Ένας αξιοπρόσεκτος λόγος του ιερού Χρυσοστόμου για τους συγχρόνους Ποιμένες και όσους πιστούς.

Αφιερώνεται στους θρασὐστομους γέροντες, που χτυπούν τραπέζια μπροστά στις κάμερες κατηγορώντας πάντα άνευ οποιασδήποτε πατερικής αποδείξεως μόνο λαϊκούς, αλλά μπροστά στους επισκόπους ποιούν την νήσσαν και ενώ παραδέχονται ότι υπάρχει ήδη κοινό ποτήριο με τους αιρετικούς, δεν αποτειχίζονται γιατί (άκουσον άκουσον) δεν είναι, λένε, επίσημο!!!

Ποῦ εἰσιν οἱ θρασύστομοι, οἱ λέγοντες, μὴ εἰρῆσθαι ταῦτα ἐν ταῖς θείαις Γραφαῖς·

    


Τὸ παρακάτω ἀπόσπασμα εἶναι ἀπὸ ἕναν φοβερὸ λόγο ποὺ ἀποδίδεται στὸν ἱερὸ Χρυσόστομο, λίγο πρὶν «ἐκδημήσει ἐκ τοῦ σώματος». Πρόκειται γιὰ ἕνα λόγο ποὺ νομίζει κανεὶς πὼς τὸν ἔγραψε γιὰ τοὺς συγχρόνους Ἐπισκόπους καὶ Ποιμένες (Οἰκουμενιστὲς καὶ κοινωνοῦντες μετ' αὐτῶν), ἀλλὰ καὶ γιὰ ὅσους πιστοὺς ἐπιθυμοῦν νὰ παραμείνουν στὸν ὀρθόδοξο δρόμο τῆς ἐκκλησιαστικῆς μας Παραδόσεως. Ἐπειδὴ εἶναι μεγάλος (23 σελίδες), ἀποσπάσαμε τὰ σημαντικότερα σημεῖα του (6 περίπου σελίδες).

Ἰωάννου τοῦ Χρυσοστόμου

Λόγος περὶ ψευδοπροφητῶν, καὶ ψευδοδιδασκλων, καὶ ἀθων αἱρετικῶν, καὶπερὶ σημείων τῆς συντελείας τοῦ αἰῶνος τούτου. Ἐρρήθη δὲ μλλοντος αὐτοῦ ἐκδημεῖν ἀπὸ τοῦ σώματος.

Περὶ συντελείας ὁ λόγος, καὶ περὶ ψευδοπροφητῶν, καὶ ψευδοδιδασκάλων, καὶ περὶ ἀθέων αἱρετικῶν, χειμάῤῥων δίκην ἐπικλυσάντων πανταχοῦ, καὶ πλανώντων πολλούς.

Βλέπετε μὴ πλανηθῆτε· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ· πανταχοῦ βλέπετε.

Ἐμοὶ δὲ δακρύειν ἐπέρχεται, ὅταν ἀκούσω ἀπὸ τῆς ἡμετέρας Ἐκκλησίας τινὰς λέγοντας, μὴ εἰρῆσθαι ταῦτα ἐν ταῖς θείαις Γραφαῖς· καὶ τοῦτο οὐ μόνον παρὰ λαϊκῶν, ἀλλὰ καὶ παρὰ τῶν δοκούντων εἶναι ποιμένων, καὶ τόπους ἐπεχόντων ἀποστόλων καὶ προφητῶν, ἀλλ' οὐ τρόπους·

Προσέχετε ἑαυτοῖς ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες· ἀλλ' ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς, ἀπὸ τῶν λόγων, ἐκ τῆς ψευδοπροφητείας, ἐκ τῆς ὑποκρίσεως αὐτῶν, ἐκ τῆς κακοδοξίας αὐτῶν, ἐκ τῆς βλασφημίας αὐτῶν ἐπιγνώσεσθε αὐτούς. προσέχετε ἀπὸ τῆς ζύμης αὐτῶν, ἤγουν τῆς αἱρέσεως αὐτῶν.

