Ἕνα θαυμάσιο ἐγκωμιαστικὸ λόγο γιὰ τὸν ἅγιο Εὐστάθιο ἐξεφώνισε ὁ Ἰωάννης ὁ Χρυσόστομος. Ἀξίζει νὰ τὸν διαβάσουν οἱ Ποιμένες καὶ Ἐπίσκοποι, γιὰ νὰ μάθουν ὅτι δὲν ἔγιναν Ἐπίσκοποι γιὰ νὰ δέχονται χειροφιλήματα καὶ τιμὲς ἀπὸ τοὺς πιστούς, οὔτε γιὰ νὰ ἐξουσιάζουν ὡς ἄλλοι κοσμικοὶ ἄρχοντες καὶ νὰ ἐξευτελίζουν τοὺς συμποιμένες τους, ἐπειδὴ περιεβλήθηκαν (Κύριος οἶδε μὲ ποιό τρόπο) τὸ ἀρχιερατικὰ ἄμφια καὶ μιὰ μίτρα.
Ἔγιναν γιὰ νὰ ποιμάνουν τὸ ἐμπιστευθὲν Ποίμνιο, νὰ ἐκδιώξουν κατὰ πρῶτο λόγο τοὺς αἱρετικοὺς καὶ νὰ περιδέσουν τὰ τραύματα ποὺ οἱ σύγχρονοι αἱρετικοὶ Ἐπισκοποι καὶ Πατριάρχες δημιούργησαν στοὺς πιστούς.
Ὁ ἅγιος Εὐστάθιος, Ἀρχιεπίσκοπος τῆς Ἀντιοχείας τῆς μεγάλης, τὀν ὁποῖον τιμᾶ σήμερα ἠ Ἐκκλησία, γεννήθηκε στὴν Παμφυλία τὸ 260 μ.Χ. καὶ ὑπῆρξε μία ἀπὸ τὶς μεγαλύτερες ἐκκλησιαστικὲς φυσιογνωμίες τοῦ 3ου μ.Χ. αἰῶνα. Διακρίθηκε γιὰ τὴν μαχητικότητά του καὶ τὴν ἐμμονή του στὴν ὀρθὴ διδασκαλία τοῦ Εὐαγγελίου καὶ τὴν μίμηση τῶν Ἀποστόλων καὶ τῶν πρὸ αὐτοῦ Ἁγίων.
Συμμετεῖχε στὴν Α΄ Οἰκουμενικὴ Σύνοδο τῆς Νικαίας. Τὸ 323 μ.Χ. ἐξελέγη Ἀρχιεπίσκοπος Ἀντιοχείας τῆς μεγάλης, θέση τὴν ὁποία χρησιμοποίησε γιὰ τὴν διάδοση ἀλλὰ καὶ στερέωση τῆς Ὀρθοδοξίας.
Τὸ 330 μ.Χ. ὅμως, οἱ Ἀρειανοὶ συνεκάλεσαν Σύνοδο εἰς βάρος τοῦ Εὐσταθίου μὲ τὴν κατηγορία ὅτι ἦταν ὀπαδὸς τῆς αἵρεσης τοῦ Σαβελλίου. Δωροδόκησαν μάλιστα κάποια γυναῖκα ἐλευθερίων ἠθῶν, ἡ ὁποία παρουσιάσθηκε στὴ Σύνοδο καὶ κατήγγειλε ὅτι εἶχε σχέση μαζί του. Μὲ αὐτὲς τὶς συκοφαντίες (παρόμοιες ἐκτοξεύουν κακόβουλοι ἄνθρωποι καὶ σήμερα σὲ ἐργάτες τοῦ Εὐαγγελίου) κατόρθωσαν νὰ ἐπιτύχουν τὴν ἐξορία τοῦ Ἁγίου στὴν Τραϊανούπολη τῆς Θράκης ὅπου καὶ ἐκοιμήθη ὁσιακά τὸ 360 μ.Χ.
Ἀρκετὰ χρόνια μετὰ τὴν κοίμησή του, ἡ ἀλήθεια ἀποκαταστάθηκε καὶ ὁ Εὐστάθιος ἀνακηρύχθηκε Ἅγιος τῆς Ἐκκλησίας μας.
Ὁ ἀνεπανάληπτος ἅγιος Ἰωάννης ὁ Χρυσόστομος, ἔγραψε ἕνα ἐξαίρετο ἐγκωμιαστικὸ λόγο γιὰ τὸν ἅγιο Εὐστάθιο. Παραθέτουμε περιληπτικὰ ἕνα τμῆμα του καὶ στὴ συνέχεια τὸ ἀρχαῖο κείμενο.
