Ἐλπίδα μας καὶ παρηγοριὰ τὸ Θεῖο ἔλεος .Ἀπὸ τὸν ὄρθρο Τρίτης Ε΄ Νηστειῶν...

Εἰρμός

Ἐν ἀποκρύφω ἐνεδρεύων,καθ' ἡμέραν ὁ παμπόνηρος ἐπιζητεῖ με συλλάβειν,καὶ κατάβρωμα ποιήσασθαι,αὐτοῦ μὲ τῆς κακίας, ρῦσαι Σωτήρ, ὁ σώσας τὸν Ἰωνὰν ἐκ τοῦ κήτους.

Ἰδιόμελον Αποστίχων τῶν Αἴνων

Τὴν τετραυματισμένην μου ψυχήν, καὶ τεταπεινωμένην, ἐπίσκεψαι Κύριε, ἰατρὲ τῶν νοσούντων, καὶ τῶν ἀπηλπισμένων λιμὴν ἀχείμαστε· σὺ γὰρ εἶ ὁ ἐλθὼν Λυτρωτής τοῦ Κόσμου, ἐγεῖραι ἐκ φθορᾶς τὸν παραπεσόντα, κᾀμὲ προσπίπτοντα ἀνάστησον, διὰ τὸ μέγα σου ἔλεος