Δεῦρο τοίνυν παραγάγωμεν εἰς μέσον τοὺς θεολόγους, καὶ ἀκούσωμεν ἐξ αὐτῶν τί περὶ αἱρετικῶν παραγγελοῦσιν ἡμῖν.

Ἰωάννης λέγει· Εἴ τις ἔρχεται πρὸς ὑμᾶς, καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει μεθ' ἑαυτοῦ, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ Χαίρειν αὐτῷ μὴ λέγετε. Ὁ γὰρ λέγων αὐτῷ χαίρειν, κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.

Ἰάκωβος εἶπεν· Ὃς ἐὰν δοκῇ φίλος αὐτῶν εἶναι, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται. Ἀκούσατε, πάντες οἱ τοῖς αἱρετικοῖς συνεσθίοντες, ὀδυνηρὰν ἀπόφασιν· ὅτι τοῦ Χριστοῦ ἐχθροί ἐστε. Οὐδὲ γὰρ ὁ τοῖς ἐχθροῖς τοῦ βασιλέως συμφιλιάζων, δύναται τοῦ βασιλέως φίλος εἶναι...

Παῦλος εἶπεν· Οἶδα ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου. Ὁρᾷς πανταχοῦ τοὺς θεολόγους συμφωνοῦντας τῷ Διδασκάλῳ περὶ τῶν ἀθέων αἱρετικῶν, κύνας αὐτοὺς καὶ λύκους προσαγορεύοντας; Τίς ἕξει ἀπολογίαν ἀμελείας, ἀκούων τὰς τοσαύτας παραγγελίας; Καὶ ἀλλαχοῦ πάλιν·

Μὴ παραδέχεσθε αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν· καὶ πάλιν, Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καὶ πάλιν, Αἱρετικοὶ ἄνθρωποι προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι· καὶ ἀλλαχοῦ, Τοῖς μεμιασμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν. Ἀκούσατε πάλιν, οἱ τὰς ἀγάπας μετ' αὐτῶν ποιοῦντες· πῶς φύγητε ἀπὸ τῆς ὀργῆς τῆς ἐπερχομένης ἐφ' ὑμᾶς, οἱ τούτοις συμμιαινόμενοι ἐν βρώσει, ἐν πόμασι; πῶς τολμᾶτε προσελθεῖν τοῖς θείοις μυστηρίοις καὶ φρικτοῖς τοῦ Χριστοῦ; ἢ οὐκ ἠκούσατε τοῦ μακαρίου Παύλου βοῶντος, ὅτι Οὐ δύνασθε ποτήριον Κυρίου πιεῖν, καὶ ποτήριον δαιμόνων· οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν, καὶ τραπέζης δαιμονίων. Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε.

Ποῦ εἰσιν οἱ θρασύστομοι, οἱ λέγοντες, μὴ εἰρῆσθαι ταῦτα ἐν ταῖς θείαις Γραφαῖς·

Καὶ οἱ μὲν μακάριοι θεολόγοι ταῦτα καὶ πλείονα τούτων περὶ ἀθέων καὶ ἀπίστων ἐφθέγξαντο· οἱ δὲ προφῆται προηγούμενοι ἔκπαλαι τὰ ὅμοια ἐφθέγξαντο· ἀναγκαῖον γὰρ καὶ τούτους εἰς μέσον ἀγαγεῖν.

Εἶπεν ὁ προφήτης Δαυΐδ· Οὐκ ἔστιν ἐν στόματι αὐτῶν ἀλήθεια. Καὶ πάλιν λέγει· Κύριε, οὐχὶ τοὺς μισοῦντάς σε ἐμίσησα, καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην; Καὶ πάλιν λέγει· Υἱὲ, μή σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς, μηδὲ πορευθῇς ἐν ὁδῷ μετ' αὐτῶν. Ἡσαΐας δὲ ὁ προφήτης, μᾶλλον δὲ ὁ Κύριος διὰ τοῦ προφήτου λέγει· Οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσι, λέγει Κύριος.