Ὅταν τελείωσαν οἱ διωγμοί, γράφει ὁ ἱ. Χρυσόστομος, καὶ εἰρήνευσε ἡ Ἐκκλησία, ὁ διάβολος «εἰσάγει νέον πόλεμο χαλεπὸν καὶ ἐμφύλιον», τὸν πόλεμο τῶν αἱρέσεων. Μετακόμιζε δέ, τότε, ἡ αἵρεση τοῦ Ἀρείου ἀπὸ τὴν Αἴγυπτο στὴν Ἀντιόχεια. Ἀλλ’ ὁ ἅγιος Εὐστάθιος «ἐγρηγορὼς καὶ νήφων» καὶ βλέπων ἐρχομένη τὴν νόσος τῆς αἱρέσεως, καὶ πρὶν ἡ νόσος πλήξει τοὺς Ἀντιοχεῖς ἑτοιμάζετο νὰ ἀποκρούσει τὴν αἵρεση, ἐνημερώνοντας τοὺς πιστοὺς καὶ παρασκευάζοντας τὰ ἀντίδοτα φάρμακα, «πειρατῶν ἐπιτιθεμένων καὶ τῆς πίστεως τὸν θησαυρὸν ἀποσυλῆσαι ἐπιχειρούντων»!
Καὶ ὄχι μόνο γιὰ τοὺς πιστοὺς τῆς Ἀντιόχειας φρόντισε, ἀλλὰ καὶ ὅπου ἀλλοῦ μποροῦσε ἔστειλε διδασκάλους νὰ ἐνημερώσουν τοὺς πιστοὺς καὶ νὰ προετοιμάσουν τὴν ἀπόκρουση τῆς ἐπιθέσεως, «προαποτειχίσοντας τοῖς πολεμίοις τὴν ἔφοδον». Διότι ἔχοντας τὴν χάρη τοῦ Πνεύματος γνώριζε ὅτι ὁ Ποιμένας, πρέπει νὰ φροντίζει ὄχι μόνο γιὰ τὴν Ἐπισκοπή του, ἀλλὰ καὶ ὑπὲρ τῆς «ἁπάσης καθολικῆς Ἐκκλησίας»!
Καὶ ὅπως ἔγινε μὲ τὸν πρωτομάρτυρα Στέφανο, ἐπειδὴ οἱ αἱρετικοὶ δὲν μποροῦσαν νὰ τὸν ἀντιμετωπίσουν, ἔδιωξαν τὸν ἅγιο Εὐστάθιο ἀπὸ τὴν πόλη. Ἀλλὰ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται· αὐτὸς ἔφυγε, ἀλλ’ ὁ λόγος του ἠκούετο.
Ὅμως, γιατί ἐπέτρεψε ὁ Θεὸς νὰ ἐκδιωχθεῖ; ἐρωτᾶ ὁ ἅγιος Ἰωάννης ὁ Χρυσόστομος καὶ ἀπαντᾶ: Ἡ τοπικὴ Ἐκκλησία, μόλις εἶχε εἰρηνεύσει καὶ αὐτὸς τὴν ἐποίμαινε θεαρέστως. Ἐπέτρεψε τὴν ἐξορία του ὁ Θεός, γιὰ νὰ μάθεις, ὅτι ἡ Πίστη καὶ ὅταν πολεμᾶται νικᾶ καὶ αὐξάνει, καὶ γίνεται ἰσχυροτέρα! Καὶ γιὰ νὰ μὴ νομίσεις ὅτι τοῦτο, (γράφει ὁ ἱ. Χρυσόστομος) εἶναι δική μου σκέψη, ἀλλ’ ὅτι εἶναι «θεῖος χρησμός», ἂς ἀκούσουμε τὶ λέγει γι’ αὐτὰ ὁ ἀπόστολος Παῦλος. Καὶ ἀναφέρει τὴν γνωστὴ φράση τοῦ Ἀποστόλου: «Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ· ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, καὶ εἴρηκέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται». Καὶ ἐξηγεῖ ὁ χρυσορρήμων Ἅγιος ὅτι μὲ τὴν φράση «ἄγγελος Σατᾶν» ὁ ἀπόστολος Παῦλος ἐννοεῖ τοὺς ἀνθρώπους ποὺ διακονοῦν τὸν διάβολο, δηλαδή, τοὺς αἱρετικούς (ὅπως εἶναι σήμερα οἱ Ἐπίσκοποι καὶ «ὀρθόδοξοι» Πατριάρχες στὸ ὄνομα, ἀλλὰ στὴν οὐσία ὄργανα τοῦ διαβόλου!). «Τὰ οὖν σκεύη τοῦ διαβόλου, καὶ τοὺς ἐκείνῳ διακονουμένους ἀνθρώπους ἀγγέλους αὐτοῦ καλεῖ».
