Ποιός Ἐπίσκοπος σήμερα «διώκει λύκους» Οἰκουμενιστές, «Ἀποστόλων
τοὺς τρόπους καὶ τὰς φωνὰς ἐκμιμούμενος»;
4 ΙΟΥΝΙΟΥ
Μνήμη Μητροφάνους
Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως
Ἀπὸ τὸν Ὄρθρο
Τὸ μέγα τῆς Τριάδος
μυστήριον κηρύττων, τὴν ἐν Χριστῷ οἰκονομίαν διετράνωσας πᾶσιν, ὡς ποίμνης ποιμὴν
τῆς λογικῆς, διώξας λύκους τοὺς νοητούς, καὶ τὰ θρέμματα τῆς τούτων φθοροποιοῦ λύμης σώσας βοῶντα· Δόξα τῷ δεδωκότι σοι ἰσχύν,
δόξα τῷ σὲ ὑψώσαντι, δόξα τῷ βεβαιοῦντι διὰ σοῦ πίστιν τὴν ὀρθόδοξον.
Ἀποστόλων τοὺς
τρόπους καὶ τὰς φωνάς, ἐκμιμούμενος
ὤφθης παναληθῶς· ὡς Πέτρος
γὰρ ἐνώπιον, τῆς Συνόδου ἐκήρυξας, τῷ Θεῷ Πατρὶ Λόγον, Υἱὸν ὁμοούσιον, Ἰωάννου
πλουτήσας, θεόφθογγα ῥήματα, ὥσπερ δὲ ὁ Παῦλος, τὴν ψυχὴν ὑπὲρ ποίμνης, τέθυκας
ἀοίδιμε, κατὰ δὲ τὸν Πρωτόκλητον, τὸν ποθούμενον ἔδειξας. Διὸ πρέσβευε σύν αὐτοῖς
τῷ Χριστῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην
σου.