Ἆρα ἀρκεῖ ταῦτα; ἢ παραγάγω εἰς μέσον καὶ πάντας τοὺς προφήτας; Ἀλλὰ ἀρκεῖ καὶ ταῦτα πρὸς τοὺς ἀκούειν θέλοντας. Ὁ γὰρ τοῖς εἰρημένοις μὴ προσέχων, οὐδὲ τοῖς πλείοσι πεισθήσεται. Ἀλλ' ἔτι μικρὸν ἐνδιατρίψωμεν τοῖς τοῦ προφήτου Δαυῒδ ῥήμασι, καὶ ἴδωμεν πῶς στηλιτεύει καὶ θριαμβεύει τὸν κεκρυμμένον αὐτοῖς δόλον, καὶ λέγει· Οὐκ ἔστιν ἐν στόματι αὐτῶν ἀλήθεια· ἡ καρδία αὐτῶν ματαία, καὶ τὰ ἑξῆς. Ὅρα δὲ τὴν τοῦ προφήτου σύνεσιν, πῶς δημοσιεύει καὶ ἀποκαλύπτει θριαμβεύων τοὺς κακοδόξους, ἵνα μὴ ἡμεῖς πλανηθῶμεν. Ἀκούσατε οἱ ὀρθόδοξοι, καὶ τοῖς αἱρετικοῖς μὴ συγκαταβαίνετε· ἀκούσατε ποιμένες, καὶ φρίξατε, καὶ μὴ σιγήσατε, ἀλλὰ κηρύξατε τὸν λόγον· μὴ δότε τόπον τῷ διαβόλῳ, μὴ δότε θήραν τοῖς λύκοις. Οὕτως οὖν ποιεῖτε καὶ ὑμεῖς, ποιμένες, καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκαθάρτοις τοῦ σκότους· μᾶλλον δὲ καὶ ἐλέγχετε, ὥσπερ καὶ οἱ ἀπόστολοι καὶ ὁ θεοπάτωρ Δαυῒδ περὶ αὐτῶν πολλοὺς μόχθους κατεβάλετο, καὶ πολλοὺς ἀγῶνας, ἐλέγχων καὶ ἐπιτιμῶν, στηλιτεύων αὐτοὺς καὶ τῷ Θεῷ ἐντυγχάνων κατ' αὐτῶν...

Εἶτα θέλων διδάξαι, ἵνα οἱ μέλλοντες προΐστασθαι τῶν Ἐκκλησιῶν, οὕτως ἐκδιώκωσι τοὺς αἱρετικοὺς, ἐποίησεν φραγέλλιον ἐκ σχοινίων, καὶ εἰσελθὼν πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, καὶ ἀπώσατο, καὶ ἐξεδίωξε, λέγων· Ὁ οἶκός μου, οἶκος προσευχῆς ἐστιν· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν. Ἀκούσατε οἱ προϊστάμενοι τῶν Ἐκκλησιῶν. Ὑμῖν γὰρ ὑπέδειξε τὸ καλὸν, ἵνα ἐξακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ, προσέχοντες πανταχόθεν ἀκριβῶς, καὶ τοὺς λύκους ἐκδιώκοντες, καὶ τὴν ποίμνην φυλάττοντες.

Μετὰ δὲ τούτους, τὰ θεῖα τούτων διδάγματα καὶ οἱ τῆς Ἐκκλησίας διδάσκαλοι, καὶ αἱ κατὰ καιροὺς γενόμεναι ἅγιαι σύνοδοι τούτους ἀμετανοήτως ἔχοντας ἐκριζώσαντες, τῇ ἀπωλείᾳ παρέδωκαν κατὰ τὸ γεγραμμένον, ὅτι Ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος.