Ἄρα, συμπεραίνει, ὁ ἱ. Χρυσόστομος, ὁ Θεὸς ἐπιτρέπει τὴν δοκιμασία γιὰ νὰ μὴ νομίσουμε δική μας τὴν νίκη, «ἵνα τὴν ἑαυτοῦ δείξῃ δύναμιν»! Καὶ ἐπανερχόμενος στὸν ἅγιο Εὐστάθιο, ποὺ σήμερα ἑορτάζουμε, λέγει: «Διὰ ταῦτα καὶ τὸν μακάριον Εὐστάθιον» ἐπέτρεψε ὁ Θεὸς νὰ ἐξορισθεῖ, γιὰ νὰ δείξει τὴν μεγάλη δύναμη τῆς ἀληθείας καὶ τὴν ἀσθένεια τῶν αἱρετικῶν: «ἵνα μειζόνως ἡμῖν δείξῃ καὶ τὴν δύναμιν τῆς ἀληθείας, καὶ τῶν αἱρετικῶν τὴν ἀσθένειαν».
Ὅταν, λοιπόν, ἔφευγε ὁ ἅγιος Εὐστάθιος, κάλεσε ὅλους τοὺς Ποιμένες καὶ τοὺς πιστοὺς καὶ τοὺς παρακάλεσε νὰ μὴν ἔχουν καμιὰ σχέση μὲ τοὺς αἱρετικούς, νὰ μὴν προδώσουν τὸν ποίμνη, ἀλλὰ νὰ παραμείνουν στὸν τόπο τους καὶ νὰ πολεμοῦν τοὺς αἱρετικούς, νὰ φροντίζουν δὲ οἱ ἀσθενέστεροι ἀδελφοὶ νὰ μὴν ἐπηρεασθοῦν ἀπὸ τὴν αἵρεση: «μὴ παραχωρῆσαι, μηδὲ ἐνδοῦναι τοῖς λύκοις, μηδὲ προδοῦναι τὴν ποίμνην αὐτοῖς, ἀλλὰ μένειν ἔνδον ἐπιστομίζοντας μὲν αὐτοὺς καὶ διελέγχοντας, τοὺς ἀκεραιοτέρους δὲ τῶν ἀδελφῶν ἀσφαλιζομένους».
Καὶ ὡς ἀπόδειξη ὅτι ὁ ἅγιος Εὐστάθιος τοὺς συμβούλεψε σωστά, φέρνει ὁ ἱ. Χρυσόστομος τὴν παρόμοια ἐνέργεια τοῦ ἀποστόλου Παύλου, ὁ ὁποῖος, ὅταν ἀποχαιρετοῦσε τοὺς πρεσβυτέρους τῆς Ἐφέσου, τοὺς προειδοποιοῦσε πὼς θὰ ἐπιπέσουν κατὰ τὴς Ἐκκλησίας ὡς «λύκοι βαρεῖς» οἱ αἱρετικοί, οἱ ὁποῖοι μάλιστα θὰ εἶναι ἄνθρωποι οἰκεῖοι, ἄνθρωποι τῆς Ἐκκλησίας, ἱερεῖς, Ἐπίσκοποι καὶ Πατριάρχες καὶ ἕνεκα τούτου καὶ ὁ ἐναντίον τους πόλεμος θὰ εἶναι δυσκολότατος! Γι’ αὐτό, συνεχίζει, ὁ ἅγιος Εὐστάθιος ἀκολούθησε τὴν πρὸς Ἐφεσίους συμβουλὴ τοῦ ἀποστόλου Παύλου· δὲν ἄφησε τὰ πρόβατα στὸ στόμα τῶν λύκων, ἀλλά, ἂν καὶ ἐξόριστος, τοὺς φρόντιζε ὡσεὶ παρών, καὶ ἔδινε μάχες, καὶ τοὺς θεράπευε τὰ τραύματα ποὺ προκαλοῦσαν οἱ αἱρετικοί. Καὶ ἄγρυπνος πρόσεχε «μή που βέλος ἐδέξατό τις, μή που τραῦμα χαλεπὸν ἔλαβε, καὶ εὐθέως τὸ φάρμακον ἐπετίθει. Καὶ ταῦτα ποιῶν ἐζύμωσεν ἅπαντας εἰς τὴν ἀληθῆ πίστιν, καὶ οὐ πρότερον ἀπέστη, ἕως ὁ Θεὸς τὸν μακάριον Μελέτιον παρεσκεύασεν ἐλθόντα τὸ φύραμα ἅπαν λαβεῖν».
