτο δηλοῖ, ὅτι, τῆς θείας ἀπολαύσας τροπῆς, κρείττων ἐγενόμην τῶν προσπεσόντων κακῶν]. 
Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα. Τὸν περὶ τοῦ νοῦ ὕπνον φησί, δι' οὗ καὶ εἰς τὴν ἁμαρτίαν κατέπεσεν. 
[Ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι. Πάταξον, σύντριψον, ἢ πατάξεις. Ἐπισπεύδει τὴν ἐξανάστασιν τὴν κατ' αὐτῶν τοῦ Θεοῦ, ἤτοι τὴν ἄμυναν. Ματαίως ἔχει τοὺς ἐχθροὺς ὁ μὴ παρέχων πρόφασιν μίσους. Ὀδόνταςδὲ ἁμαρτωλῶν ἢ τὴν ἰσχὺν λέγει τῶν εἰς αὐτὸν ἁμαρτανόντων, ἢ τοὺς λόγους τοὺς κατ' αὐτοῦ, καὶ τὰς βλασφημίας· ἢ ὀδόντες ἁμαρτωλῶν εἰσι λογισμοὶ ἄλογοι παρὰ φύσιν ἡμῖν ἐπισυμβαίνοντες. Τοῖς γὰρ λογισμοῖς ὡς ὀδοῦσι χρώμενοι πολλάκις ἀντικείμενοι προσεγγίζουσιν ἡμῖν, τοῦ φαγεῖν τὰς σάρκας ἡμῶν, τουτέστι τὰ ἐκ τῆς σαρκὸς φυόμενα. Φανερὰ δέ, φησίν, ἐστὶ τὰ ἔργα τῆς σαρκός, ὁ θεῖος Ἀπόστολος. Ὀδόντας λέγει· ἀπὸ μεταφορᾶς τῶν θηρίων τοῦτό φησιν, ἃ μᾶλλον τοῖς ὀδοῦσιν ἰσχύει, καὶ συνθλωμένων, εὐκαταφρόνητα γίνονται. Καὶ γὰρ οἱ φονεῖς καὶ αἱμοχαρεῖς καὶ αὐτῶν τῶν αἱμοβόρων θηρίων χείρους εἰσίν, ἢ τούτοις παρισοῦνται.] 
Τοῦ Κυρίου ἡ σωτηρία. Σῶσόν με, φησίν, Κύριε. Εὔχομαι δὲ καὶ τοῦτο εἰς πάντα ἐξενεχθῆναι τὸν λαόν. Ἰστέον δέ, ὡς ἅπας ὁ ψαλμὸς ἀναφορὰν ἔχει εἰς τὴν ἀνθρωπότητα, ἁμαρτοῦσαν μὲν καὶ δι' αὐτὸ τοῦτο παραδεδομένην τοῖς νοητοῖς ἐχθροῖς, βοῶσαν δὲ ἐν θλίψει καὶ ἐπακουσθεῖσαν παρὰ τοῦ Θεοῦ, καὶ μὴν καὶ σωθεῖσαν διὰ τοῦ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν δηλονότι, καὶ πατάξαι τοὺς ἐχθραίνοντας ἡμῖν δαίμονας. Αὐτὸς γάρ, ὁ τὰς μύλας τῶν λεόντων συνθλάσας Κύριος. Καὶ αὐτοῦ ἐστιν, ἤτοι παρ' αὐτοῦ, ἡ σωτηρία. 
[Τοῦ Κυρίου ἡ σωτηρία. Οὐκ ἔχω, φησίν, εἰς ἄνθρωπον τὴν ἐλπίδα, ἀλλὰ παρὰ σοῦ τὴν σωτηρίαν προσμένω, καὶ ὁ σὸς λαὸς σὺν ἐμοὶ πολεμούμενος]. 
(Μ. Ἀθανασίου)

«Ἐγὼ δὲ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου». Νύκτα τὰς συμφορὰς πολλάκις ἡ θεία καλεῖ Γραφή· ἐπειδὴ ὡς ἐν σκότει διάγειν νομίζουσιν οἱ τοῖς ἄγαν ἀνιαροῖς περιπίπτοντες· ταῖς δὲ νυξὶν ὁ ὕπνος συνέζευκται· σημαίνει τοίνυν κατὰ ταυτὸν τὰς θλίψεις, καὶ τὴν τούτων ἀπαλλαγήν. Τὸ γὰρ «Ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου», τοῦτο δηλοῖ, ὅτι Τῆς θείας ἀπολαύσας ῥοπῆς κρείττων ἐγενόμην τῶν προσπεσόντων κακῶν. Διό, 
ζʹ. «Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι· ἀνάστα, Κύριε, σῶσόν με ὁ Θεός μου». Ἀρκεῖς γὰρ καὶ παρὼν τὰς πολλὰς μυριάδας διασκεδάσαι. 
ηʹ. «Ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας». Τελείας μοι τοίνυν μετάδος τῆς σωτηρίας· καὶ καθάπερ πολλάκις ἄδικον κατ' ἐμοῦ δυσμένειαν ἐσχηκότας, καὶ ὁμοφύλους καὶ ἀλλοφύλους, καὶ Ἰσραηλίτας καὶ Ἀμαληκίτας, καὶ μέντοι καὶ αὐτὸν τὸν Σαούλ, ποινὴν εἰσεπράξω τῆς ἀδικίας· οὕτω με καὶ νῦν τῆς σωτηρίας ἀξίωσον. Τὸ δέ, «Ὀδόντας ἁμαρτωλῶν συνέτριψας», ἀντὶ τοῦ, Πάσης αὐτοὺς ἐγύμνωσας ἰσχύος, ἐκ μεταφορᾶς τῶν θηρίων, ἃ τῶν ὀδόντων στερούμενα, εὐκαταφρόνητα λίαν ἐστὶ καὶ εὐκαταγώνιστα. 
θʹ. «Τοῦ Κυρίου ἡ σωτηρία». Οὐκ ἔχων, φησίν, εἰς ἄνθρωπον τὴν ἐλπίδα, ἀλλὰ παρὰ σοῦ τὴν σωτηρίαν προσμένω· οὐκ ἐγὼ δὲ μόνος, ἀλλὰ καὶ ὁ σὸς λαὸς ὁ σὺν ἐμοὶ πολεμούμενος. Κήδομαι δὲ καὶ αὐτῶν τῶν πολεμούντων· καὶ γὰρ ἐκεῖνος σὸς χρηματίζει λαός. Δὸς τοίνυν, Δέσποτα, καὶ τούτοις, κἀκείνοις, τῆς εἰρήνης τὴν εὐλογίαν· τοῦτο γὰρ παρεδήλωσεν εἰρηκώς· «Καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου». Καὶ γὰρ ὁ μακάριος Μωσῆς ταῖς εὐλογίαις τὴν εἰρήνην συντάττει· εὑρίσκομεν δὲ κἀν τῇ ἱστορίᾳ σφόδρα τοῦ λαοῦ κηδόμενον τὸν μακάριον Δαβίδ, καὶ αὐτοῦ τοῦ πατραλοίου παιδός, καὶ μᾶλλον τῆς εἰρήνης, ἢ τῆς κατὰ τοῦ λαοῦ προμηθούμενον νίκης. 
(Θεοδωρήτου Ἐπισκόπου Κύρου)