Ἀλλὰ πολὺ τὸ διάφορον ὁρῶ τῶν τότε ποιμένων παρὰ τῶν νῦν. Ἐκεῖνοι πολεμισταὶ, οὗτοι φυγάδες· ἐκεῖνοι βιβλίων καλλωπισταὶ καὶ δογμάτων, οὗτοι ἱματίων καὶ γελγῶν. Οὗτοι ὡς μισθωτοὶ ἀφιεῖσι τὰ πρόβατα, καὶ φεύγουσιν· ἐκεῖνοι τὴν ψυχὴν αὐτῶν ἔθηκαν ὑπὲρ τῶν προβάτων, μιμησάμενοι τὸν ποιμένα τὸν καλόν. Ὢ τῶν μακαρίων αὐτῶν ἀνδρῶν, ὧν τὰ ὀνόματα ἐν βιβλίῳ ζωῆς· οὓς ἔφριξαν δαίμονες, καὶ ἐτρόμαξαν αἱρετικοί· καὶ Ἐφράγη στόμα λαλούντων ἄδικα.

Φθέγξομαι τοίνυν κἀγὼ παραπλήσια τῷ Δαυῒδ, ὃς ἀποδυρόμενος ἔλεγε· Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; Εἴπω κἀγὼ ἐν δάκρυσι· Ποῦ ἐστιν ὁ μακάριος χορὸς ἐκεῖνος τῶν ἐπισκόπων καὶ διδασκάλων, οἵτινες ἔλαμψαν ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες; Ἐκεῖνοι τὴν ψυχὴν αὐτῶν, καθὼς προείρηται, ἔθηκαν ὑπὲρ τῶν προβάτων· οὗτοι δὲ ἀφέντες τὰ πρόβατα ἔφυγον· ἐκεῖνοι δυνατοὶ καὶ ἐν λόγῳ καὶ ἐν ἔργῳ· οὗτοι δὲ καὶ ἐν χρήμασι καὶ ἐν κτήμασι καὶ λαμπρᾶς τραπέζης. Εἶτα προσέρχονται οὐχ ὡς πτωχοὶ, ἀλλ' ἱμάτια φοροῦντες ἔκστιλβα, βαλάντια κεκτημένοι ἁδρὰ, καὶ τραχήλους ὡς παρασίτων ταύρων, μαθητῶν πλῆθος ἐπισυρόμενοι, μᾶλλον δὲ μαγείρων· τὰ μὲν αἰσχρόν ἐστι καὶ λέγειν, ἐκ τοῦ περισσοῦ γὰρ πλούτου συνεισάκτους ἐκτήσαντο προφάσει ἀνδραπόδων. Ὢ βαθείας αἰσχύνης· ὢ τῆς κακῆς εὐπορίας!

Εἶτα ἐάν τις ἀθέων αἱρετικῶν παραφρονῇ λαλῶν διεστραμμένα, ὁ ἀντιλέγων οὐδεὶς, ὁ πολεμῶν οὐδαμοῦ· πάντες πτωχοὶ τότε γίνονται, πάντες σιωπητικοὶ, πάντες φυγάδες. Ὢ τῆς κακῆς ῥίζης πάντων τῶν κακῶν τῆς φιλαργυρίας!

 Τρυφῶντες, μεθύοντες, καὶ μετεωριζόμενοι βούλεσθε νικᾷν τὰς αἱρέσεις; Ἀλλ' οὐαὶ ὑμῖν, οἱ τρυφῶντες καὶ μετεωριζόμενοι, ἐν χρυσῷ καὶ ἱματίοις ποικίλοις καλλωπιζόμενοι· πῶς ἄλλοις δείξετε τὴν καλὴν πτωχείαν τοῦ Χριστοῦ, τοῦ δι' ἡμᾶς πτωχεύσαντος, τοῦ ἐντειλαμένου τοῖς μαθηταῖς αὐτοῦ μὴ ἔχειν χαλκὸν ἐν ταῖς ζώναις. Ὄντως πλανᾶσθε, μὴ νοοῦντες τὰς Γραφάς.

Προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ· Βλέπετε μὴ ἀπολείψῃ πρόβατον ἐκ τῆς ποίμνης. Τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι ἐὰν ἓν πρόβατον ἀπολείψῃ γενόμενον θηριάλωτον ἐξ ὑμετέρας ἀμελείας, πάντα τὸν βίον ὑμῶν κατέλυσεν· τὸ γὰρ αἷμα αὐτοῦ ἐκ τῶν χειρῶν ὑμῶν ἀπαιτήσει ὁ Κριτής.

Ἀνανήψατε οὖν λοιπὸν, κηρύξατε τὸν λόγον, ἀποῤῥίψατε πᾶσαν βιωτικὴν μέριμναν, βλέπετε ἀκριβῶς πῶς περιπατεῖτε· Βλέπετε τοὺς κύνας. Πάλιν τὸ βλέπετε λέγω, καὶ λέγων οὐ παύομαι. Βλέπετε τοὺς κλέπτας, βλέπετε ὅτι πολλοὶ πλάνοι ἐξῆλθον εἰς τὸν κόσμον. Ἀγρυπνεῖτε καὶ νήφετε, οἱ τὸ δεσποτικὸν χάρισμα καταπιστευθέντες, καὶ γρηγορεῖτε, καὶ τὴν ὥραν τῆς φοβερᾶς παρουσίας τοῦ Δεσπότου τηρεῖτε, ὅταν ἔρχηται συνᾶραι λόγον μεθ' ὑμῶν, οἷς ἐπίστευσε τὰ τάλαντα.

Προσέχετε τοῖς λεγομένοις, ἀγαπητοὶ, καὶ μὴ συναναμίγνυσθε τοῖς τοιαῦτα πράττουσι. Πολλοὶ γάρ εἰσι τῆς ἀπωλείας μαθηταὶ, καὶ ἔτι πληθυνθήσονται. Βλέπετε, ὅτι αἱ ἡμέραι πονηραί εἰσι, καὶ ὁ καιρὸς τοὺς ἰδίους ὑπηρέτας προχειρίζεται.

 Διὰ τοῦτο ὁ Ἰησοῦς ἔλεγεν· Βλέπετε, μή τις ὑμᾶς πλανήσῃ. Κἀγὼ δὲ πάλιν τὰ ὅμοια ἐρῶ· βλέπετε μή τις ὑμᾶς πλανήσῃ, μήτε ἀπὸ τῶν ἔσωθεν, μήτε ἀπὸ τῶν ἔξωθεν, μὴ ἐπίσκοπος, μὴ πρεσβύτερος, μὴ διάκονος, μὴ ἀναγνώστης, ἤ τις ἐὰν ᾖ λαλῶν διεστραμμένα· Οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες· οἵτινες ἔχουσιν μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι. Ὑμεῖς δὲ, ἀγαπητοὶ, μὴ πλανηθῆτε, ἀλλ' ὡς παρελάβετε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἐν αὐτῷ περιπατεῖτε· καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ' ὑμῶν.