Το κείμενο τοῦ ἁγίου ἰωάννου:
Ἐπειδὴ γὰρ ...ἄρτι τῶν χαλεπῶν καὶ ἐπαλλήλων διωγμῶν ἀνεπεπνεύκεισαν αἱ Ἐκκλησίαι πᾶσαι ...ταῦτα ἐλύπει τὸν πονηρὸν δαίμονα, καὶ οὐκ ἠδύνατο πράως φέρειν τὴν τῆς Ἐκκλησίας εἰρήνην, τί οὖν ποιεῖ; Ἕτερον ἐπεισάγει πόλεμον χαλεπόν. Ὁ μὲν γὰρ ἐξωτικός, οὗτος δὲ ἐμφύλιος ἦν· οἱ δὲ τοιοῦτοι δυσφύλακτοι μᾶλλόν εἰσι, καὶ ῥᾳδίως χειροῦνται τοὺς ἐμπίπτοντας.
Κατὰ τὸν καιρὸν τοίνυν ἐκεῖνον ὁ μακάριος οὗτος ἐστρατήγει τῆς παρ' ἡμῖν Ἐκκλησίας, καὶ αἴρεται μὲν ἡ νόσος, ὥσπερ τις λοιμὸς χαλεπὸς ἀπὸ τῶν Αἰγύπτου χωρίων, εἶτα διὰ τῶν μεταξὺ πόλεων βαδίζων εἰς τὴν πόλιν ἔσπευδεν ἐμβαλεῖν τὴν ἡμετέραν. Ἀλλ' ἐκεῖνος ἐγρηγορὼς καὶ νήφων, καὶ πάντα τὰ μέλλοντα προορῶν πόῤῥωθεν, προσιόντα τὸν πόλεμον ἀπεκρούετο· καὶ καθάπερ σοφός τις ἰατρός, πρὶν ἢ τὴν νόσον ἐμβαλεῖν εἰς τὴν πόλιν, ἐνταῦθα καθήμενος, τὰ φάρμακα κατεσκεύαζε, καὶ τὴν ἱερὰν ταύτην ναῦν μετὰ πολλῆς ἐκυβέρνα τῆς ἀσφαλείας, πανταχοῦ περιτρέχων, ναύτας, ἐπιβάτας, τοὺς πλέοντας ἅπαντας συγκροτῶν, νήφειν, ἐγρηγορέναι παρασκευάζων, ὡς πειρατῶν ἐπιτιθεμένων καὶ τῆς πίστεως τὸν θησαυρὸν ἀποσυλῆσαι ἐπιχειρούντων.
Οὐκ ἐνταῦθα δὲ μόνον ἐκέχρητο τῇ προνοίᾳ ταύτῃ, ἀλλὰ καὶ πανταχοῦ διεπέμπετο τοὺς διδάξοντας, παρακαλέσοντας, διαλεξομένους, προαποτειχίσοντας τοῖς πολεμίοις τὴν ἔφοδον. Καὶ γὰρ ἦν πεπαιδευμένος καλῶς παρὰ τῆς τοῦ Πνεύματος χάριτος, ὅτι τὸν Ἐκκλησίας προεστῶτα οὐκ ἐκείνης μόνης κήδεσθαι δεῖ τῆς παρὰ τοῦ Πνεύματος ἐγχειρισθείσης αὐτῷ, ἀλλὰ καὶ πάσης τῆς κατὰ τὴν οἰκουμένην κειμένης· καὶ ταῦτα ἀπὸ τῶν ἱερῶν ἐμάνθανεν εὐχῶν. Εἰ γὰρ τὰς εὐχὰς ποιεῖσθαι δεῖ, φησὶν, ὑπὲρ τῆς καθολικῆς Ἐκκλησίας τῆς ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης, πολλῷ μᾶλλον καὶ τὴν πρόνοιαν ὑπὲρ ἁπάσης αὐτῆς ἐπιδείκνυσθαι δεῖ, καὶ ὁμοίως ἁπασῶν κήδεσθαι, καὶ μεριμνᾷν πάσας.
Καὶ ὅπερ ἐπὶ τοῦ Στεφάνου γέγονε, τοῦτο καὶ ἐπ' ἐκείνου συνέβαινεν. Ὥσπερ γὰρ οὐκ ἰσχύοντες ἀντιστῆναι τῇ σοφίᾳ τῇ τοῦ Στεφάνου, οἱ Ἰουδαῖοι ἐλίθαζον τὸν ἅγιον ἐκεῖνον· οὕτω καὶ οὗτοι οὐκ ἰσχύοντες ἀντιστῆναι τῇ σοφίᾳ τῇ τούτου, καὶ ὁρῶντες ἠσφαλισμένα τὰ ὀχυρώματα, ἐκβάλλουσι τῆς πόλεως λοιπὸν τὸν κήρυκα. Ἀλλ' ἡ φωνὴ οὐκ ἐσίγα, ἀλλ' ἐξεβάλλετο μὲν ὁ ἄνθρωπος, ὁ δὲ λόγος τῆς διδασκαλίας οὐκ ἐξεβάλλετο. Καὶ γὰρ Παῦλος ἐδέδετο, καὶ ὁ λόγος τοῦ Θεοῦ οὐκ ἐδέδετο· καὶ οὗτος ἐν ἀλλοτρίᾳ, καὶ ἡ διδασκαλία αὐτοῦ παρ' ἡμῖν. Ἐκβάλλοντες τοίνυν ἐπεισῄεσαν συμφραξάμενοι, καθάπερ χείμαῤῥος σφοδρός· ἀλλ' οὔτε τὰ φυτὰ παρέσυραν, οὔτε τὰ σπέρματα κατέχωσαν, οὔτε τὴν γεωργίαν ἐλυμήναντο· οὕτω καλῶς καὶ μετ' ἐπιστήμης ὑπὸ τῆς ἐκείνου γεωργηθέντα σοφίας ἐῤῥίζωτο.
Ἀλλὰ γὰρ ἄξιον εἰπεῖν, τίνος ἕνεκεν συνεχώρησεν αὐτὸν ὁ Θεὸς ἀπελαθῆναι ἐντεῦθεν. Προσφάτως ἦν ἀναπνεύσασα ἡ Ἐκκλησία· εἶχε παραμυθίαν οὐ τὴν τυχοῦσαν τὴν ἐπιστασίαν τὴν ἐκείνου· πανταχόθεν αὐτὴν ἐτείχιζεν, καὶ τῶν πολεμίων τὰς προσβολὰς ἀπεκρούετο. Τίνος οὖν ἕνεκεν ἐξεβάλλετο, καὶ συνεχώρει τοῖς ἀπάγουσιν αὐτὸν ὁ Θεός; τίνος ἕνεκεν; Καὶ μή τοι νομίσητε ταύτης τῆς ἀπορίας λύσιν εἶναι τὸ λεγόμενον μόνης· ἀλλὰ κἂν πρὸς Ἕλληνας, κἂν πρὸς αἱρετικοὺς ἄλλους ὑμῖν ὑπὲρ τῶν τοιούτων γίνηται λόγος, ἱκανὸν τὸ ῥηθησόμενον ἅπασαν λῦσαι τὴν ἀπορίαν.
Ὁ Θεὸς τὴν μὲν πίστιν αὐτοῦ τὴν ἀληθῆ καὶ ἀποστολικὴν ἐν πολλοῖς συγχωρεῖ πολεμεῖσθαι, τὰς δὲ αἱρέσεις καὶ τὸν ἑλληνισμὸν ἀφίησιν ἀδείας ἀπολαύειν. Τί δήποτε; Ἵνα ἐκείνων μὲν τὴν ἀσθένειαν μάθῃς οὐκ ἐνοχλουμένων, καὶ αὐτομάτως καταλυομένων· τῆς δὲ πίστεως τὴν ἰσχὺν γνωρίσῃς πολεμουμένης, καὶ διὰ τῶν κωλυόντων αὐξανομένης. Καὶ ὅτι οὐκ ἐμός ἐστιν οὗτος στοχασμός, ἀλλὰ θεῖος χρησμὸς ἄνωθεν ἐνεχθείς, ἀκούσωμεν Παύλου τί περὶ τούτων φησί· καὶ γὰρ ἔπαθέ τί ποτε ἀνθρώπινον καὶ οὗτος· εἰ γὰρ καὶ Παῦλος ἦν, ἀλλὰ τῆς ἡμετέρας μετέσχε φύσεως.