Ὁρᾷς, πόση σπουδὴ τοῦ Δεσπότου περὶ ψευδοδιδασκάλων καὶ αἱρετικῶν τοῦ ἀπογυμνῶσαι, καὶ δεῖξαι ἡμῖν τὸν κεκρυμμένον ἐν αὐτοῖς δόλον; Διὸ καὶ πρὸ τῶν σημείων ἐν τῇ ἐρωτήσει τῶν μαθητῶν, προεῖπε τὰ ἀκόλουθα, πολέμους καὶ ἀκαταστασίας, ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλείαν ἐπὶ βασιλείαν· ἅπερ ὁρῶντες νῦν, οὐ συνίεμεν, βλέποντες κατὰ τόπους πολέμους, καὶ λιμοὺς, καὶ φόβητρα, καὶ σημεῖα ἀπὸ τοῦ οὐρανοῦ, καὶ τὰ λοιπὰ ἅπερ εἴρηκεν, τὰ πλεῖστα ὁρῶντες, οὐ συνίεμεν. Τότε, φησὶ, σκανδαλισθήσονται πολλοὶ, καὶ ἀλλήλους παραδώσουσι. Καὶ ποῦ νῦν οὐκ ἔστι προδοσία; οὐχὶ πάντες σχεδὸν κατ' ἀλλήλων γεγόνασι, καὶ μισοῦσιν ἀλλήλους; Οὐχὶ πάντες κατ' ἀλλήλων γεγόνασιν, ἔθνος ἐπὶ ἔθνος, βασιλεία ἐπὶ βασιλείαν, ἄρχοντες κατὰ τῶν ὁμοίων, ἐπίσκοποι κατὰ ἐπισκόπων, πρεσβύτεροι κατὰ πρεσβυτέρων, καὶ διάκονοι κατὰ διακόνων, ἀναγνῶσται κατ' ἀλλήλων, λαϊκοὶ κατὰ λαϊκῶν; Διὰ γὰρ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. Διὰ τοῦτο προεῖπεν ὁ Δεσπότης· Ἐρευνᾶτε τὰς Γραφὰς, καὶ, Οὐ μὴ πλανηθῆτε.

Ὅρα δὲ, πῶς ἄνω καὶ κάτω τοὺς ψευδοπροφήτας καὶ ψευδοδιδασκάλους καὶ ψευδαποστόλους τοῦ Ἀντιχρίστου υἱοῦ τῆς ἀπωλείας, οἵτινες διὰ τῶν ἀκαθάρτων πνευμάτων προχειριζόμενοι, καὶ ὑπ' αὐτῶν ἐνεργούμενοι, πρόδρομοι γίνονται τοῦ Ἀντιχρίστου καὶ ἀντικειμένου· καὶ διὰ τῶν ἰδίων δογμάτων ἀπατήσουσι, καὶ ἑτοιμάσουσι λαὸν ἐπιτήδειον πρὸς ὑποδοχὴν τοῦ υἱοῦ τῆς ἀπωλείας.

Μὴ οὖν πορευθῆτε ὀπίσω αὐτῶν. Ὁρᾶτε, πόσος ὁ λόγος ἐν ἁγίαις Γραφαῖς περὶ τῶν τοιούτων. Διὰ τοῦτο πολλάκις ὑμᾶς ὑπέμνησα περὶ τῶν ἀθέων αἱρετικῶν, καὶ τανῦν παρακαλῶ, τοῦ μὴ συγκαταβῆναι αὐτοῖς ἔν τινι πράγματι, μὴ ἐν βρώμασιν, ἢ ἐν πόμασιν, ἢ φιλίᾳ ἢ σχέσει, ἢ ἀγάπῃ ἢ εἰρήνῃ. Ὁ γὰρ ἐν τούτοις ἀπατώμενος, καὶ συγκαταβαίνων αὐτοῖς, ἀλλότριον ἑαυτὸν καθίστησι τῆς καθολικῆς Ἐκκλησίας. Φρίξατε καὶ τρομάξατε οἱ τὰς ἀγάπας μετ' αὐτῶν ποιοῦντες, καὶ διορθώσασθε, ἵνα μὴ ἀπόλησθε ταῖς ἀσεβείαις αὐτῶν.

 Βλέπε δὲ σὺ, μὴ ἀπατηθῇς· μὴ ἐκκλίνῃς εἰς τὰ δεξιά, μηδὲ εἰς τὰ ἀριστερὰ, ἀλλ' ὁδῷ βασιλικῇ βάδιζε. Ἔχεις πολλοὺς πιστοὺς, ἀγαπητὲ, εἰ καὶ μὴ ἐπὶ γῆς, ἀλλ' ἐν οὐρανῷ, μεθ' ὧν πάντοτε συνεῖναι σπεῦσον. Ἔχεις ἐκεῖ πατριάρχας, προφήτας, ἀποστόλους, εὐαγγελιστάς· ἔχεις μάρτυρας, ὁσίους ὁμολογητὰς, καὶ τοὺς ἐν μοναχικῷ βίῳ διαπρέψαντας... Τούτους πόθησον, τούτους μίμησαι, τούτων μὴ χωρίζου...

 Ὅταν ἴδῃς πολλοὺς ἀσυνετοῦντας, μὴ ξενίζου· δεῖ ταῦτα γενέσθαι. Ὅταν ἴδῃς πολλοὺς ψευδοπροφήτας, ὑπομνήσθητι τοῦ Δεσπότου λέγοντος, ὅτι Ἐγερθήσονται ψευδόχριστοι καὶ ψευδοπροφῆται. Ὅταν ἴδῃς τοὺς εὐλαβεῖς καὶ πιστοὺς καὶ σοφοὺς ἐξουδενουμένους, τοὺς δὲ ἐναγεῖς καὶ ἀλαζόνας καὶ προδότας καὶ πόρνους προχειριζομένους, ὑπομνήσθητι τοῦ Ἀποστόλου λέγοντος, ὅτι Πονηροὶ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. Ὅταν ἴδῃς τὴν ἁγίαν Γραφὴν βδελυχθεῖσαν ὑπὸ τῶν εἶναι δοκούντων Χριστιανῶν, καὶ τοὺς λαλοῦντας τὸν λόγον τοῦ Θεοῦ μισηθέντας, ὑπομνήσθητι τοῦ Κυρίου εἰπόντος· Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε, ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν.

Ὅταν ἴδῃς ἄριστα πολυτελῆ, καὶ δεῖπνα, καὶ τρυφήν, καὶ ἀπάτην, καὶ θόρυβον, καὶ ἀτάκτους φωνὰς, ὑπομνήσθητι τοῦ Κυρίου λέγοντος· Οὐαὶ οἱ ἐμπεπλησμένοι, ὅτι πεινάσετε· οὐαὶ οἱ γελῶντες νῦν, ὅτι πενθήσετε. Ὅταν ἴδῃς χορεύοντας, καὶ παίζοντας, καὶ τὰ ᾄσματα τῶν δαιμόνων καταλέγοντας, στέναξον, καὶ δακρύσας ὑπομνήσθητι τοῦ Δαυῒδ λέγοντος· Οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται...

Ἄρξαι οὖν τοῦ μετανοεῖν· βάλε τὴν ἀρχὴν μόνον, καὶ ὁ Θεὸς τῶν μετανοούντων συνεργήσει, καὶ ἐνισχύει σε, καὶ εὑρήσεις χάριν πολλὴν, καὶ γενήσεται ἐν σοὶ ὑπὲρ μέλι καὶ κηρίον. Ἄκουσον καὶ τοῦ Ἀποστόλου λέγοντος· Ἀδιαλείπτως προσεύχεσθε. Νοεῖτε τί ἐστι τὸ, Ἀδιαλείπτως· τουτέστι, πάντοτε, ἐν παντὶ καιρῷ, καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, καὶ ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας, καὶ κατὰ πᾶσαν ὥραν, καὶ ἐργαζόμενος καὶ ὁδεύων, καὶ ποιμαίνων καὶ ἀροτριῶν, καὶ κοιμώμενος καὶ ἀνιστάμενος...

Ὁ καιρὸς συνεσταλμένος ἐστὶν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες ὦσιν. Ἀρνησώμεθα Τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, καὶ ἐν τῷ μέλλοντι προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

Μέμνησθέ μου πάντοτε, ἀδελφοὶ, καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς παρελάβετε παρὰ τῶν μακαρίων ἀνδρῶν, προφητῶν τε καὶ ἀποστόλων, καὶ τοῦ Δεσπότου τῶν ὅλων.  αὐτῷ ἡ δόξα καὶ τὸ κράτος καὶ πᾶσα εὐχαριστία, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.