Τί δέ ἐστιν, ὅπερ ἔπαθεν; Ἠλαύνετο, ἐπολεμεῖτο, ἐμαστίζετο, μυρίοις ἐπεβουλεύετο τρόποις, ἔξωθεν, ἔσωθεν, ὑπὸ τῶν δοκούντων οἰκείων εἶναι, ὑπὸ τῶν ἀλλοτρίων. Καὶ τί δεῖ λέγειν, ὅσας ὑπέμεινε θλίψεις; Κάμνων τοίνυν, καὶ μηκέτι φέρων τὰς προσβολὰς τῶν πολεμίων ἀεὶ διακοπτόντων αὐτοῦ τὴν διδασκαλίαν, καὶ ἐναντιουμένων αὐτοῦ τῷ λόγῳ, προσπίπτει τῷ Δεσπότῃ, καὶ παρακαλεῖ αὐτὸν, καὶ λέγει· Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ· ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, καὶ εἴρηκέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Καὶ οἶδα μὲν ὅτι τινὲς ἀσθένειαν εἶναι νομίζουσι σωματικήν· οὐκ ἔστι δὲ τοῦτο, οὐκ ἔστιν· ἀλλ' ἄγγελον Σατᾶν τοὺς ἀντικειμένους ἀνθρώπους καλεῖ· τὸ γὰρ Σατᾶν τοῦτο Ἑβραϊκὴ λέξις ἐστί· Σατᾶν δὲ ὁ ἀντικείμενος λέγεται. Τὰ οὖν σκεύη τοῦ διαβόλου, καὶ τοὺς ἐκείνῳ διακονουμένους ἀνθρώπους ἀγγέλους αὐτοῦ καλεῖ. Διὰ τί οὖν, φησὶ, πρόσκειται τῇ σαρκί;
Ὅτι ἡ σὰρξ ἐμαστίζετο, ἡ δὲ ψυχὴ ἐκουφίζετο τῇ ἐλπίδι τῶν μελλόντων ἐπαιρομένη· οὐδὲ γὰρ ἥπτετο τῆς ψυχῆς, οὐδὲ ὑπεσκέλιζε τοὺς ἔνδον λογισμούς, ἀλλὰ μέχρι τῆς σαρκὸς εἱστήκει τὰ μηχανήματα καὶ ὁ πόλεμος, εἴσω διαβῆναι μὴ δυνάμενος. Ἐπεὶ οὖν αὕτη ἐτέμνετο, αὕτη ἐμαστίζετο, αὕτη ἐδεσμεῖτο (ψυχὴν γὰρ δῆσαι ἀδύνατον ἦν), διὰ τοῦτο λέγει, Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ, τοὺς πειρασμούς, τὰς θλίψεις, τοὺς διωγμοὺς αἰνιττόμενος. Εἶτα τί; Ὑπὲρ τούτου τρίς, φησί, τὸν Κύριον παρεκάλεσα· τοῦτ' ἔστι, Πολλάκις ἐδεήθην, φησίν, ὥστε ἀναπνεῦσαι μικρὸν ἐκ τῶν πειρασμῶν.
Ὑμεῖς δὲ μέμνησθε τῆς αἰτίας ἧς εἶπον, ὅτι διὰ τοῦτο συγχωρεῖ ὁ Θεὸς τοὺς ἑαυτοῦ δούλους μαστίζεσθαι, ἐλαύνεσθαι, μυρία πάσχειν δεινά, ἵνα τὴν ἑαυτοῦ δείξῃ δύναμιν. Ἰδοὺ γὰρ καὶ ἐνταῦθα δεηθείς, ὥστε ἀποστῆναι αὐτοῦ τὰ μυρία δεινὰ καὶ τοὺς ἀντικειμένους, οὐκ ἐπέτυχε τῆς αἰτήσεως· καὶ τὴν αἰτίαν τίθησι, δι' ἣν οὐκ ἐπέτυχε τῆς αἰτήσεως. Τίς οὖν ἐστιν ἡ αἰτία; οὐδὲν γὰρ κωλύει πάλιν αὐτῆς ἐπιμνησθῆναι· Ἀρκεῖ σοι, φησίν, ἡ χάρις μου· ἡ γὰρ δύναμις μου ἐν ἀσθενείᾳ τελειοῦται.
δʹ. Ὁρᾷς ὅτι διὰ τοῦτο συγχωρεῖ ὁ Θεὸς τοὺς ἀγγέλους τοῦ Σατανᾶ τοῖς αὐτοῦ δούλοις ἐπικεῖσθαι, καὶ μυρία παρέχειν πράγματα, ἵνα ἡ δύναμις αὐτοῦ διαφαίνηται; Ὄντως γὰρ κἂν πρὸς Ἕλληνας, κἂν πρὸς τοὺς ἀθλίους Ἰουδαίους διαλεγώμεθα, ἀρκεῖ τοῦτο ἡμῖν εἰς ἀπόδειξιν τῆς θείας δυνάμεως, τὸ διὰ μυρίων πολέμων τὴν πίστιν εἰσενεχθεῖσαν κρατῆσαι, καὶ τῆς οἰκουμένης ἁπάσης ἀντιπραττούσης, καὶ μετὰ πολλῆς τῆς σφοδρότητος ἀπωθουμένων ἁπάντων τοὺς δώδεκα ἀνθρώπους ἐκείνους, τοὺς ἀποστόλους λέγω, δυνηθῆναι ἐν βραχεῖ καιρῷ μαστιζομένους, ἐλαυνομένους, μυρία πάσχοντας δεινά, τῶν ταῦτα ποιούντων κρατῆσαι μεθ' ὑπερβολῆς ἁπάσης. Διὰ ταῦτα καὶ τὸν μακάριον Εὐστάθιον ἀφῆκε πρὸς τὴν ὑπερορίαν ὁ Θεὸς ἀπενεχθῆναι, ἵνα μειζόνως ἡμῖν δείξῃ καὶ τὴν δύναμιν τῆς ἀληθείας, καὶ τῶν αἱρετικῶν τὴν ἀσθένειαν.
Μέλλων τοίνυν πρὸς τὴν ἀποδημίαν ἀπιέναι, τὴν μὲν πόλιν ἠφίει, τὴν δὲ ἀγάπην ὑμῶν οὐκ ἠφίει· οὐδὲ ἐπειδὴ τῆς Ἐκκλησίας ἐξεβάλλετο, καὶ τῆς προστασίας καὶ τῆς ὑπὲρ ὑμῶν κηδεμονίας ἀλλότριον ἑαυτὸν εἶναι ἐνόμιζεν, ἀλλὰ μειζόνως τότε ἐκήδετο, καὶ ἐφρόντιζε· καὶ καλέσας ἅπαντας παρεκάλεσε μὴ παραχωρῆσαι, μηδὲ ἐνδοῦναι τοῖς λύκοις, μηδὲ προδοῦναι τὴν ποίμνην αὐτοῖς, ἀλλὰ μένειν ἔνδον ἐπιστομίζοντας μὲν αὐτοὺς καὶ διελέγχοντας, τοὺς ἀκεραιοτέρους δὲ τῶν ἀδελφῶν ἀσφαλιζομένους.
Καὶ ὅτι καλῶς ἐκέλευσε, τὸ τέλος ἔδειξεν· εἰ γὰρ μὴ ἐμείνατε ἐν τῇ Ἐκκλησίᾳ τότε, τὸ πλέον τῆς πόλεως ἦν διεφθαρμένον, ἐπ' ἐρημίας τῶν λύκων τὰ πρόβατα ἐσθιόντων· ἀλλ' ἐκείνου τὸ ῥῆμα ἐκώλυσε μετὰ ἀδείας αὐτοὺς τὴν οἰκείαν ἐπιδείξασθαι πονηρίαν. Οὐ τὸ τέλος δὲ ἔδειξε μόνον, ἀλλὰ καὶ τὰ Παύλου ῥήματα· καὶ γὰρ οὗτος παρ' ἐκείνου παιδευθεὶς ταῦτα παρῄνει. Τί οὖν ὁ Παῦλός φησι; Μέλλων ἀπάγεσθαί ποτε εἰς τὴν Ῥώμην τὴν ἐσχάτην ἀποδημίαν, μεθ' ἣν οὐκ ἔτι ἔμελλεν ὄψεσθαι τοὺς μαθητάς· Οὐκ ἔτι γὰρ ὑμᾶς ὄψομαι, φησί· τοῦτο δὲ ἔλεγεν, οὐχὶ λυπῆσαι, ἀλλ' ἀσφαλίσασθαι βουλόμενος· μέλλων τοίνυν ἀποδημεῖν ἐκεῖθεν, οὕτω πως αὐτοὺς ἠσφαλίζετο λέγων· Οἶδα ὅτι μετὰ τὴν ἄφιξίν μου εἰσελεύσονται πρὸς ὑμᾶς λύκοι βαρεῖς, καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα. Τριπλοῦς ὁ πόλεμος, ἡ φύσις τῶν θηρίων, ἡ χαλεπότης τοῦ πολέμου, τὸ μὴ ἀλλοτρίους, ἀλλὰ καὶ οἰκείους εἶναι τοὺς πολεμοῦντας· διὰ τοῦτο χαλεπώτερος· εἰκότως. Ἂν μὲν γὰρ ἔξωθέν μέ τις βάλλῃ καὶ πολεμῇ, ῥᾳδίως αὐτοῦ περιγενέσθαι δυνήσομαι· ἂν δὲ ἔνδοθεν ἀπὸ τοῦ σώματος φύῃ τὸ ἕλκος, δυσίατον γίνεται τὸ κακόν· ὃ δὴ καὶ τότε ἐγένετο. Διὸ καὶ παρῄνει λέγων, Προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ· οὐκ εἶπε, Καταλιπόντες τὰ πρόβατα φεύγετε ἔξω. Ταῦτα καὶ ὁ μακάριος Εὐστάθιος πεπαιδευμένος παρῄνει τοῖς ἑαυτοῦ μαθηταῖς· ἅπερ οὖν καὶ ὁ σοφὸς οὗτος καὶ γενναῖος διδάσκαλος ἀκούσας, ἔργῳ τὸν λόγον ἐπλήρωσεν. Εἰσιόντων γοῦν ἐκείνων, οὐκ ἀφῆκε τὰ πρόβατα, καίτοι γε οὐκ ἦν ἐπὶ τὸν θρόνον τῆς ἀρχῆς ἀνελθών· ἀλλ' οὐδὲν τοῦτο πρὸς τὴν γενναίαν ἐκείνην καὶ φιλόσοφον ψυχήν. Τὰς μὲν γὰρ τιμὰς τῶν ἀρχόντων ἑτέροις ἠφίει, τοὺς δὲ πόνους τῶν ἀρχόντων αὐτὸς ὑπέμενεν, ἔνδον μεταξὺ τῶν λύκων στρεφόμενος· οὐδὲν γὰρ αὐτὸν οἱ τῶν θηρίων ὀδόντες ἔβλαπτον, οὕτως ἰσχυροτέραν πίστιν εἶχε τῶν ἐκείνων δηγμάτων. Ἔνδον τοίνυν στρεφόμενος, καὶ τῇ γινομένῃ πρὸς αὐτὸν μάχῃ πάντας αὐτοὺς ἀσχολῶν, πολλὴν ἄδειαν τοῖς προβάτοις παρεσκεύαζεν. Οὐ τοῦτο δὲ μόνον ἐποίει ἐμφράττων αὐτῶν τὰ στόματα, ἀνακρουόμενος τὰς βλασφημίας, ἀλλὰ καὶ αὐτὰ τὰ θρέμματα περιιὼν κατεμάνθανε, μή που βέλος ἐδέξατό τις, μή που τραῦμα χαλεπὸν ἔλαβε, καὶ εὐθέως τὸ φάρμακον ἐπετίθει. Καὶ ταῦτα ποιῶν ἐζύμωσεν ἅπαντας εἰς τὴν ἀληθῆ πίστιν, καὶ οὐ πρότερον ἀπέστη, ἕως ὁ Θεὸς τὸν μακάριον Μελέτιον παρεσκεύασεν ἐλθόντα τὸ φύραμα ἅπαν λαβεῖν· οὗτος ἔσπειρεν, ἐκεῖνος ἐλθὼν ἐθέρισεν.
Οὕτω καὶ ἐπὶ Μωϋσέως καὶ Ἀαρὼν ἐγένετο. Καὶ γὰρ κἀκεῖνοι ζύμης δίκην ἐν μέσοις τοῖς Αἰγυπτίοις στρεφόμενοι πολλοὺς τῆς οἰκείας εὐσεβείας ἐποίησαν ζηλωτάς. Καὶ μαρτυρεῖ τοῦτο Μωϋσῆς λέγων, ὅτι πολὺς ἐπίμικτος λαὸς συνανέβη μετὰ τῶν Ἰσραηλιτῶν. Τοῦτον δὴ τὸν Μωϋσέα μιμούμενος οὗτος, καὶ πρὸ τῆς ἀρχῆς τὰ τῆς ἀρχῆς ἔπραττε· καὶ γὰρ ἐκεῖνος οὐδέπω τοῦ λαοῦ τὴν προστασίαν ἐγχειρισθείς, ἐῤῥωμένως μάλα καὶ γενναίως τοὺς ἀδικοῦντας ἐκόλαζε, τοῖς ἀδικουμένοις ἤμυνε, καὶ βασιλικὴν τράπεζαν ἀφείς, καὶ τιμάς, καὶ προεδρίας, πρὸς τὸν πηλὸν καὶ τὴν πλινθείαν ἔδραμε, πάσης τρυφῆς, καὶ ἀνέσεως, καὶ τιμῆς προτιμοτέραν εἶναι νομίζων τὴν τῶν οἰκείων κηδεμονίαν· πρὸς ὃν καὶ αὐτὸς βλέπων τότε πάντας ἄρχοντας τῇ περὶ τὸν λαὸν παρῄνει κηδεμονίᾳ, καὶ ἀνέσεως προετίθει πόνους καὶ τὸ πάντοθεν ἐλαύνεσθαι διηνεκεῖς καθ' ἑκάστην ἡμέραν ἀναδεχόμενος ἀπεχθείας· ἀλλὰ πάντα ἦν αὐτῷ κοῦφα· ἡ γὰρ τῶν γινομένων ὑπόθεσις ἱκανὴν αὐτῷ παρεῖχε τῶν συμβαινόντων παραμυθίαν.
Διὰ δὴ ταῦτα πάντα εὐχαριστήσαντες τῷ Θεῷ, ζηλώσωμεν τῶν ἁγίων τούτων τὰς ἀρετάς, ἵνα καὶ τῶν στεφάνων αὐτοῖς κοινωνήσωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρί, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
(Χρυσοστόμου Ἰωάννου, Ἐγκώμιον Εἰς τὸν ἐν ἁγίοις πατέρα ἡμῶν Εὐστάθιον ἀρχιεπίσκοπον Ἀντιοχείας τῆς μεγάλης).